Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 79
ΛΟΓΟΣ ΟΘ΄.
Πίστει καθαρᾷ τὴν καλὴν τρίβον τρέχειν.
ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Ὄντως ὅσον ὅσον διεφύγομεν τὰ τοῦ βίου, καὶ ἤλθομεν, ὡς ἐν λιμένι, πρὸς τὸ ἱερὸν σχῆμα ἡμῶν· ἀλλ᾽ οὖν ὡς ἐν θαλάσσῃ ἐσμὲν ἐν τῷ κόσμῳ τούτῳ, οὐκ εἰδότες ὁπότε πνεύσει λαίλαψ δαιμονικὸν καθ᾽ ἡμῶν, ὑποβρύχιον. τὸ σκάφος τῆς ψυχῆς ἡμῶν ποιεῖσθαι πειρώμενος· ἢ ὥς τινας πειρατὰς νοητοὺς ὑπαντήσομεν, ἢ ἐπὶ ποῖα βράχη παθῶν ἀφυλάκτως ἐλευσόμεθα κατὰ τὸ ἑξῆς τῆς ζωῆς ἡμῶν· καὶ παντάπασιν εὕρωμεν ἀναυαγήτως διαπερᾶσαι τὸν ἀπὸ γῆς πρὸς οὐρανὸν πλοῦν ἡμῶν.
Διὰ τοῦτο προσεκτέον, ὦ τέκνα, ἀγρυπνεῖν, καὶ ἐπιτηρεῖν, καὶ διασκέπτεσθαι εἰσβολὰς τῆς πανουργίας τοῦ δαίμονος, ἵνα πρὸς τὴν ἐπιφορὰν τοῦ πάθους εὐθέτως ἀποκαθιστάμεθα, καὶ ἀποτρεπώμεθα αὐτοῦ τὴν ἐπήρειαν, καὶ μένωμεν ἀβλαβῶς διαπλέοντες καὶ κρατοῦντες τὴν ἄγκυραν τῆς πίστεως ἡμῶν.
Ὅτι μὲν οὖν τοῖς πατρικοῖς κατορθώμασι φωτίζονται οἱ μαθητευόμενοι, παντί που δῆλον, καὶ οὐδεὶς ὁ ἀντιλέγων, ὡς μὴ τῇ τοῦ προεστῶτος ἀρετῇ ἀφομοιοῦσθαι τὸν ὑπήκοον, καὶ ἐντεῦθεν ὁμολογουμένως, ὅτι οἱ ἔκπαλαι θεῖοι ἄνδρες κράτιστοι γεγόνασι καὶ τῆς θείας ἐπιβλήσεως ἄξιοι, οὐ μὴν τοῦ καθόλου ἐκληπτέον τοῦτο· ἔσχε γὰρ καὶ τὸ ἐναντίον· μᾶλλον δὲ, ἵνα συντόμως εἴπω, οὐκ ἄλλοθεν τὸ τῆς σωτηρίας ἐφόδιον ἢ ἐκ πίστεως μόνης. Διατοῦτο πίστει ὁ θεῖος Δοσίθεος διήνυσι τὸν τῆς εὐπειθείας δρόμον ἀνεξερεύνητος μένων πρὸς τὰ ἐντελλόμενα παρὰ τοῦ καθηγουμένου. Καὶ πῇ μὲν πεπυρακτωμένας τὰς παρειὰς αὑτοῦ φέρων· πῇ δὲ κλευαζόμενος ἐν τῷ βουκακράτῳ, εἶτα ἐκ τούτου καὶ ἐξ ἑτέρου ἀποστερούμενος ἀγογγύστως. Πίστει ὁ μακάριος Ἀββακύρης ἐν ἔτεσι πέντε καὶ δέκα ἤνεγκε τὰ παρὰ τῆς ἱερᾶς ἐκείνης συνοδίας κολαφίσματα καὶ κατεμπαίγματα καὶ ἀποδιώγματα νεανικῶς καὶ ἀνδρείως καὶ ὡς οὐδὲ αἰσθανόμενος τῶν ἐπιφορῶν· ἀλλὰ καὶ ὑπεραπολογούμενος τῷ πυθομένῳ πατρὶ ἁγίῳ τὰ κράτιστα. Πίστει ἐν ἐκείνοις αὐτοῖς τοῖς θεσπεσίοις μαθηταῖς, ὁ μὲν τὸν ἐπιληπτικὸν ἀνεπιλήπτως ὑπεκρίνετο προστασσόμενος· ὁ δὲ μετάπτωσιν τοῦ πρωτίστου βαθμοῦ ἐδέχετο· ὁ δὲ παραστήκειν ἠνείσχετο τῶν ἀδελφῶν ἐσθιόντων· καὶ ταῦτα ἐν γηραλέῳ τῷ φρονήματι καὶ τῷ σώματι.
