Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 87
ΛΟΓΟΣ ΠΖ΄.
Τοῦ κοινοβίου τὸ τραχὺ κούφως φέρειν.
ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,
Εὐλογῶ· τὸν θεὸν τῶν πατέρων ἡμῶν καθεκάστην ἡμέραν τὸν δυναμοῦντα καὶ κραταιοῦντα ὑμᾶς εἰς τὴν ἀθλητικὴν ὑμῶν ἔνστασιν τῆς ὑποταγῆς. Καὶ ἡ ταπεινὴ εὐχή μου, ἵνα ἐπὶ πλεῖον ἀνοίξῃ κύριος τοὺς ὀφθλαμοὺς τῶν διανοιῶν ὑμῶν ἐπιβλέψαι πάσας τὰς ὁδοὺς αὐτοῦ εἰς τὸ λαβεῖν ὑμᾶς ἔρωτα τῆς περὶ αὐτὸν θείας ἀγάπης καὶ κατακοιμῆσαι πάντα πόθον σαρκικόν· καὶ ὑπεράνω γενέσθαι τῆς τῶν παθῶν κατακρατήσεως, ὥστε εἶναι ὑμᾶς τετελειωμένους καὶ πεπληρωμένους ἐν παντὶ ἔργῳ ἀγαθῷ.
Τοῦτο δὲ, ὡς ἴστε, τέκνα μου, οὐκ ἀμογητὶ γίνεται, οὐδὲ ἀταλαιπωρήτως, οὐδὲ ἐπισυντόμως· ἀλλ᾽ ἐν πολλῷ μόχθῳ καὶ κόπῳ νυκτὸς καὶ ἡμέρας βιαζομένων καὶ ἐκβιαζομένων ἡμῶν τὴν φύσιν καὶ φερόντων πάντα τὰ ἐπισυμβαίνοντα λυπηρὰ, εἴ τε ἐξ ἀνθρώπων, εἴτε ἐκ δαιμόνων κατὰ κοινοβιακὴν ἡμῶν ζωήν. Ὁ γὰρ μὴ ἀποκαμῶν ἐν τούτοις, ἀλλὰ βοηθείᾳ θεοῦ ὑπομένων καὶ καρτερῶν καὶ λόγον ὑβριστικὸν καὶ ἐπίταγμα φορτικὸν καὶ κανόνα ἐπιτιμητικὸν ἀφορισμοῦ, ξηροφαγίας, παραστάσεως, ὀνειδισμοῦ, ἑτέρου τινὸς ἄλλου τῶν εἰωθότων, οὕτος λήψεται εὐλογίαν παρὰ κυρίου καὶ ἐλεημοσύνην παρὰ θεοῦ σωτῆρος αὐτοῦ, καὶ οὐκ ἀποτεύξεται τῆς βασιλείας τῶν οὐρανῶν.
Λοιπὸν καλὸν καὶ μακάριον τὸ φέρειν τὰ τοιαῦτα παθήματα καὶ γίνεσθαι ἀθλοφόρον Χριστοῦ, καὶ μὴ ἀπεκδοκεῖν καὶ ἐκφέρεσθαι ἐν τοῖς ἀριστεροῖς οἱονεὶ ὀργὰς ἀναλαμβάνοντα καὶ μάχας, αὐθαδείας τε καὶ οἰήσεις, ἀντιλογίας τε καὶ ἔχθρας, ἀνυποταξίας τε καὶ ἔριδας, πικρίας καὶ καταλαλιὰς, συκοφαντίας τε καὶ ψευδολογίας, διαβολάς τε καὶ ἐπιφθονήσεις, παρακοάς τε καὶ γελωτοποιίας. Φθάζει δὲ ὁ λόγος εἰπεῖν παλαίστρας τε καὶ δρόμους· τοσοῦτο γὰρ ἐξώκειλάν τινες ἐν ὑμῖν, καθὼς μανθάνω ἄρτι, εἰς κακίαν. Καί γε οἱ τοιοῦτοι πῶς δύνανται εἶναι καὶ ἀκούειν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; Ἀλλ᾽ οὐχὶ μᾶλλον υἱοὶ ἀπειθείας καὶ τέκνα ὀργῆς καὶ κληρονόμοι οὐ τῶν αἰωνίων ἀγαθῶν, ἀλλὰ τῶν ἀτελευτήτων βασανιστηρίων;
Μὴ γὰρ οὐκ ἀγγελικὸν τὸ σχῆμα ἡμῶν, ἀδελφοί μου; Μὴ οὐ πανάγιος βίος; Μὴ οὐ θεόληπτος δρόμος; Τί λέγει ὁ μέγας ἀπόστολος; “Εἰ γὰρ ἃ κατέλυσά, φησι, ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι”. Ἀπεκδυσάμεθα οὖν τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὴν ἀπάτην τοῦ πολυμόρφου ὄφεως· ἀπεταξάμεθα τοῖς τῆς πρώτης καὶ πικρᾶς γεύσεως καὶ ἐξορίστου παρακοῆς, δι᾽ ῶν πολυπαθὴς θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν. Εἰάσαμεν τὰ τῆς μοχθηρᾶς γενέσεως ἡμῶν αἴτια· Τοῦτο πρῶτον μὲν ἐν τῷ δι᾽ ὕδατος καὶ πνεύματος βαπτίσματι. Ἔπειτα κατὰ μεγάλην φιλανθρωπίαν θεοῦ, καὶ ἐν τῷ δευτέρῳ τῆς μετανοίας καὶ ἀποταγῆς βαπτίσματι· καὶ τὰς ὁμολογίας ἡμῶν ἔχει θεὸς ἐγγεγραμμένας διὰ μαρτυρίας τῶν ἁγίων αὐτοῦ ἀγγέλων. Ἔχω δὲ καὶ ἐγὼ ὁ τάλας σεσημειωμένας. Ἀπεκάρθητε, ἐφωτίσθητε· ἐλύθητε τῶν δεσμῶν τῆς ἁμαρτίας· ἐνεδύσασθε τὸν νέον ἄνθρωπον, τὸν κατὰ θεὸν κτισθέντα ἐν ὁσιότητι καὶ δικαιοσύνῃ.
