Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Great Catechesis

Great Catechesis

St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905

Catechesis 77

ΛΟΓΟΣ ΟΖ΄.
Χαίρει προεστὼς εὐδρομοῦσι τοῖς τέκνοις.

ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,

Ἅπαξ σιωπήσομαι, οἶδα τοῦτο, τὴν τελευταίαν σιωπὴν· ἐπὰν δὲ ἐστιν ἐν τοῖς ῥισί μου πνοὴ, οὐ διαλείψομαι τὴν ὑπόμνησιν ὑμῖν ποιήσασθαι κατὰ τὸ κεχρεωστημένον μοι. Ἀντιβολῶ δὲ τοῦ προσέχειν ὑμᾶς καὶ ἐνωτίζεσθαι τὰ ῥήματά μου, καὶ μάλιστα ἐν τῇ ὥρᾳ ταύτη, καὶ ἐν ᾗ ἀπὸ τοῦ κανόνος τυραννεῖ ὑμᾶς ὁ ὕπνος ὡς εἰδότας, ὅτι οὐκ ἀπονητὶ, οὐδὲ εἰκαιολογικῶς προέρχονται· ἀλλὰ μετὰ πολλῆς φροντίδος καὶ τήξεως καρδίας μου· προσθήσω δὲ καὶ ἀγάπης θερμῆς τοῦ περιέχοντός με πρὸς ὑμᾶς πνευματικοῦ φίλτρου· ἐπειδὴ τέκνα μοι ἐγεννήθητε ἀναξίῳ ὄντι, καὶ μαθηταὶ χρηματίζετε ἀπαιδεύτῳ ὑπάρχοντι. Οὐ σοφίας μοι λόγος, οὐ πρᾶξις, οὐκ ἄλλη τις, οὐ μικρὰ οὐ μεγάλη ἀρετὴ, ἢ μόνον τὸ ἄφατον ἔλεος τοῦ θεοῦ καὶ ἡ πατρικὴ εὐχὴ, εἰς τὸ ἡγεῖσθαι καὶ διεξάγειν ὑμᾶς. Χαρά με οὖν πολλὴ περιλαμβάνει, τέκνα μου, ἡνίκα ἐπιβλέπω τὴν εὐταξίαν ὑμῶν καὶ τὴν διακράτησιν καὶ τὴν διάσωσιν ἑκάστου· καὶ ὅλος εἰμὶ προθυμούμενος καὶ εὐφραινόμενος καὶ κουφιζόμενος ταῖς ἐλπίσι, καὶ δοκῶ οἷον βασιλεύειν, καὶ οὐδέν μοι τερπνὸν πρὸς τοῦτο, οὐ βρῶσις, οὐ πόσις κἂν γαστριμαργῶν εἰμί. Ἀλλ᾽ οὖν οὐδὲ κτήματα, οὐδὲ χρήματα, οὐ προσόδοι, οὐ δόξαι, οὐκ ἀπολαύσεις, κἂν φιλοδοξῶν εἰμί. Προσθήσω δὲ, οὐδ᾽ αὐτὸ τὸ ἡλιακὸν καὶ παντέραστον φῶς, ἢ ἄλλο τι τῶν ὁρωμένων καὶ λαλουμένων. Ἐπειδὰν δὲ εἴδω διαστροφήν τινα γινομένην ἀνὰ μεταξὺ ὑμῶν, ἀσχάλλω καὶ ἀδημονῶ καὶ ἄλγος περιφέρω τῇ ψυχῇ βαρύτατον, τὴν ἐκ τῶν ἁμαρτιῶν μου ὑφορώμενος αἰτίαν, καὶ τὸ ἀνάξιον τῆς ἐπιστασίας καὶ προστάσεώς μου· καὶ ἐμαυτῷ ὅπως ἐπιλέγω ἵνα ἀκούσητε· Δύναταί τι ἐκ Ναζαρὲτ ἀγαθόν εἶναι· εἰδὼς τὸ ἀσθενές μου καὶ πολυαμάρτητον.

