Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Great Catechesis

Great Catechesis

St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905

Catechesis 84

ΛΟΓΟΣ ΠΔ΄.
Ψυχῆς μεριμνᾶν ἐξόδου κριτηρίων.

ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,

Αὕτη ἡ κατήχησις κοινωφελές τι χρῆμα ὑπάρχει· ἐμοί τε γὰρ ἐπιβάλλει ἐρευνᾶν καὶ ἐξερευνᾶν ὅσα εἰς συζήτησιν καὶ ἀπαγγελίαν τοῦ νόμου. Καὶ αὐτὸ τοῦτο πάλιν ὑμῖν ἐφόδιον, ὡς οἶμαι, ὑπάρχει σωτηρίας ἀκούουσι καὶ μανθάνουσι τὰ μαθήσεως ἄξια. Ὅσον γὰρ ὅσον ἐκ τῆς θεοπνεύστου γραφῆς ἱκανοῦσθε· χρεοποιεῖσθε δὲ οὖν ὅμως τὸν ἡμέτερον πενιχρὸν λόγον. Διόπερ οὕτως πως μικροπρεπῶς καὶ ὀλιγωστῶς ὑπομιμνήσκω, διεγείρω, παρακαλῶ, νουθετῶ, διαγγέλλομαι, προσαπειλῶ. Ἐστὶν ὅτε προθυμοῦμαι, ὑπερεύχομαι, παντὶ τρόπῳ κινῶν καὶ νοῦν καὶ διάνοιαν καὶ λόγον εἰς φωτισμὸν τῶν ψυχῶν ὑμῶν, κἂν σκοτεινός εἰμι λίαν.

Μὴ ἀναμείνητε τοίνυν, τέκνα μου, ἡμέραν ἐξ ἡμέρας εἰς τὸ παραστῆσαι ὑμᾶς ἑαυτοὺς εὐαρέστους τῷ θεῷ· μηδὲ ἀναβάλλεσθε καὶ ὑπερτίθεσθε τὸν καιρὸν πρὸς διόρθωσιν τὴν αὔριον. — Οὐ γὰρ οἴδαμέν τι τέξεται ἡ ἐπιοῦσα — ὡς γέγραπται. Ἕτοιμοι δὲ ἀεὶ γενοίμεθα πρὸς τὸν θάνατον, πρὸς τὴν ὥραν τὴν ἐξόδιον, ὅτι μικρὰ μέλλομεν πνέειν· καὶ μηδ᾽ ἐξαργούμενα πρὸς αὐτὴν τὴν μετάστασιν τὴν ὁποιανοῦν καὶ ἡλίκην, ἁδομένην μὲν παρὰ πολλοῖς πατράσιν, ἐναργῶς δὲ μὴ παρισταμένην.

Τίς γὰρ τὴν καταπληκτικὴν τῶν ἀγγέλων θέαν ἀμαυρῶν ἀπαγγελεῖ; Δανιὴλ ὁ ἀνὴρ τῶν ἐπιθυμιῶν ἰδὼν, καίπερ ὢν προφήτης, πάρετος μικροῦ δεῖν γέγονε καὶ ἄπνους, ὡς τὰ κατ᾽ αὐτὸν ῥητὰ δηλοῖ.

Λοιπὸν ἡμεῖς τί πεισόμεθα τελευταῖον αὐτὴν τὴν πρὸς τὸν θεὸν καὶ κριτὴν τῶν ἁπάντων φοβερὰν καὶ φρικώδη κατάστασιν, καὶ ἀπολογίαν πάντων τῶν βεβιωμένων ἡμῖν ποιούμενοι. Τούτου πρότερον τοῦ προτέρου; — Τίς γὰρ ὑποστήσεται ἡμέραν εἰσόδου αὐτοῦ; — τὶς τῶν προφητῶν ἀνακράζει· καὶ πάλιν ὁ Ἡσαΐας· — Ἰδοὺ κύριος ἔρχεται· καὶ τὸ ἔργον ἑκάστου ἐπὶ τῶν χειρῶν αὐτοῦ — καὶ ἀρεῖ συσεισμὸν εἰς πάντα τὰ ἔθνη διὰ τῆς ἐκβοῆς τῆς ἀρχαγγελικῆς σάλπιγγος· καὶ πρὸ προσώπου αὐτοῦ γυμνοὶ καὶ τετραχηλισμένοι παραστησόμεθα.

