Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 83
ΛΟΓΟΣ ΠΓ΄.
Ὀρθῶς βαδίζειν καὶ στρεβλοῖς διαστρέφειν.
ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,
Ἰδοὺ, ὡς ὁρᾶτε, ἀπὸ δόξης εἰς δόξαν ἑορταστικὴν μετερχόμεθα. Χθὲς γὰρ ἑορτάσαντες τὸ τῆς παναγίας Θεοτόκου καὶ θεομήτορος γενέσιον, αὖθις ἐπαγόμεθα πρὸς τὴν τοῦ τιμίου Σταυροῦ ὕψωσιν· καὶ μακάριον τὸ ἑορτάζειν ἐν ἁγίαις ἀναστροφαῖς· ὁ γὰρ ἐν ταύταις ὢν τὸ καθεκάστην ἑορτασίμους ἄγειν ἡμέρας οὐ παύεται φωτιζόμενος καὶ καθαιρόμενος καὶ ἀναγόμενος καὶ θεοφορούμενος, καὶ ὡς ἀληθῶς θεοποιούμενος.
Ἐμοὶ μὲν οὖν οὐ πρόσεστι λόγος ἀξίως ἐφικνούμενος εἰς ὑπόμνησιν τῆς κατηχήσεως, τιμιώτατοί μου ἀδελφοὶ, ἡ δὲ ἐπιθυμία πολλὴ καὶ καιομένη ἐστὶν ἡ καρδία μου ἐν ἐμοὶ εἰς τὸ σώζεσθαι ὑμᾶς καὶ πανταχόθεν εὑρίσκειν τὴν ὁδὸν τῆς σωτηρίας. Παρακαλῶ οὖν ὑμᾶς καὶ δέομαι, αὐτοκίνητοι γενήσηθε καὶ αὐτοθελεῖς καὶ αὐτοκατήχητοι εἰς τὸ καλὸν καὶ εὐάρεστον θεῷ. Καὶ ἐπάρατε τοὺς ὀφθαλμοὺς τῆς διανοίας ὑμῶν εἰς τὴν θεωρίαν τῶν αἰωνίων ἀγαθῶν. Καὶ διὰ τοῦτο τὰ πάντα καταδεχόμενοι καταδέξασθε, καὶ φέροντες φέρετε, κἂν θλίψεις κᾶν στενοχωρίαι, κἂν βίαι, κἂν ἀνάγκαι, κᾶν ὕβρεις, κἂν λοιδορίαι, κἂν ὑποταγαὶ, κᾶν ὑπακοαὶ, κἂν κάματοι, κἂν ἰδρῶτες, κἂν λιμοὶ, κἂν διωγμοὶ, κᾶν ὁτιοῦν ἄλλο προσῇ. Μόνον ἵνα, ὃ ἐπιθυμοῦμεν, εὕροιμεν· καὶ δι᾽ ὃ ἐξεληλύθαμεν, ἐπιτύχοιμεν.
Ὢ ποῖον μακάριόν ἐστι, πατέρες μου, τὸ βιοῦν ὀρθῶς καὶ ἀσφαλῶς καὶ ἠκριβωμένως! Ὢ πηλίκον ἐστιν ὅσιον τὸ κατανενυγμένως καὶ τεταπεινωμένως, καὶ εὐλαβουμένως διαζῆν, καὶ ἑτοιμάζεσθαι πρὸς τὴν ἔξοδον, καὶ τὰ πρὸς ὑπαντὴν καὶ ἀπολογίαν τοῦ φοβεροῦ καὶ μόνου κριτοῦ τῶν ἀπάντων θεοῦ. — Ἀρσένιε, φησὶν, δι᾽ ὃ ἐξῆλθες; — τὸ πανάγιον καὶ σωτήριον ἐπίφθεγμα. Διὰ τί οὖν καὶ ἡμεῖς ἐξήλθομεν, ἐπιγινώσκοντες ἐπιγνωσκώμεθα καὶ πρὸς τοῦτο συνωθώμεθα καὶ διακοσμώμεθα τὸν βίον ἡμῶν τῷ κάλλει τῶν ἀρετῶν· καὶ νυμφαγαγώμεθα τῷ δεσπότῃ θεῷ τῇ ὡραιότητι τῆς λαμπρότητος τῆς παρθενίας ἁγνοὺς ἑαυτοὺς ἐπιτηρῶμεν καθαροὺς καὶ ἀμολύντους· ἐπειδὴ ναοὶ θεοῦ κεκλήμεθα. Ἀλλ᾽ ὅς, τις, φησὶ, φθείρει τὸν ναὸν τοῦ θεοῦ, φθερεῖ αὐτὸν ὁ θεός.
