Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Great Catechesis

Great Catechesis

St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905

Catechesis 75

ΛΟΓΟΣ ΟΕ΄.
Ζηλοῦν τὰ καλὰ καὶ κόποις ἐξανύειν.

ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,

Ἀεὶ προθυμοῦμαι εἰς τὸ κατηχεῖν, ἐπαισθανόμενος δὲ τῆς οἰκείας ἀναξιότητος συστέλλομαι καὶ συμπνίγομαι καὶ συμπιάζομαι· μάλιστα ὁρῶν ὑμᾶς πεπληθυσμένους, καὶ τοὺς μὲν ἐν εὐλαβείᾳ διαφέροντας, τοὺς δὲ ἐν βίῳ διαλάμποντας, τοὺς δὲ ἀπὸ περιφανοῦς γένους καὶ αἵματος ὑπάρξαντας κατὰ σάρκα, καὶ ἁπλῶς εἰπεῖν, ἔνθεν συνεχόμενος, ἀναγκαιότερον δοκιμάζω διὰ τὸ κοινῇ συμφέρον καὶ τὸ λαχεῖν με τῆς προστασίας, τὸν ἀεργῆ εἰ καὶ πενιχρόν μου λόγον προσφέρειν ὑμῖν ἐκ πολλοῦ μὲν πόθου, ὡς νομίζω, καὶ φροντίδος προερχόμενον, ἐξ ὀλίγου δὲ πνεύματος γνωριζόμενον. Τῷ ὄντι γὰρ θέλω ὑμᾶς, ἀδελφοί μου, τοῦ ἐπιτυχεῖν τῶν ἐλπιζομένων ἀγαθῶν καὶ τοῦ ἔγκαρπον γενέσθαι καὶ εὐπρόσδεκτον τὴν λογικὴν θυσίαν τῆς ὑποταγῆς ὑμῶν. Θυσιάζετε γὰρ ἑαυτοὺς ἑκάστοτε διὰ τῆς οἱονεὶ ἐκκοπῆς καὶ σφαγῆς τοῦ θελήματος ὑμῶν· καὶ προσφέρετε ἑαυτοὺς ἐν τῷ νοερῷ θυσιαστηρίῳ, ὀσμὴν εὐωδίας τῷ δεσπότῃ θεῷ. Διὸ ζηλῶ θεικῶς, μὴ μωμητὴν γενέσθαι ἡμῶν τὴν προσφορὰν καὶ λειτουργίαν· μηδὲ ἀπόπεμπτον μηδὲ καθυστεροῦσαν τῆς οἱασοῦν ἀγαθοσύνης. Ἔστω δὲ τοῦτο πῶς; Ἐὰν πατέρες μου εὐτονήσητε καὶ ὑπομείνητε καὶ καρτερήσητε προσευχόμενοι ὑπομιμνησκόμενοι ἐγκρατευόμενοι πολεμούμενοι· καὶ ἐν τούτοις πᾶσι, μὴ διδόντες ἀφροσύνην ἐν τοῖς χείλεσιν ὑμῶν.

Ὦ μακάριοι ἄνδρες, ὦ ἀοίδιμοι παῖδες, ὦ πανόλβιοι ἄνδρες, ὦ ὑπερκόσμιοι ὁδοιπόροι ὦ βιασταὶ καὶ ἁρπασταὶ τῆς βασιλείας τῶν οὐρανῶν! ἀντιβολῶ οὖν μείνατε καὶ ὑπομείνατε· δράμετε καὶ ὑπερβάλετε τοὺς τῶν ἀρετῶν διαύλους· νικήσατε καὶ σκαμματίσατε καὶ ἀποδέξασθε τοὺς οὐρανίους στεφάνους. Μὴ εἰς κενὸν δράμητε, δέομαι· μὴ εἰς μάτην κοπιάσητε. μεγάλα τοίνυν προκατορθώσατε, ὑπὲρ φύσιν διηνύσατε· κατελίπετε γὰρ γεννήτορας καὶ ἀγχιστεύοντας, κόσμον καὶ τὰ περικόσμια· ἀνείλασθε παρθενίαν· περιεδράξασθε ἀκτημοσύνης· ὑπερέθεσθε τὸ ἀπό τινος καλεῖσθαι τοῦ ῥέοντος κόσμου καὶ εἰς φθορὰν καταλήγοντος θανάτου καὶ ἁμαρτίας· ἐπειδὴ πάντες ἓν ἐστὲ ἐν Χριστῷ Ἰησοῦ· τέλος ἀπημπολήσατε ἑαυτοὺς τῷ βασιλεῖ τῶν οὐρανῶν διὰ τῆς ἐλευθεροπαθοῦς καὶ λυτροπταισμάτου μακαρίας ὑποταγῆς ὑμῶν. Τί ἡλίκα τὰ κατορθώματα; τί ἐξαίσια τὰ ἀριστεύματα ὑμῶν;

