Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 85
ΛΟΓΟΣ ΠΕ΄.
Φέρειν τὰ δεινὰ κρειττόνων ἐλπίδι.
ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,
Εἰ καὶ ὀλιγοστοί ἐστε τανῦν, ἀλλ᾽ οὐκ εὐκαταφρόνητοι τῇ ταπεινώσει ἡμῶν. Εἴρηκε γὰρ ὁ κύριος ἐν τοῖς ἁγίοις αὐτοῦ εὐαγγελίοις· — Μὴ καταφρονήσητε ἑνὸς τούτων· λέγω γὰρ ὑμῖν, ὅτι οἱ ἄγγελοι αὐτῶν διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. — Ἀλλ᾽ ὥστε καὶ αὐτὸς ὑπὲρ τοῦ καθεκάστου τὸ αἷμα ἐξέχεεν ὑπομεμενηκὼς τὸν διὰ σταυροῦ θάνατον. Διατοῦτο προθυμοῦμαι ἑκάστοτε καίπερ ὢν ἀπεγνωσμένος ἢ στόματι ἢ γράμματι, ὑφηγεῖσθαι ὑμῖν τὰ πρακτέα καὶ τὰ ῥητέα· καί μοι παραστήσατε τὰς ἀκοὰς ἐγρηγορούσας, καὶ μὴ κατανυστάξητε ἐν τῇ μικρᾷ μου ὑπομνήσει· ἀλλὰ συμπίνητε εἴ τι ἐκ τῶν λεγομένων ὠφέλιμον.
Παρακαλῶ οὖν ὑμᾶς, ὦ ἐπιπόθητοι· στήκετε· ἀνδρίζεσθε γενναίως πρὸς τὰς μεθοδείας τοῦ διαβόλου, γινώσκοντες τὴν πάλην μὴ εἶναι πρὸς αἷμα καὶ σάρκα, πρὸς δὲ τὸν ἀόρατον καὶ πικρὸν διώκτην σατανᾶν, καὶ τὰς ὑπ᾽ αὐτοῦ ἀποστατικὰς δυνάμεις. Ἐὰν τοίνυν ἐνσκήψῃ ἐπιθυμίας λογισμὸς ἔν τίνι, μὴ θορυβείσθω, μηδὲ ταρασσέσθω· δι᾽ εὐχῆς δὲ στεναγμοῦ καὶ προβολῆς δακρύων τοῦτον τροπούσθω καὶ ἀποκρουέσθω, ἀναμημνησκόμενος τὸ πῦρ ἐκεῖνο, καὶ ὡς ὁ νῦν ἀναπτόμενος ἐμπυρισμὸς τῷ σώματι ἡμῶν ἐκείνην τὴν φλόγα ἀνακαίει.
Διὰ τοῦτο ἀποτεφρούθω ὁσάκις ἂν καὶ ἐγγίνηται τῆς ἡμέρας, καὶ οὐ κατάκριτον ἡμῖν· ἐὰν ἀθυμίᾳ συμπέσῃ καὶ ἐπισκότισις λογισμῶν βάρος ἐπιφέρουσα τῆς ἀσκήσεως, καὶ τὸ ὀχληρὸν ὡς πολυχρόνιον οὔ πως ἐξανισθείη. Ἄνω σου βλεπέτω τὸ ὅμμα τῆς καρδίας· καὶ συνέκοψαι τοῦ δαίμονος τὴν σκαιωρίαν δι᾽ ἀθυμίας καὶ λογισμοῦ τοῦ καθ᾽ ὥραν θανάτου. Πᾶς οὖν ὁ κόψων ἰσχυέτω τὴν ἀνάπαυσιν μετεωριζόμενος τῆς ἀτελευτήτου ζωῆς.
Ἐπισκηνώσοι οὖν ἡ χάρις τοῦ κυρίου ἐφ᾽ ὑμᾶς, τέκνα ἠγαπημένα· καὶ δώῃ ὑμῖν καρτερῶς φέρειν τὰ παρόντα λυπηρὰ, ἀγωνίζεσθαι, πυκτεύειν, ἐξανύειν τὸν δρόμον, μὴ ὑποσκελίζεσθαι. Εἰ δέ τι καὶ γένηται, ὅπερ ἀπεύχομαι, θᾶττον ἀνίστασθε· ὁρᾶτε οἷα τὰ βλεπόμενα· οὐρανὸς μὲν ὑψηλὸς κατὰ τὸ γεγραμμένον, γῆ δὲ βαθεῖα· καὶ τίς ἀναβήσεται τῶν ἐῤῥιμμένων τῇ ἁμαρτίᾳ; Διὰ τοῦτο βδελύξασθε, μισήσατε, ἀποστυγήσατε πρὸς αὐτὴν ἐχόμενοι τοῦ ἀγαθοῦ, πράσσοντες τὰ φίλα θεῷ.