Τί αὖθις παλινδρομεῖτε; Τί πρὸς τὸν ἴδιον — ἐμαυτὸν — ἐπιστρέφετε; Τί ὡς κύων ἐπὶ τὸ ἴδιον ἐξέρασμα, παροιμιακῶς εἰπεῖν, ὑπονοστεῖτε; Τί ἀνεύθετοι γίνεσθε κατὰ τὸν λόγον τοῦ κυρίου ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; Διὰ τὸ βαλεῖν τὴν χεῖρα ὑμῶν ἐπ᾽ ἄροτρον καὶ στραφῆναι εἰς τὰ ὀπίσω. Ἀγαπῶν ὑμᾶς λέγω· μάρτυς κύριος, φειδόμενος, ἀγαπῶν, περιπονούμενος. Τί λέγει ἐν τῇ παλαιᾷ διαθήκῃ περὶ τῶν Ἰσραηλιτῶν, ὅτι ἐστράφησαν τῇ καρδίᾳ αὐτῶν εἰς Αἴγυπτον· ἐπειδὴ ὑπεμημνίσκοντο τῶν κρομύων καὶ κρεῶν καὶ λεβήτων τῶν ἐν Αἰγύπτῳ, καὶ τῆς ἐκεῖσε δυστήνου αὐτῶν ζωῆς. Τάχα καὶ ἡμεῖς ἐστράφημεν εἰς τὸν κόσμον καὶ τὰ τοῦ κόσμου, καὶ ἃ ἐνηργοῦμεν ἐκεῖ, πράττοντες ὦδε. Οἴμοι πῶς ὀφείλοντες εἴναι ἰσάγγελοι, οὐδὲ ὡς οἱ εὐσεβεῖς λαϊκοὶ φαινώμεθα, ἐκ τῆς κατ᾽ ὀλίγον ἀμελείας ἐρχόμενοι καὶ εἰς αὐτὰ τὰ καίρια τῶν παραπτωμάτων.
Ἀλλ᾽ ἔστω μου ἡ ταπεινὴ κατήχησις, εἰ βούλεσθε, παρακαλῶ· τοῖς μὲν ἀπτώτοις ἀσφάλεια, τοῖς δὲ πεπτοκόσιν ἰατήριον, τοῖς δὲ ἀμελοῦσιν ἀπειλητήριον, τοῖς δὲ σπουδαιοτέροις προθυμητήριον, τοῖς δὲ νεοπαγέσι ἀπαρκτήριον, τοῖς δὲ ἀτονοῦσι ὑπομνητήριον, τοῖς δὲ πολεμωμένοις βοηθήριον, τοῖς δὲ ἀκηδιῶσι διεγερτήριον· καὶ ἀπλῶς τοῖς πᾶσι τὰ πάντα, εἴπερ καὶ ἔχετε, σωτήριον. Δι᾽ ὑμᾶς γὰρ καὶ τὸ λέγειν με ὅλως καὶ ἀναπνεῖν πάρεστιν· ἐπεὶ τὸ τῆς ἀλογίας μου καὶ ἀπανθρωπίας μου ἐπίσταμαι.
Ὁ δὲ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐσφαλμένα διορθώσεται καὶ τὰ κατωρθώματα ἐπιβεβαιώσει, καὶ τὰ ἐλλιπῆ ἀναπληρώσει· καὶ ὡς ἐξήγαγεν ἡμᾶς τῆς κοσμικῆς Αἰγύπτου, καὶ διήγαγε τῆς ἁμαρτητικῆς ἐρήμου διαβιβάσειε καὶ τῆς τῶν παθῶν πονηρᾶς θαλάσσης, σχίσας αὐτὴν καὶ ἀποξηράνας, καὶ ποιήσας ἡμῶν βάσιμον τὴν ἀρετὴν, καὶ καθὼς ὠνόμασεν ὀνομάσειεν ἔτι λαὸν αὐτοῦ ἐκλεκτὸν καὶ ἔθνος ἅγιον· καὶ κατασκηνώσειεν εἰς τὴν γῆν τὴν ἀγαθὴν τῶν ἀρετῶν, μᾶλλον δὲ διὰ θανάτου εἰς τὴν τῶν πρᾳέων χώραν. Ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.