Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 82
ΛΟΓΟΣ ΠΒ΄.
Ἐν συνοδίᾳ γνωμικόν τι μὴ θέλειν.
ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,
Εὐχή μου, ἅτε ἐκ στόματος ῥυπαροῦ καὶ ἀκαθάρτου προερχομένη, ἀνενέργητός ἐστι· πλὴν ὅτι εὔχομαι μετὰ τῶν ἄλλων· καὶ τοῦτο, ἵνα ὁ θεὸς ἡμῶν καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀνοίξῃ, ἐπὶ πλεῖον, τὰ ὦτα τῶν καρδιῶν ὑμῶν εἰς ὑπακοὴν τοῦ ταπεινοῦ μου λόγου, οὐχ ὅτι σοφός ἐστιν· οὐδ᾽ ὅτι πεπαιδευμένος, ἀλλ᾽ ὅτι ἀπ᾽ ἀγαθῆς διαθέσεως τῆς πρὸς ὑμᾶς κεκινημένος, καί γε μεριμνητικῆς· καὶ οὐ ξένον. Δεῖ γάρ με καὶ ἀγρυπνεῖν καὶ κοπιᾶν ὡς πολλάκις λέγομεν καὶ ὑποτιθέμεθα, καὶ αὐτὴν τὴν ἁμαρτωλὸν ἡμῶν ψυχὴν τιμίαν ἡγεῖσθαι πρὸς τὴν προκοπὴν καὶ σωτηρίαν ὑμῶν.
Καὶ πρῶτον μὲν δεῖ εἰπεῖν ὡς ἐληλύθατε ἐνταῦθα ἀπαρνησάμενοι γονεῖς καὶ ἀδελφοὺς καὶ συγγενεῖς ὑμῶν, αὐτὸν ὅλον τὸν κόσμον, καὶ ἐγεννήθητέ μοι πνευματικῶς τέκνα ἀναμορφωθέντα πρὸς θειοτέραν ζωήν. Ὅθεν οὐδὲ ἀνέχεσθε καλεῖσθαι ἐκ τοῦ δεῖνος καὶ τοῦ δεῖνος τῶν σωματικῶς ἐνεγκόντων ὑμᾶς· ἀλλὰ ἀπὸ τῶν πνευματικῶν πατέρων καὶ προπατέρων ὑμῶν, δεικνῦντες, ὅτι ἀπέστητε τῆς φύσεως, καὶ ἄλλην γέννησιν ἐδέξασθε τὴν προαιρετικήν. Ἔπειτα, ὅτι οὐδεὶς γνωμικὸν θέλημα ἔχει, κοινῇ δὲ πάντες τὸ ἓν φρονοῦμεν, καὶ πρὸς θεὸν, ἐπειγόμεθα. Καὶ πληροῦται σήμερον καὶ ἐν ἡμῖν τὸ ἐν ταῖς πράξεσιν ἱστορούμενον, ὅτι τοῦ πλήθους τῶν πιστευόντων ἦν ἡ καρδία καὶ ψυχὴ μία· καὶ οὐδείς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι· ἀλλ᾽ ἦν αὐτοῖς ἅπαντα κοινά.
Λοιπὸν ἴστε ἃ ἀκούετε· καὶ δοκιμάζετε ἑαυτοὺς εἰ ἐστὲ στερεοὶ καὶ ἐδραῖοι καὶ ἀμετακίνητοι· μή τις πρὸς μετάβασιν ὁρᾷ, καὶ ἐκβῇ τοῦ παραδείσου καταπεισθεὶς τῇ συμβουλῇ τοῦ ὄφεως. Καὶ τί; Πάντως τὸ κατακριθῆναι θάνατον ψυχῆς, καὶ τὸ ἀνατεῖλαι τριβόλους καὶ ἀκάνθας παθῶν πρὸ προσώπου τῆς ἐργασίας τῆς ψυχῆς αὐτοῦ. Μή τις πρὸς ἐπιθυμίαν κατολισθήσῃ σώματος, καὶ ἐν βραχείᾳ καιροῦ ῥοπῇ καὶ μικρᾷ καὶ βδελυρᾷ καὶ αἰσχρᾷ ἡδονῇ ἀπολέσῃ αἰῶνας αἰώνων, ἀπόπεμπτος βασιλείας οὐρανίου γιγνόμενος. Οὐ στεφανοῦταί τις ἐὰν μὴ νομίμως, φησὶν, ἀθλήσῃ· οὐδὲ μοναχὸς τελειοῦται, καὶ ἀπολαμβάνει τὸ βραβεῖον, εἰ μὴ τοὺς κόπους τῆς ἀσκήσεως μεγαλοψύχως περιγένηται.
Ἔγνωτε καὶ ἠκούσατε τὴν χθὲς ἡμέραν ἃ κατηχήθη τοῖς ἀδελφοῖς λαμβάνουσι τὸ σχῆμα; Ἐκείνων δὲ ὁ λόγος καὶ ἡμῶν ἐστι, ὅτι ὁμολογίαν ὡμολογήσαμεν καὶ διαθήκην διεθέμεθα ἀνὰ μέσον θεοῦ καὶ ἀνθρώπων, καὶ πεινᾶσθαι καὶ διψῆσαι καὶ γυμνηθεῦσαι καὶ κολαφισθῆναι καὶ ὑβρισθῆναι καὶ ὀνειδισθῆναι, καὶ ἐν καιρῷ καὶ τὸ αἷμα κενῶσαι ὑπὲρ Χριστοῦ.