Τοίνυν ταῦτα κατανοοῦντες καὶ κατασκοποῦντες, οὐ ταχὺ, ἀδελφοί μου, ἁμαρτήσομεν, κᾶν ἐγὼ ὀλισθαίνω ἀεί. Ἀλλ᾽ εἰ καὶ πέσωμεν, θᾶττον ἀναστησόμεθα. Τίς γὰρ οὕτω ταῦτα ἐννοεῖν ἔχων δύνατ᾽ ἂν φιληδονεῖν, ἢ μαλακίζεσθαι, ἢ ἐξογκοῦσθαι δι᾽ ὑπερηφανίας, ἢ τραχύνεσθαι διὰ κενοδοξίας, ἢ ἀφηνιάζειν, ἢ ἀπολακτίζειν, ἢ ἀποκόπτεσθαι ἀδελφότητος, ἢ ἀεργεῖν, ἢ πολυϋπνεῖν, ἢ καταγαστρίζεσθαι, ἢ παῤῥησιάζεσθαι, ἢ γελωτοποιεῖν, ἢ μυθολαλεῖν, ἥ τι ἄλλο τῶν ἀπεπευκταίων; Οὐχὶ δὲ μᾶλλον κατανύσσεσθαι, καταθρηνεῖν τε καὶ κατακόπτεσθαι, προσεύχεσθαι καὶ κατακαίειν τὴν καρδίαν δι᾽ ἀγάπης θεοῦ· ταπεινοῦθαι καὶ ὑποτάσσεσθαι, ἐργάζεσθαι καὶ τὰ τῶν ἄλλων βάρη ἀναπληροῦν, σιωπᾶν καὶ εὐκαταστατεῖν, πρὸς πάντων εἶναι καλὸν καὶ εὐκατάρτιστον.

Ταῦτα οὐχ ὡς ἀγνοοῦσιν, ἀλλ᾽ ὡς εἰδόσιν ἀποδηλῶ ὑμῖν· καὶ οἱ μὲν ποιοῦντες εὐοδοῦσθε· οἱ δὲ ἀπρακτοῦντες ὀψὲ γοῦν τοῦ καιροῦ κινήθητε. Μεγάλης οὖν δωρεᾶς ἀπηλαύσαμεν διὰ τοῦ σχήματος ἀπολυτρωθέντες παντὸς ἁμαρτήματος. Μὴ καθυβρίσωμεν τὴν χάριν, ἵνα μὴ ἐπὶ κεφαλῆς ἡμῶν ἀναδράμῃ καὶ τὰ πρότερα. Μεγάλοι καὶ ἅγιοι νομιζόμεθα καὶ ἀκουόμεθα παρὰ ἀνθρώπων· ἁγιοπρεπῶς καὶ μεγαλοτίμως περιπατήσωμεν· παυσώμεθα ἕκαστος ἀπὸ κακίας αὐτοῦ, καὶ ἀλλοιωθῶμεν τὴν καλὴν ἀλλοίωσιν· ἡμέρα γὰρ ἐγκαινίων ἀεὶ, εἰ θέλομεν· μὴ μάτην ἀναγινώσκωμεν — οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου, ἀλλ᾽ οἱ ποιηταὶ δίκαιοι παρὰ τῷ θεῷ — ὡς ὁ θεῖος Παῦλος ἐδίδαξε.

Μανθάνω ὅτι καὶ κλέμματά τινα γίνονται, εὑρισκομένων ἐν ταῖς τινων στρωμναῖς, ἃ οὐκ ἀνήκει, βρώματά τινα ἢ καὶ χρηστήρια, καὶ τυχὸν μέχρι ῥαφίδος ἢ καὶ καλάμου, τοῦ μὴ μετὰ γνώμης καὶ εὐλογίας δοθέντος. Καὶ ὅλως ἀκούεται τοῦτο ἐν ὑμῖν, ὃ οὐδὲ ἐν τοῖς κοσμικοῖς δίκαιον εὑρίσκεσθαι. Τί; ἵνα ἀναπληρώσῃ τὸ μικρὸν τὸν τόπον τῶν μεγάλων, καὶ ἀκούσῃ ὁ τοιοῦτος ὅτι, — οὔτε κλέπται, οὔτε μοιχοὶ μετὰ τῶν ἄλλων τὴν βασιλείαν θεοῦ κληρονομήσουσι· — Καὶ ἐκ τοῦ ἑνὸς καὶ τὰ λοιπὰ προσαναμιμνήσκω.

Φείσασθε οὖν, τέκνα μου, φείσασθε τῶν ψυχῶν ὑμῶν· φοβήθητε τὸ παράδειγμα τοῦ θηραθέντος ἀετοῦ διὰ τοῦ ὅνυχος, ὅτι διὰ μικρόν τι ὅλος ὑπὸ τὴν παγίδα ἐστί. Μὴ, οὐχὶ τὰ πάντα ὑμῖν εἰσιν; Οὐχὶ τὰ χρήματα; Οὐχὶ τὰ βρώματα; Οὐχὶ τὰ πόματα; Οὐχὶ τὰ ἐνδύματα; Οὐχὶ αὐτὴ ἡ ψυχή μου ἡ πανάθλιος; Τί ἐν τοῖς ὑμετέροις ἀλλοτριοῦσθε; Καὶ κύριος δὲ ὁ θεὸς Ἰησοῦς ὁ Χριστὸς εἰς ἐπίγνωσιν ἀληθείας ἐνέγκῃ τοὺς ὑποπίπτοντας.

