Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 76
ΛΟΓΟΣ Οϛ΄.
Ἱδροῦν ἀπαύστως ἕνεκα σωτηρίας.
ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,
Ἡ συνοχὴ τῶν πραγμάτων καὶ ὁ τῶν παραβαλλόντων πνευματικῶν καὶ κοσμικῶν προσώπων ἐπίσκεψις διϊστᾷ ἡμᾶς σχεδὸν εἰπεῖν καὶ ἀπὸ εὐχῆς καὶ ἀπὸ ἀναγνώσεως καὶ ἀπὸ ἀναστροφῆς ἡμῶν· ὥστε μηδὲ τὴν κατὰ συνήθειαν κατήχησιν ἰσχύειν με ποιήσασθαι· ἀλλ᾽ ὑμεῖς, πιστεύω, ὅτι τὰ ὑστερήματα ἡμῶν ἀναπληροῦτε, ἀντὶ τῆς ταπεινώσεως ἡμῶν ὑπερευχόμενοι καὶ ἀντὶ τῆς ταλαιπωρίας ἡμῶν σχολάζοντες καὶ ὑμνολογοῦντες. Καί γε τέκνα ἔχεσθε τοῦ σκοποῦ ὑμῶν, καὶ τὸν ἀγῶνα τὸν καλὸν ἀγωνίζεσθε, καὶ τὸ ἔργον τοῦ θεοῦ ἐκτελεῖτε, εἷς ὑπὲρ ἑνὸς ἐπιμοχθοῦντες καὶ ἐργαζόμενοι καὶ τὰ πνευματικὰ καὶ τὰ σωματικὰ· καὶ μηδαμόθεν ἐγκοπὴν δίδωτε ἐν τῇ καλῇ ὑμῶν πολιτείᾳ, ἐν τῷ ἰσαγγέλῳ ὑμῶν βίῳ, ἐν τῇ μακαρίᾳ ὑμῶν διαγωγῇ. Πολλοὶ οὖν τρέχουσι καὶ πυκτεύουσιν ἐν ταῖς τοῦ κόσμου πραγματείας καὶ κερδαίνουσι τὰ φθειρόμενα καὶ οὐκ ἀπολαύουσιν αὐτῶν, οὐδὲ παραυτίκα· ἀλλ᾽ εἴτε ὑπὸ ἐπηρείας ἀνθρωπίνης, εἴτε ὑπὸ ἀρχοντικῆς ἐξουσίας, εἴτε ὑπὸ κλεπτῶν μηχανίας, εἴτε ὑπὸ ναυαγίου θαλάσσης, καὶ ἄλλων ὅσων οὐδὲ ἐστὶ τρόπων φάναι, τὰ πολλοῖς ἱδρῶσι καὶ πόνοις κτηθέντα, ἄρδην ἀπόλλονται. Ὑμῶν δὲ τὸ ἔργον, πατέρες μου, μένει ἀναφαίρετον, μένει πολυπλασιαζόμενον, μένει αἰωνιζόμενον. Οὔτε γὰρ βασιλεὺς, οὔτε ἄρχων, οὔτε δυνάστης, οὔτε κακοῦργος δυνήσεται ἀποσυλῆσαι ποτέ.
Λοιπὸν ἵνα χαίρητε καὶ εὐφραίνησθε, οὐ καθὼς ὁ κόσμος χαίρει καὶ εὐφραίνεται. Ἐπειδὴ οὐκ ἐστὲ ἐκ τοῦ κόσμου, ἀλλ᾽ ἐκλογὴ θεοῦ ὑπάρχετε, ἀδελφοί μου. Λοιπὸν ἵνα κουφίζεσθε καὶ ἐπαίρησθε ταῖς τῶν μελλόντων ἀγαθῶν ἐλπίσι, καὶ μὴ συμπίπτητε τοῖς συμβαίνουσι λυπηροῖς. Λοιπὸν ἵνα οἴδατε, ὅτι βασιλεύετε ἐν κυρίῳ τὸ κράτος κατὰ τῶν παθῶν φέροντες. Ποῖον τοίνυν κρεῖττον, σὰρξ ἢ ψυχή; Δῆλον ὅτι τὸ δεύτερον. Λοιπὸν οὖν ὑμεῖς δεσπόζετε ἀληθινῶς, πατέρες μου· ὁ γὰρ ἀπτόητος τῶν ἀνθρωπίνων φόβων καὶ ἀνάλωτος τῆς ἀνθρωπίνης δόξης, καὶ ἀμέθεκτος τῆς τοῦ κόσμου ἐπιθυμίας, αὐτοκράτωρ κατὰ τῆς ἁμαρτίας γενόμενος δεσπότης κόσμου δικαίως ἂν ῥηθήσεται. Στέφανον οὖν χρυσοκόλλητον τὸν ἐκ μαργάρων καὶ λίθων πολυτελῶν οὐ φορεῖτε· τοῦτο γὰρ ὕλη ῥέουσα καὶ ἄστατος. Ἀλλὰ διάδημα κάλλους δόξης περὶ τὴν τιμίαν ὑμῶν κεφαλὴν τῆς ψυχῆς ἐπιτίθεσθε· ἱμάτιον πορφυρόβαφον καὶ χρυσόνημον οὐ στολίζεσθε, ἀλλὰ χιτῶνα ποικίλον καὶ θεούφαντον καὶ ὑπὲρ χρυσίον καὶ λίθον ἐκτετιμένον ἄγαν, τῶν ἀρετῶν λέγω, περιβάλλεσθε· καὶ ἡ ὄψις τῆς ψυχῆς ὑμῶν ὡραία, καὶ πᾶσα ἡ δόξα ὑμῶν ἔσωθεν κατὰ τὸν ἱεροψάλτην Δαυῒδ, ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη πεποικιλμένη.
Ἐπιμείνατε οὖν, τέκνα μου, λοιπὸν ὅσον ἔτι μικρὸν, κἀγὼ ὑμᾶς ὑπομνήσω τι συναντήσει ὑμῖν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· φῶς, ζωὴ, ἀγαλλίασις, δόξα, εὐφροσύνη, μακαριότης, ἀθανασία, εὐζωΐα, ἀφθαρσία. Καὶ τίς τοιούτων ἀγαθῶν προκειμένων οὐ δράμῃ, καὶ διώξει καὶ καταλάβῃ; καὶ πάντα παθεῖν θελήσει, μόνον ἵνα κερδήσῃ τὸ ἓν καὶ ζητούμενον καὶ παρ᾽ ὀλίγοις εὑρισκόμενον; Ἐπειδὴ βιαστῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ ὀλίγοι εἰσὶν οἱ εἰσερχόμενοι διὰ τῆς στενῆς πύλης· καὶ μικρὸν τὸ ποίμνιον, ὃ ὁ πατὴρ ἡμῶν ὁ οὐράνιος ἠρετίσατο, φησί. Ταῦτα μὲν ἐπ᾽ ὀλίγον διὰ τὴν βραδύτητα τῆς ὥρας. Ὁ δὲ θεὸς τῆς εἰρήνης ὁ διδοὺς εὐχὴν τῷ εὐχομένῳ καὶ εὐλογῶν δικαίους, ἐνισχύσει καὶ εὐλογήσει καὶ κατευοδώσει ὑμᾶς εἰς πᾶν ἀγαθὸν καὶ θεοφιλὲς πρᾶγμα ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.