Ταῦτα οὖν πυνθάνοντες μὴ ἀποξενιζώμεθα· ἃ γὰρ ὡμολογήσαμεν ὑποστήκομεν· ἐπεὶ τάχα παιδιά τίς ἐστι τὰ λεγόμενα· ἀλλὰ μὴ γένοιτο. Θεῖα γὰρ λόγιά εἰσιν ὑπὸ μάρτυρι θεῷ καὶ τοῖς ἐκλεκτοῖς αὐτοῦ ἀγγέλοις. Μᾶλλον μὲν οὖν καὶ χαίρειν ὀφείλομεν, ὅτι ἔφθασεν ἡμῖν ἡ ἐπαγγελία. Καὶ οἷόν ἐστι τοῖς ἔξω, ἐγκαλλωπίζεσθαι ἐν τοῖς ἐπαίνοις καὶ ἐν ταῖς τρυφαῖς καὶ εὐζωίαις, ἐξ ἐναντίας ἡμῖν τούτοις τοῖς ἐναντίοις γάνυσθαι καὶ ἐναβρύνεσθαι. Οὕτω γὰρ καὶ τὸ σχῆμα ἡμῶν δεικνύει· ἐκεῖνοι τὰ τοῦ κόσμου, ἡμεῖς τὰ τοῦ θεοῦ· ἐκεῖνοι τὰ τῆς σαρκὸς, ἡμεῖς τὰ τοῦ Πνεύματος· ἐκεῖνοι τὰ τῶν ἡδονῶν, ἡμεῖς τὰ τῆς ἐγκρατείας. Ἐπεὶ τί τὸ διαχωρίζον καὶ διϊστὰν ἡμᾶς ἀπ᾽ ἐκείνων;
Ἡ δοκεῖτε, τέκνα, ὅτι τὸ μελανοφορῆσαι καὶ ἀποκραθῆναι ἢ μακρογενειᾶσαι, τοῦτο ποιεῖ μοναχόν; Οὐδαμῶς· συμβαίνει γὰρ καὶ σαλὸν τοῦτο ποιῆσαι καὶ θυμελικόν. Τοῦτο δέ ἐστι μοναχοῦ· τὸ τῇ ἔξω θεωρίᾳ καὶ τὴν ἔνδοθεν διάθεσιν καταστηματίσαι ὥστε λέγειν· Ὁ αὐτός εἰμι· καὶ οὐκ ἀλλοίωμαι.
Ναὶ, ναὶ παρακαλῶ ὑμᾶς· ταῦτα φρονεῖτε, καὶ ἀναλαμβάνετε τὴν ἐγκράτειαν, τὴν ἡσυχίαν, τὴν στιχολογίαν, τὸ εἰς ἀλλήλους τιμητικὸν, τὸ ἐξαγορευτικὸν, τὸ φιλεργὸν, τὸ σπουδαιολόγον περὶ τῶν χρησίμων· καὶ εἴ τι ἄλλο τῶν ἐπαινετῶν.
Ταῦτα τοίνυν, τέκνα, ἐπαυξήσωμεν, καὶ καρποφορήσωμεν τὴν καλὴν καρποφορίαν· καὶ ἕκαστος τῷ πλησίον καὶ παραζηλούτω εἰς τὸ ἀγαθὸν, καὶ συναμιλλάσθω ἀφθόνως καὶ ἀβασκάνως. Καὶ ζῶ ἐγὼ, λέγει κύριος· ἀλλ᾽ ἢ τοὺς δοξάζοντάς μου δοξάσω, καὶ ἡτοιμάσω ὑμῖν τόπον ἀναπαύσεως καὶ χώραν ζώντων καὶ τόπον σκηνῆς θαυμαστῆς. Εἴη ταῦτα ὑμᾶς ἀκοῦσαι, καὶ ἰδεῖν τὸ φῶς τοῦ κόσμου καὶ θεάσασθαι τὸν ἥλιον τῆς δικαιοσύνης, καὶ τὴν ἀπρόσιτον καὶ ἀνεκλάλητον χαρὰν, καὶ τὸν τῆς ζωῆς χωρηγὸν, καὶ τὸν τῆς ἀθανασίας ταμίαν ὡραῖον ὑπὲρ ἅπαντα ὡραϊσμὸν, γλυκὺν, καὶ ἀπέραστον ὑπὲρ πᾶσαν ἐπιθυμίαν· ὅλος γάρ ἐστιν ἐπιθυμία.
Λοιπὸν εὐχὴν εὐξώμεθα, καὶ σπουδὴν ἔτι ἐπιθώμεθα οἱ πάντες μετ᾽ ἀλλήλων καὶ εἰς ἀλλήλους, ἵνα φθάσωμεν τὴν ἡμέραν ἐκείνην. Καὶ μακαρία ὄντως ἡ ψυχὴ ἐκείνη ἡ κτησαμένη αὐτὸν διὰ τοῦ ἀγαθοῦ βίου, φίλον καὶ εὐμενῆ εὐεργέτην· ὅτι αὐτὸς εἰσδέξεται αὐτὴν εἰς τὰς αἰωνίους μονὰς, εἰς δόξαν αὐτοῦ τοῦ ἔχοντος ἐξουσίαν κρῖναι ζῶντας καὶ νεκρούς. Αὐτῷ ἡ δόξα, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.