Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Great Catechesis

Great Catechesis

St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905

Catechesis 86

ΛΟΓΟΣ Πϛ΄.
Ἐπιμελεῖσθαι ψυχικῆς εὐκαρπίας.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Χθὲς, ἐπειδὴ ἔτυχε τρυγᾶν ὑμᾶς τοὺς ἀμπέλους, εὐλογήσατε τάχα τὰ κλήματα, ἃ πολὺν εἶχον τὸν καρπὸν, καὶ ὑπὸ χεῖρας ὑμῶν ἐτμήθη· ἠνήθητε δὲ ἐφ᾽ οἷς οὐχ ὑπῆρχον βότρυες, ἡδὺ θέαμα τοῖς ὁρῶσι ὑποδεικνύμενοι. Τί τοῦτο προοιμιασάμην; Ὅτι καὶ ὑμεῖς ἀμπέλων κυρίου γεγενημένοι, εἰ μὲν ἔχοιτε καρποὺς πνευματικοὺς, καί ἐστε οἱονεὶ πολυστάφυλοι, ἀξιοθαύμαστοι τῷ γεωργῷ τῶν ψυχῶν ἡμῶν ἀναφαίνεσθε. Εἰ δὲ μή· ἄξιοι κατάρας καὶ ἐκκοπῆς; — Πᾶν γὰρ κλῆμα μὴ ποιοῦν καρπὸν ἐκκόπτεταί, φησι, καὶ εἰς πῦρ βάλλεται -.

Βλέπετε δὲ ὅτι, οὐχ ὡς ἔτυχε, καρποφοροῦσά ἐστιν ἡ ἄμπελος· ἀλλ᾽ ἐπειδὴ φυτεύεται πολλοῖς κόποις, πρότερον αὐξομένη καὶ τελειουμένη ἔρχεται εἰς καρπογονίαν· εἰθ᾽ οὕτως τέμνεται, σκάπτεται, χαρακοῦται, βλαστομεῖ, καθαίρεται τῶν σκολόπων, τῶν ἀκάνθων, τῆς ὅλης ὑλομανίας· καὶ οὕτως ἐν καιρῷ δίδωσι τὸν καρπὸν μετὰ τὸ πιανθῆναι καὶ κοπρισθῆναι καὶ φυλλολογηθῆναι καὶ τοῖς ἄλλοις, οἷς κατ᾽ ἐμπειρίαν ὁ γεωργῶν αὐτὴν καταγίνεται. Μὴ οὐχὶ καὶ ἐφ᾽ ὑμῖν τὸ αὐτό ἐστιν ὁρᾶν; Τίς γὰρ καρπὸν ἤνεγκε πνευματικὸν ταῦτα καὶ τὰ τοιαῦτα μὴ πεπονθὼς; Καὶ οἷον μὴ φυτευθεὶς καὶ αὐξηθεὶς, καὶ ἀδρυνθεὶς ἐν τῇ νοουμένῃ κατὰ Χριστὸν ἡλικίᾳ, σκαφείς τε καὶ τμηθεὶς, χαρακωθείς τε τροπικῶς ταῖς τοῦ κυρίου ἐντολαῖς. Ὁ δὲ μὴ, οὕτως ἀτελὴς καὶ ἄκαρπος· καὶ τρυγῶσιν αὐτὸν, κατὰ τὸ γεγραμμένον, πάντες οἱ παραπορευόμενοι τὴν ὁδὸν λυμαντικοὶ δαίμονες.

Διὰ τοῦτο παραδεχόμεθα, παρακαλῶ, τὴν κατὰ ψυχὴν γεωργίαν καὶ τὰς περὶ αὐτὴν ἐπιμελείας, αἵ τινές εἰσι ἀσκητικαὶ καταστάσεις, αἱ καθήκουσαι εὐταξίαι, οἱ τῆς ἐγκρατείας πόνοι, οἱ τῆς ἀγρυπνίας κόποι, αἱ τῶν ἐξαγορεύσεων ἐντροπαὶ, αἱ τῶν ἐπιτιμήσεων πληγαὶ, ἡ φυλακὴ τοῦ στόματος, ἡ ἀμετεώριστος καρδία, ἡ ἀκλινὴς πεποίθησις, ἡ ἀκαταμάχητος ἔνστασις τῶν λογισμῶν. Ὁ γὰρ μὴ ταῦτα καταδεχόμενος, καρπὸν φέρειν οὐ δύναται· κλῆμα Χριστοῦ ὀνομάζεσθαι οὐχ οἷόν τε.

Καὶ τίνος ἕνεκεν ἐληλύθαμεν ἐνταῦθα, ὦ ἀδελφοὶ, ἀλλ᾽ οὐχ᾽ ἵνα καρπὸν πολὺν φέρωμεν; Οὐχ ἵνα θρέψωμεν τὸν κύριον τῇ νοητῇ ἡμῶν εὐκαρπίᾳ; Πεινᾶ ἡμῶν τὴν σωτηρίαν ὁ ἀγαθὸς δεσπότης· καὶ εἰ μὲν εὕρῃ, εὐφραίνεται ἀπογευόμενος τοῦ καρποῦ, εἰ δὲ μήγε, ὡς τὴν ἀκαρπίαν τῆς συκῆς ὑπὸ κατάραν ἵστησι. Ἤδη γὰρ αὐτὸς παραβάλλει καθεκάστην, καὶ ἐπισκέπτεται οἷοί ἐσμεν.