Πίστει Θεόδωρος ἐκεῖνος καλούμενος ὁ ἡγιασμένος διαλογισμὸν προστασίας τριετίαν ἠφώριστο ὑπὸ τοῦ μεγάλου Παχωμίου, καὶ οὐκ ηὐθαδείασε. Πίστει τὸν τῆς ὑπακοῆς καρπὸν τεθηλότα ἐδρέψατο ὁ τριχρονίαν τὴν πατρικὴν ῥάβδον ποτίσαι ἀνασχόμενος.
Καὶ ἵνα ἐκ τῶν ἀτημελῶς βιωσάντων καθηγεμόνων μνησθήσομαι, πίστει Ἀκάκιος ἀείζωός ποτε μὲν τὸν ὀφθαλμὸν εἶχε πεπελιδνωμένον, ποτὲ δὲ τὴν κόῤῥην τετυμμένην, ποτὲ δὲ τοῦτο κἀκεῖνο κατατιμωρούμενον μέλος, καὶ οὕτως ἀθανασίας ἐπέτυχε.
Πίστει καὶ Ζαχαρίας ὁ ἀείμνηστος, εἰ καὶ Πνεύματος θείου ἐμπέπληστο, καὶ πληγὰς ὑπεδέξατο καὶ τοῦ πατρὸς οὐ διακεχώριστο. Πίστει κἀκεῖνος ὁ θαυμάσιος Τόνσυν ὡς βούβαλον ὁρᾶν κατεπείθετο. Καὶ ἄλλος τὸν ποταμὸν διεπέρασε βασταζόμενος ὑπὸ κροκκοδείλου· καὶ ἕτερος ἀνεκομίζετο πρὸς σωτηρίαν ἀπὸ τοῦ πτώματος.
Καὶ ἄπος· ὅστις οὖν τῶν ἁγίων, οὐ μόνον ἐπὶ Ἀβραὰμ τοῦ πρωτοϋπηκόου καὶ τῶν κατ᾽ αὐτὸν, ἀλλὰ καὶ ἐπὶ τῶν ἐφ᾽ ἡμῖν θεωρουμένων τελείων ἀνδρῶν, τῷ τῆς πίστεως ὅπλῳ διῆλθε διὰ πυρὸς καὶ ὕδατος τῶν τοῦ πονηροῦ παγίδων, καὶ ἐξῆλθεν εἰς ἀναψυχὴν αἰωνίαν.
Ὁ δὲ Ἰούδας οὐδὲν ἀπώνατο, τοιοῦτον καὶ τηλικοῦτον ἔχων τὸν διδάσκαλον Χριστὸν τὸν θεὸν ἡμῶν, σημεῖα καὶ τέρατα ἐργαζόμενον, ὧν οὐκ ἔστιν ἀριθμός· ἀλλὰ καὶ τοῦ ἱεροῦ χοροῦ τῶν ἀποστόλων ἀπεπήδησε, καὶ τὸν κύριον τῆς δόξης παρέδωκε δολερῷ φιλήματι προσαγορευόμενος. Εὑρίσκομεν δὲ καὶ ἐπὶ τὸ αὐτὸ ἑξήκοντα γεννάδας κατὰ τοῦ ἡγιασμένου Σάβα δράσαντας ἄθεα καὶ ἔκτοπα καὶ ῥίψαντας ἑαυτοὺς εἰς ἀπώλειαν. Καὶ διὰ τί; Μὴ δυσωπήθησαν ἀμφότεροι ἐκ τῆς σωστικῆς συνοικήσεως καὶ τῶν ἀναλαμπουσῶν θεοσημειῶν; Ἀλλ᾽ ὡς εἴρηται, ἐπὰν ἀσθενήσῃ ψυχὴ εἰς πίστιν, πέπτωκεν· ὃ γὰρ οὐκ ἐκ πίστεως ἁμαρτία, φησιν, ἐστί.