Διὰ τοῦτο κλαίω καὶ θρηνῶ ἔν τισιν· ὅτι καθόσον οὐκ ἐδοκίμησαν ἔχειν τὸν θεὸν ἐν ἐπιγνώσει σωτηρίας, παρέδωκεν αὐτοὺς εἰς ἀδόκιμον νοῦν ποιεῖν τὰ μὴ καθήκοντα. Φείδομαι δὲ εἰπεῖν, ὅτι καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο πράξας· ὅθεν καὶ καταφρόνησις ἐπάγεται καὶ ταυτοπάθεια. Οὐ γὰρ ἀποστρέφεσθε, ὡς δεῖ. Μὴ χολᾶτε μοι ἐλέγχοντι, οὐδὲ συνοργίζεσθε τοσοῦτον, ὥστε μὲ μὴ λέγειν ὅτι τὸν τοιοῦτον προσλαμβάνεσθε, ἵνα μὴ καταποθῇ τῇ περισσοτέρᾳ λύπῃ· ἀλλὰ συνέρχεσθε ἀθλίπτως καί γε λογιάζετε ἐν ἀπωλείᾳ. Καὶ τὸ, εἰ ἐθεώρεις κλέπτην συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχοῦ τὴν μερίδα σου ἐτίθεις, ποιούμενοι, οὐ κατανοεῖτε.
Καὶ ἐγὼ ὁ ἄσωτος καίομαι καὶ διαῤῥήσσομαι τὰ σπλάγχνα· καὶ οἶδα τοὺς βοηθοῦντας μοι· οὐ δὲ γὰρ πάντων κατηγορήσω. Ἀλλὰ τί; μὴ ὅλοι συνευδοκεῖτε καὶ συντρέχοιτέ μοι ἐπὶ τῇ κοινωφελεῖ σωτηρίᾳ; Οὐαί μοι ἐστὶ μὴ ἐπιτιμῶντι, μηδὲ τὸ δικαίωμα τοῦ θεοῦ ἐκδικοῦντι; ἀλλὰ καὶ ὑμῖν μὴ συνοργιζομένοις. Τίς εἰμὶ ἐγὼ ὁ τάλας καὶ ἀκάθαρτος, ἵνα ἐν μέσῳ ὑμῶν οἰκήσω καὶ κτήσωμαι ὑμᾶς τέκνα;
Ἀλλ᾽ οὖν ἐγένετο· ζητῶ δὲ ἄρτι τὸν χρόνον, καὶ ἐφίεμαι τὸν τρόπον, ὃν οὐκ οἶδα. Εἴ μοι δώῃ κύριος καὶ καταξιώσει τῆς ἀπαθείας πρὸς τὸ τῆς σωτηρίας ἡμῶν ἐφόδιον. Αἱ γὰρ ἐμαὶ ἁμαρτίαι προάγουσαι ὑμᾶς τοὺς ἐπακολουθοῦντας ἐμποδίζειν πεφύκασι.
Τέλος τοῦ λόγου. Εὔξασθε τῷ κυρίῳ, τέκνα μου, ἵνα καὶ ἐμὲ καὶ ὑμᾶς περισώζων περισώσῃ τῇ παντοδυνάμῳ καὶ ἀφάτῳ αὐτοῦ φιλανθρωπίᾳ· ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.