Δέομαι οὖν συγκατορθώσωμεν τοῖς μεγάλοις· καὶ τὰ νομιζόμενα μικρὰ, τὴν ἀργολογίαν, φημὶ, καὶ τὴν γελωτοποιίαν ἡσύχως. Τέκνα μου, διεξάγοισθε εἰς ἕκαστον. Καὶ ὅτε κινεῖτε συντυχίαν πρὸς ἀκηδίας διάλυσιν, καὶ αὐτὴ χρηστὴ ἔστω· εἴ τε γὰρ περὶ τοῦ προκειμένου ἐργοχείρου ὑμῶν, ἢ γραφικοῦ ζητήματος, ἢ τοῦ ἐν τῷ κανόνι ἀναγνώσματος, ἢ τοῦ περί τινος ἁγίου πολιτεύματος, ἢ τῆς διαζεύξεως τοῦ σώματος ἡμῶν, τῆς τῶν ἀγγέλων πρὸς ἡμᾶς ἐπιδημίας, τῆς ἐπὶ τοῦ κυρίου καὶ θεοῦ περὶ παντὸς τοῦ ἐν σαρκὶ βίου ἡμῶν ἀπολογίας· ὅπως μὲν οἱ ἅγιοι ἀπελεύσονται εἰς χαρὰν ἀνεκλάλητον, οἱ δὲ ἁμαρτωλοὶ εἰς τιμωρίαν ἀθεράπευτον.
Καὶ ἆρα πῶς τούτου τοῦ πάθους, φησὶν, ἐρωτῶντες ἀλλήλους περιγενοίμεθα; Καὶ τὸ κατόρθωμα τοῦτο ποταπῶς προσκτησόμεθα; τὸ δάκρυον ἡνίκα προχέει, καὶ ἐκ ποίου τρόπου ἐκβλύζει; Καὶ ὅτε δι᾽ ὑπακοῆς ἀνυποκρίτου, καὶ ταπεινώσεως καὶ σιωπῆς χειλέων ῥεῖ καὶ καταρδεύει τῆς ψυχῆς τὰ βλαστήματα, παραδείσου δίκην ἀνατέλλουσα τὸ ξύλον τῆς ζωῆς· ἀποξηρεύεται δὲ πολυλογίᾳ, γελοιασμοῖς, ἀκαιροβλεψίαις, παραγογγυσμοῖς, τραχιλογίαις, πολυϋπνίᾳ καὶ πολυβρωσίᾳ. Ἀλλ᾽ ὁποῖον ἐθέλομεν γυμνάζειν πάθος ἐξουσία ὑμῖν. Τίς ἐν ὑμῖν βιάζεται κατὰ πάντα ὑπακούων καὶ μηδὲ προσώπῳ ἐπιδεικνὺς τὸ λυπηρόν; Τίς ὑμῶν ἀκριβεύεται μὴ προϊέσθαι λόγον λυπηρὸν τῷ πλησίον αὐτοῦ, τοσοῦτον, ὅσον εἰς ἑαυτὸν, καὶ οὐκ εἰς τοὺς προσηκόντως λαλουμένους ὑπαιτίους ὁ λαλῶν; Διότι Πέτρος φησὶ πρὸς τὸν κύριον· ὅτι ἀκούσαντες τὸν λόγον ἐλυπήθησαν οἱ Φαρισαῖοι· ἀλλὰ τί ὁ κύριος; — Πᾶσά φησι φυτεία, ἢν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται.
Τοῦτο τὸ ἔργον ἡμῶν. αὕτη ἡ ζωὴ ἡμῶν· διατοῦτο ἐξεληλυθότες ἐκ τοῦ κόσμου παρεῤῥίφημεν ἐν τῷ οἴκῳ αὐτοῦ, ἵνα εὐαρεστήσωμεν αὐτῷ, ἵνα κτησώμεθα τὰς ἑαυτῶν ψυχὰς ἐν τῇ ὑπομονῇ ἡμῶν, ἵνα ζηλώσωμεν εἰς ἀγαθὸν χαίροντες τὴν ἐν κυρίῳ χαρὰν, σκεπόμενοι ταῖς τῶν ἁγίων πατέρων εὐχαῖς· αὐτοί τε καὶ ἡμεῖς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· μεθ᾽ οὗ δόξα, τιμὴ, καὶ προσκύνησις τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.