Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Great Catechesis

Great Catechesis

St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905

Catechesis 88

ΛΟΓΟΣ ΠΗ΄.
Πρὸς τὴν μοναχῶν εὐδρομεῖν θείαν τρίβον.

ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,

Καλὸν μὲν καὶ τὸ λαλεῖν καὶ ὑπομιμνήσκειν τὰ δέοντα· ἤθελον δὲ μᾶλλον πρακτικῶς ὑμᾶς διδάσκειν καὶ συνετίζειν. Ἐγὼ δὲ, ὡς ὁρᾶτε, εἰμὶ πτωχὸς καὶ πένης τῶν ἀρετῶν, οὐδὲν κεκτημένος ζηλωτὸν, εἰς τὸ μιμεῖσθαι ὑμᾶς ἐπικαλῶ. Ἐρῶ δὲ τῆς βελτιώσεως, καὶ ἐπιθυμῶ τῆς διορθώσεως· τουτ᾽ ἂν γένοιτο δι᾽ εὐχῶν τῶν προπατέρων μου· οὐ μὴν ἀλλὰ καὶ διὰ τῆς ὑμῶν αὐτῶν ἱκετηρίας· πιστεύω γὰρ ὅτι ἰσχύει πρὸς σωτηρίαν μου. Καὶ πόθεν γὰρ καὶ ὅς εἰμι μικρός πως εἰμὶ, ἐκ τῶν προσευχῶν ὑμῶν στηριζόμενος;

Δεῦρο δὴ λοιπὸν, κἀγὼ καὶ ὑμεῖς ἐκτιναξάμενοι τὸ ῥάθυμον τῆς ψυχῆς καὶ ὀκνηρὸν, ἀσπασώμεθα τὴν δέουσαν σπουδὴν καὶ ἐπιμέλειαν, κατορθοῦντες τὰς ἐντολὰς τοῦ κυρίου μᾶλλον καὶ μᾶλλον. Δεῦρο κατεπειχθῶμεν εἰς τὸ νικᾶν ἀλλήλους, οὐκ ἐν τῷ λέγειν, οὐδὲ ἐν τῷ λυπεῖν, οὐδὲ ἐν τῷ ἱστᾶν τὸν οἰκεῖον λόγον. Πονηρὰ γὰρ ταῦτα καὶ τῆς ἐναντίας μερίδος, ἀλλὰ ἐν τῷ ἡττᾶσθαι καλῶς καὶ ὑποφέρειν ῥῆμα ἐμπαικτικὸν, ὀνειδιστικὸν, χλευαστικόν· ἀγαθὰ γὰρ ταῦτα καὶ τῆς μερίδος τῶν ἁγίων.

Δεῦρο συναμιλληθῶμεν ἀλλήλους· οὐκ ἐν τῷ ταράσσειν καὶ ταράσσεσθαι, οὐδὲ ἐν τῷ αἴρειν ὀφρὺν κατὰ τῶν εὐτελεστέρων, οὐδὲ ἐν τῷ ὑψαυχενεῖν κατὰ τῶν βελτιόνων. Ταῦτα γὰρ τοῦ τραχηλιάσαντος κατὰ θεοῦ παντοκράτορος, καὶ ἐξ οὐρανίου ὕψους εἰς τὰ τῆς γῆς κατώτατα ὀλισθήσαντος· ἀλλ᾽ ἐν τῷ εἰρηνεύειν καὶ εἰρηνεύεσθαι, πρᾳΰνειν καὶ πρᾳΰνεσθαι, συνεσταλμένα τε ἔχειν τὰ ἤθη, καὶ καταβεβλημένον τὸ φρόνημα. Ταῦτα γὰρ τοῦ Υἱοῦ τοῦ θεοῦ τοῦ δι᾽ ὑπακοῆς καὶ ταπεινώσεως ἀνθρωπισθέντος καὶ τὸ ἀνθρώπινον σώσαντος διὰ σταυροῦ καὶ θανάτου.

Δεῦρο μιμησώμεθα ἀλλήλους, οὐκ ἐν τῷ ὀκνεῖν καὶ ἀναδύσθαι καὶ παραλείπειν ἐν ταῖς θείαις καὶ ἡμεριναῖς λειτουργίαις, οὐδὲ ἐν ταῖς νυκτεριναῖς ψαλμῳδίαις καὶ παραστάσεσι. Ταῦτα γὰρ τῶν ῥαθύμων καὶ νηπιαζόντων· ἀλλ᾽ ἐν τῷ εὐκινήτους εἶναι προκαταλαμβάνοντας καὶ τὸν ναὸν τοῦ θεοῦ καὶ τὰς ἀπάρξεις τῆς ὑμνῳδίας· ταῦτα γὰρ τῶν σπουδαίων καὶ ἐναρέτων· καὶ, ἵνα μὴ ἓν καθ᾽ ἓν λέγων μηκύνω τὴν κατήχησιν· οἱ πάντες ἐν καλῷ ζηλώσωμεν ἀλλήλους, συμφραχθῶμεν τῇ ἀπαῤῥησιάστῳ ἀγάπῃ, τῇ εἰρηνικῇ καταστάσει, τῇ εὐζωϊκῇ ταπεινοφροσύνῃ. Φευξώμεθα τὰς πονηρίας, διαδράσωμεν τὰς καταλλήλων ὑπονοίας· κραταιώσωμεν ἐν πίστει τὰς ψυχὰς τῇ πνευματικῇ συναφείᾳ.