Συστήσασθε τοίνυν, τέκνα μου, ἐκ τῆς ὑμῶν εὐταξίας, καὶ χρησιμεύσατέ με ἐκ τῆς ὑμετέρας εὐκληρίας· καὶ δότε καὶ χαίρειν καὶ εὐδοξεῖν καὶ σώζεσθαι εὐπράττοντες ἐν τῇ μακαριστῇ ὑμῶν ὑποταγῇ· τῷ ὄντι γὰρ, τέκνα μου, εἰς ἁγίαν κλῆσιν ἤλθετε, καὶ εἰς ὁσίαν πολιτείαν ἐφθάσατε, καὶ εἰς ἀγγελικὴν τάξιν κατελογίσθητε. ἐκείνης τῆς θείας φωνῆς πληρωταὶ γεγονότες. Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου πάντα τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς· καὶ ἄρον τὸν σταυρόν σου, καὶ δεῦρο ἀκολούθει μοι. Ἐσταυρώθητε τοίνυν τῷ κόσμῳ καὶ ἀπάρτι ἐκ τοῦ κόσμου οὐκ ἐστέ. Εἰ γὰρ ἦτε ἐκ τοῦ κόσμου, φησὶν, ὁ κόσμος ὑμᾶς ἐφίλει καὶ κατεῖχεν· ἀλλ᾽ ὅτι ἐκ τοῦ κόσμου οὐκ ἐστὲ, κατὰ τὸν λόγον τοῦ κυρίου· διὰ τοῦτο ἴσως μισεῖ ὑμᾶς ὁ κόσμος. Ὑμεῖς οὖν μέλλετε ἐγκαυχᾶσθαι ἐν ἐκείνῃ τῇ ὥρᾳ μετὰ τῶν ἁγίων ἀποστόλων λέγοντες πρὸς κύριον· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι· καὶ ὅτι ὑπὲρ σὲ οὐ πατέρα, οὐ μητέρα, οὐκ ἀδελφοὺς, οὐκ ἀδελφὰς ἠγαπήκαμεν· ἀλλὰ πάντα σκύβαλα ἡγησάμενοι, ἐλογισάμεθα μέγαν πλοῦτον εἶναι τὸ σὲ κερδᾶναι. Καὶ μὴ ψεύδομαι. Οὐκ ἀληθὲς οὐ πεποιήκατε οὕτως; Καί γε διὰ τοῦτο ἀντακούσεσθε τὸ· Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἑτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς τοῦ κόσμου. Καὶ τὸ· Εὖ δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου· Καὶ ἄλλα τούτοις ἐφόμοια καὶ ἐπάξια.

Τούτου τοίνυν ἀγαθοῦ ἐπιτετυχηκότες, καὶ τοιοῦτον βίον ἐπανῃρημένοι πολυθαύμαστον καὶ οὐρανοπολίτευτον, ἆρα οὐ χαίρετε; οὐ σκιρτᾶτε; ἆρα οὐ ψάλλετε μετὰ τοῦ Δαυῒδ· Τί ἀνταποδώσομεν τῷ κυρίῳ, περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν; Ναὶ, ἀλλὰ πρόσθετε καὶ τὸ· Ποτήριον σωτηρίου ληψόμεθα· τὸ δέ ἐστιν, κένωσις αἵματος μαρτυρίου ἡνίκα καιρός. Αἶ, αἶ, τέκνα μου, πόσοι ἐπιθυμοῦσι βλέψαι ἃ βλέπετε, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ ἐπιτυχεῖν ἃ ἐπετύχετε· καὶ ἢ διὰ συνάφειαν γυναικὸς, ἢ διὰ προβολὴν τέκνων, ἢ διὰ φιλίαν σαρκικὴν, ἢ διὰ δόξαν κοσμικὴν, ἢ διὰ χρημάτων περιβολὴν, ἢ διὰ πρόληψιν ἁμαρτητικὴν, ἢ δειλίαν ψυχικὴν, ἢ δι᾽ ἀπορίαν ὁδηγητικὴν, ἢ διὰ σπάνιν προστατευτικὴν καὶ ἀληθινὴν, ἢ διὰ συνήθειαν βιωτικὴν, ἢ δι᾽ ἄλλους πολλοὺς τρόπους, ἀποφυγεῖν ἀδυνατοῦσι καὶ προσδραμεῖν ἀμηχανοῦσι, καὶ μένουσι τῇ μὲν ἔξω ἐπιφανείᾳ ὡς εὐφραινόμενοι, τῇ δὲ ἔσωθεν διαθέσει κατακοπτόμενοι.

Δῶμεν οὖν δόξαν τῷ θεῷ διὰ ταῦτα, τέκνα μου ἠγαπημένα, καὶ ἀεὶ τὸ εὐκατόρθωτον, καὶ πάντοτε τὸ θεοκίνητον, τὸ νεόκτιστον ἔστω ὑμῖν· ἵνα οὕτω βελτιούμενοι καὶ οὕτως ὑψούμενοι ἀμαχῶς εἰς ἀλλήλους καὶ εἰρηνικῶς καὶ ἠκριβωμένως μέχρι καὶ λόγου καὶ κινήματος καὶ βαδίσματος καὶ ἐξαγγέλματος θεραπεύωμεν τὸ θεῖον· καὶ εὐτρεπισμένοι ὦμεν πρὸς τὴν τοῦ θανάτου ἔξοδον, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·