Ἀνδρίζεσθε λοιπὸν ἅπαντες, πρῶτον σὺ τέκνον οἰκονόμε, καὶ δράμε ἕως καιρὸν, ἵνα λάβῃς τὸ ἔπαθλον· Οὐδεὶς γὰρ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ, ἀκούεις τοῦ ἀποστόλου. Ὡσαύτως καὶ αὐτὸς πρωτοπρεσβύτερε, ὁ τὸν τόπον τῆς ταπεινώσεώς μου ἀναπληρῶν, ὑπόδειξον ἐν σεαυτῷ βίον τὸν ἔνθεον, εἰκὼν εὐσεβείας γινόμενος. Ἔπειτα οἱ πρεσβύτεροι, οἱ διάκονοι, οἱ ἐν ταῖς διακονίαις λαχόντες, εἷς ἕκαστος. Εὐθυμοῦ, κελλαρίτα, ὅτι πολύς σου ὁ μισθὸς καλῶς καὶ ἀπερικάκως διακονοῦντι, διακρίνοντι, τὸ πρόσφορον ἑκάστου διδόντι καὶ λαμβάνοντι, ἀπολογουμένῳ καὶ ἀντακούοντι, φροντίζοντι καὶ μεριμνῶντι, ἐξοδιάζοντι καὶ εἰσοδιάζοντι τῶν χρειῶν.

Διανάστηθι περισσοτέρως καὶ αὐτὸς βεστιάριε, τὴν ἐσθῆτα τῆς ἀδελφότητος, ὡς πορφυρίδα βασιλικὴν περικρατῶν· καὶ μὴ ὅτι ῥάκια πενιχρὰ νόμιζε, ἀλλ᾽ ὅτι ἅγιά εἰσιν ἑσθήματα καὶ ἱερῶν ἀνδρῶν. Ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τὰ ταπεινὰ καὶ ἐξουθενημένα ἐξελέξατο, καὶ τὸ καύχημα τῶν πατέρων τὰ πολύῤῥαφα καὶ τὰ κεντονάρια. Οὐκ οἶσθα τί λέγει τις τῶν πατέρων; Ὅτι τοιοῦτον ὀφείλει εἶναι τοῦ μοναχοῦ τὸ ἱμάτιον ὡς τριήμερον ἐν ὁδῷ ἐῤῥιμμένον, μὴ αἴρεσθαι ὑπό τινος.

Δώη δὲ ὑμῖν ὁ κύριος, ἃ ἀκούετε, καὶ φυλάττειν. Βλέπε σὺ ὀστιάριε λόγον εὔσημον καίριόν τε καὶ σοφὸν, πανοῦργόν τε καὶ ἁπλοῦν, καὶ πολυειδὴ ποιοῦ πρὸς τοὺς παραβάλλοντας· καὶ ὅτε τὴν ἄνοιξιν ἔχοις ἐν ταῖς ὡρισμέναις ἡμέραις, μὴ τῶν κατὰ σάρκα συγγενῶν ἐρχομένων τινῶν διαπορθμεύηται λόγος καὶ ἀπόκρισις εἰς τοὺς ἀδελφούς· καὶ γένηται βλάβη· ἀλλ᾽ ἀγγελικῶς περιπάτησον τὰ χρήσιμα καὶ λαλῶν καὶ σιωπῶν. Δυναμοῦ, ὀψοποιὲ, ὅτι καὶ ἐπίμοχθος καὶ εὐτελὴς ἡ διακονία· ἀλλ᾽ ὑπὲρ καλλιγραφικὴν καὶ ἀναγνωστικὴν μισθαποδοσίαν ἔχει.

Καὶ ἵνα μὴ εἰς μῆκος ἐκτείνω τὸ γράμμα τὸ καθέκαστον ἐπεξιὼν, συνεπεγείρεσθε ἅπαντες πρὸς ἑνὸς καλοῦ ἐργασίαν καὶ ὡς μέλισσαι Χριστοῦ ὑπάρχετε, καρπὸν γλυκὺν καὶ ἀνήροτον τὰ καλὰ ὑμῶν ἔργα προσάγοντες τῷ κυρίῳ εἰς βασιλείας οὐρανῶν κληρονομίαν· ὦ πρέπει πᾶσα δόξα, τιμὴ, καὶ προσκύνησις σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·