Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 80
ΛΟΓΟΣ Π΄.
Ὁποῖον εἶναι τὸν προεστῶτα πρέπει.
ΤΕΚΝΑ ΜΟΥ ΠΟΛΥΠΟΘΗΤΑ ΚΑΙ ΑΔΕΛΦΟΙ ΗΓΑΠΗΜΕΝΟΙ.
Ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω, οὐδ᾽ οὐ μὴ κατοκνήσω, οὐδ᾽ οὐ μὴ ὀκλάσω, κἂν ὅπως δή ποτε ἀσθενὴς ὑπάρχω καὶ λόγῳ καὶ ἔργῳ λαλεῖν, νουθεθεῖν, διεργεῖν, διαδεικνύειν ὑμῖν τὸ ὀφειλόμενον, ἂν ἕως ἐμπνέω, ἕως ἂν εἰμι μέσον ὑμῶν παραχωρήσει θεοῦ. Διότι ἀγών μοι μέγας καὶ φόβος περίεστι τῆς ἀναξίας πρὸς ὑμᾶς ὁδηγίας. Δέδια αἰσθανόμενος τὸ ἑαυτοῦ περιπαθὲς, ἰλιγγιῶ πρὸς τὸ βάθος τῆς σοφίας τῆς ἐν τῷ ἀγαθῷ ποιμένι τηρουμένης τῷ γνωστῶς γνωσωμένῳ ψυχῶν ποίμνιον ἀφηγεῖσθαι κατὰ βουλὴν τοῦ ἀρχιποίμενος τῶν ὅλων θεοῦ. Τοῦτο ἀγγέλου τινὸς, ἢ τινος τῶν ἰσαγγέλων ἁγίων· ἐγὼ δὲ ἀπέῤῥιμαι· καὶ τίς ἡ περὶ ἐμὲ καινοτομία; ὅτι σκότος ὢν φωτίζειν ἄλλους ἀποτέταγμαι; καὶ ἐναγὴς καὶ ἀκάθαρτος τυγχάνων ἁγιάζειν ἄλλους ἀπεδόθην· καὶ ἐξωσμένος ὢν ἐκ θεοῦ, ἐγγίζειν πρὸς αὐτὸν τοὺς ἐθέλοντας προήρημαι;
Ἀλλ᾽ οὖν οὐκ ηὐτομόλησα, ὡς καὶ ὑμεῖς γινώσκετε· ἔπαθον δὲ τὸ δοκεῖν ὑπακοὴν ἐκδοὺς ἑαυτὸν τούτῳ. Πλὴν οὐδεμία μοι ἀπολογία, οὐδ᾽ ἀρκοῦσα συγχώρησις, ὅτε μέλλει κρίνειν ὁ θεὸς τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανεροῦν τὰς βουλὰς τῶν καρδιῶν, καὶ ζητεῖν τοὺς ποιμένας, ὅπως τὸ ποίμνιον διεξήγαγον, εἰ τὸ ἠσθενηκὸς ἐπεσκέψαντο, εἰ τὸ συντετριμμένον κατέδησαν, εἰ τὸ πεπαλανημένον ἐπέστρεψαν προειδότες καὶ προβλέψαντες τοὺς πειραστὰς δαίμονας· ἄν τε ἰάσαντο καὶ διεξήγαγον ἕκαστον τῶν ποιμαινομένων κατά τε τὴν ἐνυπάρχουσαν αὐτῷ δύναμιν καὶ ἔξιν, ὡς ἂν κερδηθὲν μὴ ἀπόληται τὸ πλάσμα τοῦ θεοῦ· διὸ ἐν σαρκὶ ὀφθεὶς τὸ αἷμα Χριστὸς ἐξέχεεν.
Ὅλως οὖν μὴ ἀποκάμωμεν. Δεῦρο δὲ μᾶλλον ἀκούσατέ μου, τοῖς λόγοις, καὶ ἐνωτίζεσθε τὰ ταπεινά μου ῥήματα. Πᾶσιν ὑμῖν ἐπιβοῶ· πᾶσι παραγγέλλω· ὑψώθητε πρὸς τὸν θεὸν, χωρίσθητε τῶν προσπαθειῶν· ἰδοὺ βοᾷ ὑμῖν προφητικὸς λόγος· Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακὼβ τῆς ἀπαθείας. Καὶ θεασάμεθα τοῖς νοεροῖς ὀφθαλμοῖς ἡμῶν τὴν ἀποκειμένην ἡμῖν χαρὰν ἐν ἐπαγγελίαις οὐρανίαις.