Καὶ ταῦτα εἴρηκα, ἵνα ἐκεῖνο ὑμῖν ἀποδείξω; ὅτι, εἰ καὶ μόνος ἁμαρτωλός εἰμι ἐπὶ τῆς γῆς, μηδὲν ἔχων οἴκοθεν διδακτικὸν ἢ φωτιστικὸν τῆς σωτηρίας ὑμῶν· ἀλλ᾽ ἐὰν ὑμεῖς θέλητε σώζεσθαι ὁλοσθενῶς, οὐδὲν τὸ κωλύον καὶ ἀπεῖργον, ἔχοντες τὰ ὑποδείγματα κατὰ πρόσωπον.
Μοχθήσατε τοιγαροῦν, τέκνα μου, καὶ τὸ δυσπειθὲς ἀπώσατε, καὶ τὸ δύσπειστον ἀποσκορακίσατε· καὶ μὴ τυφλοῦσθε ἐν ταῖς ἁμαρτίαις μου· ἀλλὰ καθαίρεσθε ἐν ταῖς εὐπιστίαις ὑμῶν, καὶ περιπατεῖτε ἐν τῷ φωτὶ τῶν ἐντολῶν τοῦ κυρίου. — Καὶ ζητεῖτε καὶ εὑρήσετε, καὶ κρούετε, ἀνοιγήσεται ὑμῖν, — εὖ οἶδα καὶ πέπεισμαι. Διακρατεῖτε τὰς διακονίας ὑμῶν ἀνολιγώρως· προσκαρτερήσατε τοῖς ἐντελλομένοις ὑμῖν ἀκαταπονήτως καὶ ἀγογγύστως.
Μὴ ἐστὲ ἀψίκοροι καὶ εὐκίνητοι πρὸς τὴν ἀντιλογίαν. Μὴ ἕλκετε λόγῳ λόγον πονηρόν. Μὴ δὲ παῤῥησιάζεσθε ἐπὶ καταστροφῇ ἢ ἀπωλείᾳ ψυχῆς. Μὴ δὲ ζητεῖτε δόξαν, καὶ εὑρήσετε αὐτὴν, οὐ μόνον ἐν τῷ μέλλοντι αἰῶνι, ἀλλὰ καὶ ἐνταῦθα λαμπρῶς.
Μὴ διαμάχεσθε καὶ ἐρεσχελεῖτε, ἀδελφοί μου ἠγαπημένοι, ἐπὶ προστασίαις ἢ διακονίαις τετιμημέναις, καὶ πρωτοστατήσετε, καὶ πρῶτοι κληθήσετε, ὡς ὁ κύριος εἴρηκε ἐν ταῖς ἀϊδίαις καὶ θείαις μοναῖς.
Εἰ δὲ ἐναντίως ζητήσομεν, τὰ ἐναντία εὑρήσομεν πάντως. Καὶ ἔλθῃ ἐπὶ πᾶσαν ψυχὴν τὴν κατεργαζομένην τὸ κακὸν, θυμὸς καὶ ὀργὴ καὶ ἀτιμία, καὶ νῦν καὶ πρὸς τὸ μέλλον.
Ἀλλ᾽ ἀπείη ταῦτα. Γένοιτο δὲ ἐφ᾽ ἡμᾶς τὸ ἔλεος τοῦ κυρίου πλουσίως καὶ ἀεννάως, καθάπερ· ἐλπίσατε πρὸς αὐτόν· ὅτι αὐτῷ πρέπει πᾶσα δόξα τιμὴ καὶ προσκύνησις σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.