Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Great Catechesis

Great Catechesis

St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905

Catechesis 78

ΛΟΓΟΣ ΟΗ΄.
Χριστὸν μιμεῖσθαι τῷ φέρειν ἃ προστύχῃ.

ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,

Εἰ οἱ ἄνθρωποι καλούμενοι ἐνταῦθα παρὰ βασιλέως πρὸς δόξαν καὶ εὐημερίαν καὶ πλοῦτον καὶ τροφὴν καὶ ἀπόλαυσιν ἀόκνως καὶ σπουδαίως καὶ περιχαρῶς ἐν τούτῳ φέρονται, πόσῳ ὀφείλομεν ἡμεῖς παρὰ τοῦ τῶν ὅλων θεοῦ καὶ βασιλέως καλούμενοι, οὐκ εἰς τὰ προειρημένα μηδαμινὰ καὶ φθαρτά· ἀλλ᾽ εἰς βασιλείαν οὐρανῶν καὶ εἰς φῶς ἀδιάδοχον καὶ εἰς ζωὴν ἀτελεύτητον καὶ εἰς ἀνεκλάλητον μακαριότητα καὶ εἰς υἱοθεσίαν καὶ κληρονομίαν αἰωνίων ἀγαθῶν μετὰ σπουδῆς καὶ χαρᾶς καὶ ἀκορέστου προθυμίας κατὰ πᾶσαν ἡμέραν καὶ ὥραν τρέχειν καὶ πυκτεύειν καὶ σπεύδειν, καὶ μηδὲ θλίψιν καὶ στενοχωρίαν, μηδὲ λιμὸν, μηδὲ δίψαν, μήτε κίνδυνον ὡς εἰπεῖν, μήτε μάχαιραν, μήτε θάνατον δεδοικέναι καὶ ὑποστέλλεσθαι. Ἀλλ᾽ ἀνδρείως καὶ εὐσθενῶς καὶ μεγαλοψύχως τὴν ἀσκητικὴν ὁδὸν προέρχεσθαι· καὶ πάντα ὑπομένειν ὡς κοῦφα καὶ ἐλαφρὰ κατὰ τὴν προκειμένην παραδοκίαν καὶ ἐλπίδα ἡμῶν παμμακάριστον. Ὕπνος τοίνυν ψυχῆς ἐστι τὸ καταπίπτειν καὶ ὀλιγωρεῖν πρὸς τὴν ἄσκησιν.

Διὸ παρακαλῶ ὑμᾶς, τέκνα καὶ ἀδελφοὶ, ἐκ τῆς συντελείας τοῦ τοιούτου ἡμῶν ἔργου τὸ πέρας εἰδότες, ὅτι μέγα καὶ θεῖον καὶ ἀνεκλάλητον καὶ μακάριον. Φέρωμεν καὶ ἐνέγκωμεν τὴν καλλίστην ἡμῶν ὑποταγὴν καὶ τὰ ταύτης ἀνδραγαθήματα, τὴν στέρησιν τῶν οἰκείων θελημάτων, τὴν πανυπήκοον κίνησιν καὶ διάπραξιν, τὴν πολύβολον καὶ πολυπληθέα ἐπίπληξιν, τὸν ἄνω καὶ κάτω περικλυσμόν. Ἀληθῶς γὰρ καὶ περὶ ἡμῶν τὸ ἀποστολικὸν ἐκεῖνο φᾶναι· “Ὅτι μέχρι τῆς ἄρτι ὥρας, καὶ πεινῶμεν, καὶ δειψῶμεν, καὶ γυμνητεύομεν, καὶ ἀστατοῦμεν, καὶ ὀνειδιζόμεθα, καὶ κολαφιζόμεθα, καὶ ἀδημονοῦμεν· ἀλλ᾽ ἐν τούτοις πᾶσι, φησὶ, ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς”.

Ἐνδυναμώθητε καὶ αὐτοὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ, ὦ τέκνα πολυπόθητα, καὶ πρὸς τοῖς προτέροις ὑμῶν ἀγῶσι καὶ πειρασμοῖς συνάψατε τὰ περιστάμενα καὶ τὰ μέλλοντα. Πᾶσαν χαρὰν ἡγούμενοι, ὅτι ἠξιώθητε ἐθελουσίως ὑπὲρ τοῦ σωτῆρος Χριστοῦ τὰ τοιαῦτα πάσχειν· καὶ γίνεσθε μιμηταὶ τῶν παθημάτων αὐτοῦ. Τοῦτο μόνον τοῖς συνιοῦσι μέγιστον εἰς ἀνταπόδοσιν.