Μή τις Ἰούδας· μὴ δ᾽ αὖ προδότης, μὴ μὴν δίψυχος καὶ ἀκάταστος, μηδὲ ἀκρατὴς καὶ φιλόπορνος, μηδὲ σοβαρὸς καὶ καυχηστιάριος, μηδὲ σκληροτράχηλος καὶ ἀπίθανος, μήτε μὴν ζητῶν ἡμέραν ἀπωλείας καὶ καιρὸν ἀσωτίας καὶ τρόπον κακουργίας· μὴ οὖν παρακαλῶ.

Μηδαμῶς ταῦτά τις ἡμῶν ἐνεργείτω καὶ πραττέτω· ἀλλὰ τὰ καλά τε καὶ ὅσια καὶ εὐάρεστα, ἡμέρας ἐξ ἡμέρας ἀναμένων τὴν ὥραν τῆς τελευτῆς αὐτοῦ καὶ προσαπεκδεχόμενος τὴν ἡμέραν τῆς ἀποκαλύψεως τῆς παρουσίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ἐν ᾗ τὸ πᾶν μεταποιηθήσεται· οὐρανὸς ἑλισσόμενος, ὁ ἥλιος σκοτιζόμενος, οἱ ἀστέρες πίπτοντες, ἡ γῆ μεταλλασσομένη, πάσης πνοῆς ἐξισταμένης καὶ διδούσης λόγον ἐπὶ τοῦ φοβεροῦ καὶ ἀπαραλογίστου βήματος ἐκείνου κατέναντι πάντων ἀπείρων ταγμάτων τῆς ἀγγελικῆς τάξεως ὑπὲρ λόγων, ὑπὲρ ἔργων, ὑπὲρ ἐνθυμημάτων, ὡς γέγραπται.

Ἀλλὰ τίς σοφὸς, καὶ φυλάξει ταῦτα; τίς συνετὸς, καὶ μεριμνήσει ταῦτα; Καὶ διὰ τοῦτο ἐν ἀνενδοιάστῳ καὶ ἀληθινῇ πίστει, ἐν ἀκλινεῖ ὁμολογίᾳ, ἐν σεμνῇ καταστάσει, ἐν πολιτείᾳ καθαρᾷ φυλάττων φυλάττει ἑαυτὸν, καὶ θησαυρίζων θησαυρίσει τὰς θείας ἀρετάς. Μακάριος οὕτος ἐμοὶ τῆς καλῆς ἀναβάσεως, κἂν μήτε εὐανάγνωστός ἐστι, μήτε εὐλατήστατος, μήτε μελουργόψαλτος μήτε λεξίλογος, μήτε γράμματα ὅλως εἰδὼς ἐξ ἀδυναμίας φύσεως.

Τί δὲ ὠφελήσει ἄνθρωπος εἴπερ τὰ προειρημένα εὐφυῶς κέκτηται· μᾶλλον δὲ ἵνα κερδήσῃ ὅλον τὸν κόσμον, κατὰ τὸ λόγιον, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ διὰ τῶν ἐναντίων πράξεων; Οὐαὶ, οὐαί· Ἄβαλε, ἄβαλε τῆς τηλικαύτης τυφλώσεως, ὅπερ μὴ δώῃ θεὸς γενέσθαι ἔν τινι ἡμῶν· ἀλλὰ καὶ αὐτὰ τὰ φυσικὰ διά τε γλώττης καὶ χειρὸς καὶ γνώσεως θεοδώρητα κατορθώματα. Οὐ γὰρ ἔχομέν τι ἐξ αὐτῶν, τὸ γὰρ μὴ οὕτω λογίζεσθαι φέρει τὴν πτῶσιν.

Μετὰ ταπεινώσεως κατέχωμεν καὶ κοινωφελῆ ποιώμεθα, ἐφόδια οὐ μᾶλλον δι᾽ ἑαυτοὺς, ἢ διὰ τοὺς πλησίον λογιζόμενοι λαβεῖν ἡμᾶς παρὰ θεοῦ. Ὁ γὰρ οὕτως ὑπολαμβάνων θεόσωστός ἐστι, ἄπτωτος, περικαλλὴς, ἀμφικαλλὴς, πειθήνιος, ἐράσμιος, χρησιμώτατος τῷ ἴοντι, στόμα τῶν βραδυγλώσσων, γλῶσσα τῶν ἀγροικοτέρων, ψαλμὸς τῶν ἀφωνοτέρων, μέλος τῶν ἀμελουργοτέρων, λέξις τῶν ἀμαθεστέρων, χεὶρ εὐφυὴς τῶν ἀφυεστέρων, διοίκησις τῶν ἀπειροτέρων, φρόνησις τῶν ἀπλουστέρων, γνῶσις καὶ παίδευσις τῶν ἐλλιμπανομένων.

Τοιγαροῦν τοιαῦτα ἀποδυόμενοι γνωρίζετε ἑαυτοὺς υἱοὺς φωτὸς, φίλους θεοῦ, ἄνδρας ἐναρέτους, ἀνθρώπους θεομακαρίστους ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα, τιμὴ, καὶ προσκύνησις σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·