Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 81
ΛΟΓΟΣ ΠΑ΄
Ἐρωτικῶς πῶς πρὸς κατηχήσεις ἔχειν.
ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,
Ὁ λόγος τοῦ θεοῦ λαλούμενος, ἐὰν μὲν εἰς ψυχὴν εἰσέλθῃ νήφουσαν καὶ γρηγοροῦσαν, τὰ περὶ σωτηρίας εὐθέως αὐτὴν διαθερμαίνει καὶ διανήστησι πρὸς μείζονα καὶ τελειοτέραν σπουδὴν τῆς ἐργασίας τῶν ἐντολῶν· ἐὰν δὲ, ὡς τὴν κατ᾽ ἐμὲ, ὑπνοῦσαν καὶ ῥαθυμοῦσαν, ἐν κακίᾳ μένει ἄτονος καὶ ἀνεγέρτητος διακενῆς εἰς ἀέρα χεόμενος.
Διὰ τοῦτο ὑμεῖς φωστῆρές μου καὶ δεσπόται προσέχετε οὐ τῷ ἐξουθενημένῳ λόγῳ, ἀλλὰ τῷ σεβασμίῳ τῆς κατηχήσεως· ὅτι κοινωφελής ἐστι ἡ ὑπόμνησις, καὶ ὡς ἂν περὶ τῶν ἄλλων βουλευόμεθα, εἴτε ἡμεῖς, εἴτε ἄλλοι, οὕτως ἐπὶ τὸ αὐτὸ καθεζώμεθα οἱ πάντες βουλευόμενοι καὶ διασκεπτόμενοι, οὐ περὶ τοῦδε ἢ τοῦδε μικροῦ τινος ὄντος καὶ σωματικοῦ καὶ εἰς φθορὰν καταλήγοντος· ἀλλὰ περὶ τοῦ μεγίστου κεφαλαίου τῆς σωτηρίας ἡμῶν, πῶς ἄρα σωθῶμεν· πῶς ὁδεύσωμεν τὴν ὁδὸν τοῦ θεοῦ· πῶς διαφευξώμεθα τὰς μεθοδείας τοῦ ἀντικειμένου· πῶς καθάρωμεν ἑαυτοὺς ἀπὸ τῶν παθῶν. Τίς ὁ τρόπος; τίς ἡ ἔφοδος τῆς κατηχήσεως τῶν ἀρετῶν, δι᾽ ἧς κατὰ μικρὸν ἀναβιβαζόμενοι ἔλθωμεν πρὸς τελειότητα; Ποῖα καὶ πόσα κατορθοῦντες ἐπιτύχωμεν βασιλείας οὐρανῶν;
Ταῦτα καὶ τὰ τοιαῦτα ἔχουσα ἡ κατήχησις, ὀφείλει ἐπιθυμητικὴ εἶναι καὶ σεβασμία· μόλις γὰρ ἂν καὶ οὕτως συνερχόμενοι δυνηθείημέν πως ἐν ταῖς περὶ τῶν τοιούτων ὁμιλείαις ἐξευρεῖν τι καὶ ἐπιτυχεῖν τοῦ ἐζητουμένου. Ἔστι γὰρ ἀεὶ ὁ ἀντίδικος ὁ ἀντιπράττων καὶ ὑποσύρων ἡμᾶς, εἰ μὴ τῷ νῷ προσέχομεν εἰς τὰ ἐναντία καὶ πονηρά· εὐόλισθος οὖν ὑπάρχουσα ἡ φύσις ἡμῶν οὐ διασώζει ἐπὶ τὸ αὐτὸ τὴν κατήχησιν· ἀλλὰ ἄρτι μὲν ἤκουσε λόγον ἀναγνώσματος θανατικῆς μεταβάσεως, κριτικῆς παραστάσεως, ἀνταποδοτικῆς ἀποφάσεως καὶ εὐθὺς κατανυγεῖσα ἐστέναξεν, ἢ ἐδάκρυσεν, ἢ ἐστύγνασεν· εἶδος γὰρ καὶ τοῦτο μετανοίας. Καὶ μικρόν τι διάστημα, καὶ πάλιν ἐπελάθετο, καὶ ἀντὶ κατανύξεως ὀξύνεται, καὶ ἀντὶ δακρύσεως ἀνακαγχάζει, καὶ ἀντὶ στυγνώσεως διακέχυται τῷ προσώπῳ. Καὶ οὕτως ταλαίπωρος ἐγὼ ἄνθρωπος, ὥς φησιν ὁ ἀπόστολος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;
Ἀλλὰ μὴ δὴ, ἀδελφοί μου, μηδαμῶς οὕτως· ἀλλὰ καὶ ἐπακρουώμεθα, καὶ κατανυσσώμεθα, καὶ προσεπεκτεινώμεθα· καὶ πυρὶ πῦρ προσλαμβάνοντες ἔρωτος θείου ἀνακαιώμεθα πρὸς αὐτὸν τὰς ψυχάς. Καὶ ἀλλήλους παραθήγωμεν εἰς παροξυσμὸν ἀγάτης, εἰς ὑπακοῆς προθυμίαν, εἰς ταπεινοφροσύνης ὑπόθεσιν, εἰς εὐτονίας ἐργασίαν, εἰς πᾶν εἴ τι καλὸν καὶ τερπνὸν τῆς ἀγγελικῆς ἡμῶν πολιτείας.
Ἄρτι οὖν ὅτι σπείρομεν, πάντως ἀκολούθως καὶ δακρύομεν, καὶ κοπιῶμεν, καὶ ἐξατονοῦμεν καὶ ἐξαποροῦμεν· μικρὸν δὲ ὕστερον χαριούμεθα· ἐπειδὴ ἐν ἀγαλλιάσει θεριῶμεν, καὶ συμβασιλεύσομεν τῷ δεσπότῃ τῶν ἁπάντων θεῶ· εἴπερ καὶ συμπάσχομεν αὐτῷ διὰ τῆς ἀθλητικῆς ὑποταγῆς ἡμῶν.
Διὸ, τέκνα, ἐπιβοῶν ὑμῖν οὐ παύσομαι· Ἀγωνισώμεθα, ἀγωνισώμεθα, ἕως καιρός. Κοπιάσωμεν, κοπιάσωμεν, ἔτι μικρόν. Ὑπομείνωμεν, ὑπομείνωμεν ὅσον ὅσον, ἕως οὗ παρέλθῃ ἡ ὀνειρώδης ζωὴ αὕτη. Κἀγὼ ὑμῖν ἐξομολογοῦμαι διὰ νόμου θεοῦ· ὅτι στεφανηφορήσετε, καὶ χορεύσετε οὐράνια, καὶ εὐφρανθήσεσθε αἰώνια, ἔνθα ἀπέδρα λύπη καὶ στεναγμὸς ἐν Χριστῷ Ἰησοῦ τῷ θεῷ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.