Ἀναμνήσθητε οὖν ὅσα ἐκεῖνος ὑπὲρ ἡμῶν ἔπαθε, ὦ τέκνα. Οὐκ ἐνηπίασε κατὰ σάρκα; Οὐ πέφευγε τὴν παιδοφονίαν Ἡρώδου; Οὐκ ὑπετάγη τοῖς γονεῦσιν; Οὐχὶ δωδεκαέτης μὴ μεμαθηκὼς γράμματα διήλεγε τοὺς ἐν τῷ ἱερῷ; τοῦτο πρὸς τοὺς ἀγραμματίστους, ἵνα μὴ λυπῶνται. Οὐχὶ ὡδοιπόρησε πολλάκις καὶ κεκοπίακε ἐπιζητῶν βρῶσιν ἐν τῇ συκῇ; Οὐ καθυβρίσθη ὑπὸ τῶν Ἰουδαίων; Οὐκ ἤκουσε· “Δαιμόνιον ἔχεις” καὶ “Ἐν βελζεβοὺλ ἄρχοντι τῶν δαιμόνων ἐκβάλλεις τὰ δαιμόνια;” Οὐκ ἐλιθάσθη καὶ ἔλαθε τοὺς βάλλοντας; Καὶ πρὸ τούτου οὐκ ἐπειράσθη ἐν τεσσεράκοντα ἡμέραις νῆστις ὑπὸ τοῦ διαβόλου ὡς ἄνθρωπος; Ὅτε φησιν ἐκεῖνος· “Ταῦτα πάντα σοὶ δώσω, ἐὰν πεσὼν προσκυνήσῃς με·” καὶ ἤκουσε παρ᾽ αὐτοῦ· “Ὕπαγε ὀπίσω μου σατανᾶ” καὶ τὰ ἕτερα; Οὐκ ἀπένιψε ὑπηρετικῶς τοὺς πόδας τῶν οἰκείων μαθητῶν; Οὐκ ἠρνήθη ὑπὸ τοῦ προδότου; Οὐ συνελήφθη ὑπὸ τῶν Ἰουδαίων; Οὐκ ἠρεσχελήθη ὑπὸ Ἄννα καὶ Καϊάφα; Οὐκ ἐῤῥαπίσθη ὑπὸ χειρὸς δούλου; Οὐκ ἐφραγελλώθη ὑπὸ Πιλάτου; Οὐκ ἐμαστίχθη ὑπὸ χειρῶν ὧν ἔπλασεν, ἀκανθοφορῶν ἐν ἐμπαιγμῷ; Οὐκ ἀνῆλθεν ἐπὶ σταυροῦ; Οὐκ ἐνεπάρθη ἤλοις τὰς ἁγίας χεῖρας καὶ τοὺς πόδας; Οὐκ ἤκουσε πολλὰ ὑβριστικὰ ἐν τῷ σταυρῷ; Οὐκ ἐνύχθη τὴν ἁγίαν πλευρὰν λόγχῃ; Οὐκ ἐποτίσθη διψῶν τὸ τῆς χολῆς πόμα; Οὐκ ἐτάφη καὶ ἀνέστη, ὡς θεὸς τριήμερος;

Τί γοῦν ἔχομεν καὶ ἡμεῖς εἰπεῖν, ὅτι τοσαῦτα πεπόνθαμεν; Προβαλοῦ μοι, ἀδελφὲ τὸν νῶτον μεμαστιγωμένον, ὡς ὁ Χριστός σου, τὰς παρειὰς τετυμμένας· τὰ μύρια γελάσματα καὶ ὀνειδίσματα καὶ χλευάσματα, πάντα τὰ μέλη σου καθηγνιασμένα τοῖς πάθεσιν· ἀλλ᾽ οὐ πάντως ἔχεις. Εἰ δ᾽ οὖν καὶ μακροθύμως τὰ μικρὰ στέρξον, καὶ δι᾽ ἄκραν ἀγαθότητα ὁ φιλάνθρωπος συνδοξάσει σε ἐν τῇ παλιγγενεσίᾳ, διὰ τοῦ τηλικούτου σχήματος· οὐδὲν γὰρ ἄλλο τὸ σχῆμα ἢ τὸ τοῦ σταυροῦ καὶ τοῦ θανάτου αὐτοῦ ἐπάγγελμα.

Ταῦτα μικροπρεπῶς ὑπεμνήσαμεν, μηδὲν ὧν λέγομεν πεπραχότες· ἀλλ᾽ ἵνα ἀμφότεροι διὰ τῆς ὑπομνήσεως προθυμώμεθα, καὶ πάλιν διεγειρώμεθα, καὶ πάλιν διανιστάμεθα, καὶ πάλιν γοργευώμεθα, τὰς διακονίας ἀναλιγώρως κρατοῦντες καὶ ἐκπληροῦντες, οἵας ἕκαστος ἔτυχεν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·