Τέκνα μου οὖν ἠγαπημένα, λάβετε προθυμίαν· λάβετε πτέρυγας πυρὸς ὡσεὶ περιστεραὶ, καθὼς γέγραπται. Πετάσθητε καὶ ἀντιπεράσατε ἔνθεν ἐν τοῖς δεξίοις τῆς ἀρετῆς μέρεσι. Δέξασθε χαρὰν καὶ ἔρωτα πνευματικὸν τοῦ πόθου τοῦ θεοῦ. Γεύσασθε τῆς ἀγάπης αὐτοῦ τῆς γλυκυτάτης, καὶ ταύτης πάντα δεύτερα ἡγήσασθε. Καταπατήσατε καὶ δόξαν κενὴν, καὶ ἐπιθυμίαν σαρκὸς, καὶ θυμὸν ἀγριαίνοντα· καὶ μηδὲν ὅ τι οὖν τῶν δοκούντων εἶναι τερπνῶν κατασχεῖν ἡμᾶς δυνηθείη. Ἀλλ᾽ εὔζωνοι καὶ κοῦφοι καὶ ὀξυδερκεῖς καὶ ὀξυπετεῖς πρὸς τὴν πορείαν ἡμῶν τὴν ἀπὸ γῆς πρὸς οὐρανὸν φέρουσαν γενώμεθα.
Τοίνυν τοῖς ὁδοιποροῦσι πάρεστι τὸ ταλαιπωρεῖν· καὶ ὑμῖν οὖν τὸ αὐτὸ συμβαίνει. Ὡς ὁρᾶτε γὰρ τὰ πράγματα, ἐναθλεῖτε τοῖς θλιβεροῖς· κάμνετε, ἐξατονεῖτε, προσπεινᾶτε, καταδιψᾶτε, ὁ μὲν ἐν τῷ ὀψοποιεῖν, ἄλλος ἐν τῷ τεκτονεύειν, ἕτερος ἐν τῷ μαγειρεύειν, ὁ δ᾽ ἄλλος ἐν τῷ κελλαρεύειν, καὶ ἁπλῶς ἕκαστος ἀλλαχοῦ διαμεριζόμενος. Οὗτοι πάντες ὁδεύουσι τὴν ὁδὸν τοῦ θεοῦ, καὶ ἐγγίζουσιν εἰς τὴν μεγάλην πόλιν, καὶ διὰ θανάτου εἰσαχθήσονται εἰς τὴν ἀνεκλάλητον χαρὰν τῶν ἀποκειμένων ἀγαθῶν πᾶσι τοῖς ἠγαπηκόσι τὸν θεόν.
Ἐν τοῖς φανεροῖς οὖν ἡμεῖς ὁρῶντες εὐπεριπατοῦντας ἀποδεχόμεθα· εἰ δὲ δυστροποῦντας ἀνακτώμεθα, καὶ καταρτίζομεν κατὰ τὸ ἐνδεχόμενον. Τὰ κρυπτὰ δὲ ἡμῖν καὶ τῷ θεῷ; μὴ οὖν τις ὑμῶν κεκρυμμένως πράττῃ, ὡς ἐν σκότει τὰ ἀθέμιτα· οὐ γὰρ λήσεται τὸν ὀφθαλμὸν τὸν μέγαν, κἂν ἡμᾶς διαφεύγῃ. Ἐν τούτοις γὰρ ἀνεύθυνοι καὶ ἡμεῖς, ἀλλὰ μή τι ἐμοὶ τὸ τοιοῦτον ἐφ᾽ ὑμῖν· οὐκ οἶδα δὲ μὴ καὶ Ἰούδας πάρεστι μέσον τῶν ἔνδεκα· μὴ καὶ Γιεζὶ ὁ δολερὸς συμπάρεστι τῷ διδασκάλῳ, καὶ ἀπενέγκατο λέπραν ἐν τῇ ψυχῇ αὐτοῦ αἰωνίαν· μὴ καὶ ὡς οἱ τοῦ Ἡλεὶ τοῦ ἱερέως υἱοὶ εὑρίσκονται ἐν ὑμῖν αὐτοῖς, λιμοὶ, λαθροφαγοῦντες, ὡς ἐκεῖνοι τὰ κρέη, καὶ παροργίζοντες θεὸν, ὧν τὸ τέλος οἰκτρώτατον καὶ πονηρὸν γενήσεται καὶ ἐμοὶ τῷ ὑπὲρ τὸν Ἠλεὶ ἁμαρτωλῷ καὶ ὑμῖν τοῖς υἱέσιν ἐκείνου καθομιωθεῖσι.