Καὶ διὰ τοῦτο χρεία ἀγῶνος, ἐπιμελείας, ζέσεως ψυχῆς, φροντίδος, ταπεινώσεως, ὑπακοῆς, προσοχῆς, ὑμνολογίας, πραότητος, συνέσεως, φιλεργίας, φιλαδελφίας, ὑπομονῆς, κραταιότητος, ἐλπίδος, ὅπως ἂν ἀπαρτήσωμεν αὐτοὺς σκεύη ἐκλογῆς κατηρτισμένους ἐν ἁγίῳ Πνεύματι.

Κεκοπιάκατε, ὁμολογῶ, τετελαιπωρήκατε ἐν τοῖς προλαβοῦσιν· ἠνέγκατε πολλά· ἠνύσατε διαύλους ἱκανοὺς· ἐνετρέψατε τὸν δολιόν· ἀπεκρούσασθε πολέμους· ἀπεσκορακίσασθε προσπαθείας· ἐγυμνώθητε τῷ κόσμῳ· ἐσταυρώθητε ταῖς ἐπιθυμίαις· ἐφυλάξατε ἐντολάς· ἐτηρήσατε πίστιν πατρικήν· γεγόνατε ἀπτόητοι τῶν ἀνθρωπίνων φόβων· ἡτοιμάσατε τὰς καρδίας ὑπὲρ ἀγάπης τοῦ Κυρίου εἰς θάνατον. Πάντα ὑμῶν ἀποδεκτὰ καὶ ἐπαινετὰ καὶ εὐπρόσιτα· πάντα ἡγιασμένα καὶ πολύευκτα καὶ οὐράνια.

Ἀλλ᾽ ἔτι μικρὸν, ὅσον ὅσον ὑπομείνωμεν, δέομαι ὑμῶν, ἀδελφοὶ τιμιώτατοι, στῶμεν ἀκλινεῖς ἐν τῇ πίστει· στῶμεν ἀπτόητοι ἐν ταῖς ἐπιβουλαῖς τῶν πειρασμῶν τῶν ἀοράτων καὶ ὁρατῶν· μὴ ἀκηδιάσωμεν ἐπίμονον τῆς ζωῆς ἡμῶν μέτρον· μὴ ἐνδόσωμεν πρὸς τὸν καθημερινὸν πόλεμον τοῦ βελίαρ· Χριστὸς ἐμοὶ βοηθός· κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου· γέγραπται. — Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου ἀπὸ τίνος δειλιάσω ἐν τῷ ἐγγίζειν ἐπ᾽ ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου. Οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν· ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν -.

Οὕτω τοίνυν ἐπάδωμεν τοῖς λογισμοῖς· οὕτως ἀνδρειώμεθα κατὰ ψυχήν· οὕτω μεταχειριζώμεθα ἐν προθυμίᾳ τὰς διακονίας εὐτακτοῦντες κατὰ πάντα· μὴ φέροντες λόγον σαπρὸν, γογγυστικὸν, καταλαλητικὸν, ὑβριστικὸν, φατριαστικὸν, παῤῥησιαστικόν. Οὕτω συναγειρώμεθα πρὸς τὰς ἐργασίας, πρὸς τὰς ἀγρυπνίας, πρὸς τὰς ψαλμῳδίας, πρωτόκλητοι, εὐκίνητοι, ἀπροφάσιστοι, ἱλαροπρόσωποι. Οὕτω συναπτώμεθα πρὸς ἀλλήλους, ἀπαῤῥησίαστοι, καλομελέτητοι, ξενόκοσμοι, οὐρανόφρονες, ὀλιγολάλοι, ἀγέλοιστοι, ἀνεκτικοὶ, νικῶντες ἐν τῷ ἡττᾶσθαι, προβαλλομένου τοῦ — Συγχώρησον — ὅπλον κατὰ τοῦ διαβόλου μέγιστον, ἄκακοι, εἰρηνικοί.

Εἶπεν ὁ κύριος πρὸς τὸν Πέτρον· — Βόσκε τὰ ἀρνία μου· ποίμανε τὰ πρόβατά μου. Εἰ φιλεῖτε ἄρνες τοῦ κυρίου ἀκούειν καὶ πρόβατα ὀνομάζεσθαι, μὴ ὡς ἔριφοι σκιρτᾶτε· μὴ ἐπὶ τὰς τῶν παθῶν ἀκάνθας ἴεσθε, μὴ πολυκραυγάζετε· ἀλλ᾽ ἠπίως καὶ εἰρηνικῶς ἄγοισθε εἰς νομὰς ζωηφόρους τῶν ἐντολῶν τρεφόμενοι, καὶ εἰς τόπον ἀπαθείας κατασκηνούμενοι, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ῷ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·