Βλέπετε οὖν, ἀδελφοὶ μου, μὴ ὑποσκελισθῆτε· μὴ μικραῖς ἀμελείαις καὶ ἐλαχίστοις παρολισθήμασι καθαιρῆται τὸ ὕψος τῆς ἐλπίδος ὑμῶν, καὶ καταγάγητε εἰς ἔδαφος τὸν πνευματικὸν ναὸν τῶν κατορθωμάτων ὑμῶν· διὰ τοῦτο πάντα καθαρὰ τῷ καθαρῷ ὡς καθαροὶ διαπράττετε· ταπεινῶς τῷ ὑπερηφάνοις ἀντιτασσομένῳ κυρίῳ προσφέρετε. Διὰ τοῦτο πάντα ἁγνὰ τῷ νυμφίῳ Χριστῷ συνοίσετε. Ὁ λόγος ὑμῶν φησὶν, ἅλατι ἠρτυμένος εἰδέναι πῶς δεῖ ἑκάστῳ ἀποκρίνεσθαι· ἡ ἕξις ὑμῶν χρηστότητι κεκερασμένη διδοῦσα χάριν τοῖς πλησιάζουσιν· ἡ κίνησις ὑμῶν καὶ τὸ βάδισμα καὶ ἡ ὁμιλία θεοκυβέρνητος συνετίζουσα τοὺς ἀποβλέποντας. Θέλω οὖν πάντας ὑμᾶς εἶναι οὐχ ὡς ἐγὼ, διότι ἀκάθαρτός εἰμι καὶ ἀσύνετος· ἀλλ᾽ ὡς τοὺς ἁγίους πατέρας ἡμῶν, ὡς Ἀκάκιον, ὡς Δοσίθεον, ὡς Βασίλειον, ὡς Ὁρσίσιον, ὡς Πετρόνιον, ὡς Ἀββάκυρον, ὡς Ἀντίοχον, ὡς Ἀγάπιον, ὡς Ἀέτιον· εἶτ᾽ οὖν, ἀλλ᾽ ὡς Εὐθύμιον καὶ Σάβαν· προσθείην δ᾽ ἂν ὡς Βασίλειον καὶ Γρηγόριον, τολμήσει δὲ ὁ λόγος εἰπεῖν καὶ ὡς τοὺς ὑπερεπέκεινα.

Τοιγαροῦν, ἀδελφοί μου, πλουτήσατε ἐν ἀρεταῖς, θησαυρίσατε ἐν δάκρυσιν, ἐν κατανύξεσι, ἐν μακροθυμίαις, ἐν κόποις καὶ μόχθοις κατὰ τὸ δοθὲν ὑμῖν χάρισμα. Ὁ μὲν γὰρ τόδε, ὁ δὲ, ἐκεῖνο ἔχει προσφυῶς καὶ θεοδωρήτως καὶ νικῶν ἐν τούτῳ, ἐν ἑτέρῳ δὲ ἡττώμενος τοῦ πέλας μὴ λυπείσθω, μηδὲ φθονεῖτω· ἑκάστῳ γὰρ ὡς ὁ θεὸς ἐμέρισε μέτρον πίστεως οὕτως ἔχει· πλὴν οὐδεὶς οὐδενὸς ἐστέρηται. Πάντες γὰρ ἓν ἐστὲ πολυμερὲς σῶμα, καὶ εἰς ἀλλήλους χωροῦσιν ὑμῶν τὰ κατορθώματα δι᾽ ἄκραν ἀγαθότητα θεοῦ, λογιζομένου ὑμῶν ἕκαστον ὡς πάντας, καὶ τοὺς ἅπαντας ὡς ἕνα ἕκαστον. Ὦ τῆς θείας ἀντιστροφῆς καὶ τῆς φιλανθρώπου ἀναστροφῆς! Καὶ μὴ ἀπιστήσητε τὸ δρᾶμα. Καὶ τίς λοιπὸν τοσοῦτο πολυκατόρθωτος καὶ μυριοενάρετος, εἴπερ φρονεῖτε καὶ ἐμμένετε μέχρι τέλους τῷ σταδίῳ, ὡς ὑμεῖς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·