Μὴ πάθοιμεν ἔτι τοιοῦτο, φεῖσαι, κύριε. Τάχα δὲ καὶ ὡς Ἀνανίας καὶ Σαπφείρα· ψευδοειπεῖν γὰρ δόξαντες τοῖς ἀποστόλοις, ἔπεσαν πτῶμα ἐξαίσιον. Γίνεται καὶ ἐν ἡμῖν· τινὸς ἡμῶν ψεῦδος ἔχοντος ἐν τῇ καρδίᾳ καὶ μὴ ἐν ἀληθείᾳ διδόντος λόγον ἐν ἀποκρίσει, ἢ καὶ ὡς ἔτυχεν συντυχίᾳ, φοβοῦμαι καὶ μάγου τοῦ Σίμωνος τὴν πτῶσιν τῷ ἁγίῳ Πέτρῳ καὶ κορυφαιοτάτῳ τῶν ἀποστόλων, ἐπὶ τιμῇ καὶ δόξῃ ἀνθρωπίνῃ θέλοντος παρεῖναι, κἂν πιθανολογῶς ἔδοξε μαθητεύειν αὐτῷ.
Μή τις οὖν ἐξ ὑμῶν ἀποσκοπῶν οὐχ ὅπως ὑποταγῇ, ἀλλὰ πρὸς καιρὸν ἐκπέσῃ τῆς προθέσεως· ἀλλ᾽ ἴσως ἐρεῖ τις τὸ καὶ τὸ, μετὰ τόσα ἔτη ποιήσω, καὶ καταπράξω. Εἶτα σὺ ὁ λέγων ταῦτα καὶ μηδὲ τὸ σήμερον εἰδὼς, ὅπως παρέλθοις, οὐκ ἐννοεῖς, ὅπως μὴ ἀκούσῃ τὸ· — Ἄφρων, ἄφρων, τῇ νυκτὶ ταύτῃ αἴρουσι τὴν ψυχήν σου ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας ἐν ἀπωλείᾳ ψυχῆς σου, τινὶ ἔσται; Τὴν οὖν τῶν ἀποστόλων μιμησώμεθα πρὸς τὸν διδάσκαλον πάντων καὶ θεὸν ἡμῶν ἀδιάζευκτον ἕνωσιν.
Διὰ τοῦτο ὡς ἐν ὀφθαλμοῖς ὄντες τοῦ κυρίου ταχύνατε εἰς τὴν σωτηρίαν ὑμῶν. Ἀγαπήσωμεν μικρὸν λυπηθῆναι, ἵνα αἰώνια χαιρῶμεν· τὸ μικρὸν ὄνειρον τῆς παρούσης ζωῆς εἰ καὶ μοχθηρὸν, ὅμως δεξώμεθα, ἵνα ἀτελεύτητον ἡμέραν τῆς βασιλείας τῶν οὐρανῶν ἀπολαύωμεν. Ἰδοὺ παρακαλεῖ ὁ θεός· ἰδοὺ ὀρέγει χεῖρα· ἰδοὺ τὸ ἅγιον Πνεῦμα συνεργεῖ· ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ, ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὑποστηρίζει. Μὴ δειλιάσωμεν· κάτω βέβληται ὁ διάβολος· νικᾶν ἠράμεθα κατ᾽ αὐτοῦ· Χριστὸς ἐγήγερται. Θάνατος οὐκέτι κυριεύει· τὰ κράτη συντέτριπται τοῦ Βελίαρ.
Ὑμεῖς, υἱοὶ τίμιοι, οἱ τρυφεροὶ τῇ τῆς ἀρετῆς λειότητι, τιμαλφέστατοι, χρυσίου καθαρώτεροι, λίθων διαφανῶν ἀγλαώτεροι, νυμφωφανεῖς, θεοπόθητοι, οὐρανογέννητοι, ἀξιοθαύμαστοι. Διότι μόνον κτῆμα ὑμῖν καὶ μόνη πατρὶς, καὶ μόνη ζωὴ, καὶ μόνη συγγένεια θεοῦ ἐστιν ὁ κύριος πάντων καὶ πλαστουργὸς τῆς κτίσεως.
Ἔτι μικρὸν, νενικήκαμεν· ἔτι μικρὸν, καὶ ὁ θάνατος πάρεστι. Σώζοισθε πάντες, ἀνδρίζεσθε ἐν κυρίῳ· ἀντιδίδοιτε τοῦ ταπεινοῦ καὶ μικροῦ λόγου μου τὴν εὐπείθειαν καὶ τὴν ἀγάπην καὶ τὰς πανιέρους εὐχὰς ὑμῶν, ἐν αἷς ἐλπίζω ἔχειν τὸ ἔλεος, ἐν αἷς ἰσχύω, μεθ᾽ ὧν καταξιωθείην τῆς βασιλείας αὐτοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν· ᾧ ἡ δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.