Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Great Catechesis

Great Catechesis

St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905

Catechesis 89

ΛΟΓΟΣ ΠΘ΄.
Μὴ παλινοστεῖν πρὸς τὰ φαῦλα σπευστέον.

ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,

Τὴν ἐμαυτοῦ δύναμιν καὶ νῦν καταλαμβανόμενος οὐκ ἀποκνήσω τὴν μικρὰν καὶ εὐτελῆ καὶ συνήθη ὑπόμνησιν τῆς κατηχήσεως ποιεῖσθαι ὑμῖν· ἐρῶν μὲν πολλὰ καὶ συμφέροντα ὁμιλεῖν καὶ ποικίλλειν τὸν λόγον εἰς θεωρίας πνευματικὰς καὶ πράξεις εὐσεβεῖς, καὶ ἐντεῦθεν ἀναζωπυρεῖν ὑμᾶς τῷ πνεύματι καὶ πτεροῦν πρὸς τὸν θεῖον ἔρωτα. Ἀποτυγχάνω δὲ τοῦ σκοποῦ διὰ στενότητα νοῦ καὶ ἀπορίαν γλώσσης καὶ ἔργων μου ἐρημίαν. Ὑμεῖς δὲ, ὡς κελεύετε, φάσκετε καὶ ἀποσεμνύνειν με ἀλόγως ἐξ ἀγάπης μὴ παύσησθε, παραβιαζόμενοι πρὸς ὃ δὲ ὑμῖν ὁ λόγος.

Τέκνα μου ἠγαπημένα, ὁρῶ καὶ περιβλέπομαι ἕνα δι᾽ ἑνὸς καὶ κατανοοῦμαι, πῶς εὐσταθῶς πορεύεσθε καὶ ἐνθέως βιοτεύετε καὶ ταπεινοφρόνως ὑποτάσσεσθε· καὶ δοξάζειν προῆγμαι τὸν θεὸν ἀκαταπαύστως, τῆς ἐμῆς ἀναξιότητος εἰδὼς τὸ ἀλυσιτελέστατον. Εἶτα μετὰ τὸ δοξάζειν καὶ χαίρειν ἀγωνιῶ τὸ εὐμετάτρεπτον καὶ παλίμβολον τῆς ἀνθρωπίνης ἀσθενείας καὶ ἐλαφρότητος· Οὐ γὰρ ὁ ἐναρξάμενος ἔργου μακαριστός· ἀλλ᾽ ὁ ἀπ᾽ αὐτοῦ παρειωθεὶς καὶ κατὰ μικρὸν ἐν ἔξει γεγονὼς καὶ ἀνατρέχων εἰς τελειότητα.

Ἐπεὶ δὲ καὶ ἐργῶδες τὸ ὡσαύτως ἀεὶ ἔχειν καὶ μὴ ὑπαχθῆναι ταῖς παρατροπαῖς τῆς μοχθηροτάτης κακίας, παρακαλῶ καὶ δέομαι· βαδίσωμεν τὴν ἀληθινὴν ὁδὸν τοῦ θεοῦ, τὴν βασιλικὴν καὶ μεσαιτάτην· μήτε εἰς τὰ δεξιὰ, μήτε εἰς τὰ ἀριστερὰ ἀποκλίνοντες, ὡς φησι τὰ λόγια, ἀλλὰ τῷ κανόνι καὶ τῇ ἐντολῇ καὶ τῷ νόμῳ τῆς κοινοβιακῆς καταστάσεως διαπραγματευσώμεθα τὸ τῆς παραυτίκα ζωῆς ἐπίκηρον.

Ἡ δὲ κοινοβιακὴ ζωὴ πάντα εὐμαρῶς θεωρεῖ καὶ βουλεύεται· οὐκ ἔχει τὸ ἰδιοθελὲς καὶ μονοῤῥεπὲς, οὐδὲ τὸ αὐτοσύνετον καὶ ἰδιοπροαίρετον· οὐκ ἔχει τὸ λαθροκακοῦργον, οὐδὲ τὸ πολυπονήρευτον καὶ ἐκζητητικὸν καὶ πανεξερεύνητον· οὐκ ἔχει τὸ εἰς πολλὰ ἕλκεσθαι καὶ φέρεσθαι κἀκ τούτου ἀδημονεῖν τε καὶ ἐκτήκεσθαι ἐγκράτειαν ὀρεγομένη, ἔντευξιν, κατάτηξιν, χαμευνίαν, ἐπίδοσιν ἄλλην τινὰ τῶν ἀγαθῶν· ἢ μόνον τὸ μονοειδὲς τῆς μακαρίας καὶ ὁσίας ὑπακοῆς κατόρθωμα. Δι᾽ ἐκείνου πάντα περιλαμβάνουσα καὶ ἐν πᾶσι κατευθυνομένη, ὡς οἱ πατέρες διηγορεύουσιν.

Ἀντιβολῶ οὖν ὑμᾶς ἀποληγόρως, στήκετε ἐν τῇ πέτρᾳ τῆς πίστεως ὑμῶν, καὶ ἀπροσκόπως βαδίζετε τὴν τρίβον τῆς ἀρετῆς ὑμῶν· καὶ μὴ ἴδοιμι κατὰ πρόσωπον τῆς ἁμαρτίας μου ἕνα ἐξ ὑμῶν θήραμα γενόμενον τῷ διαβόλῳ κατὰ πάντα ἁμαρτητικὸν τρόπον· εἴτε δι᾽ ἐπιθυμίαν σαρκὸς, εἴτε διὰ φιλαρχίας νόσον, εἴτε δι᾽ ὑπερηφανίας ἔνστασιν, εἴτε διὰ κενοδοξίας νεωτερικῆς, εἴτε δι᾽ ἄλλης τινὸς συμπτωματικῆς συμβάσεως.

Ἐκάμετε οὖν, τέκνα μου, καὶ προεκάμετε καὶ συνηγάγετε εἰς τὰ ταμεῖα τῶν ψυχῶν ὑμῶν τὸν πλοῦτον τῶν ἀρετῶν. Καὶ ἀναμνήσθητε, ἕκαστος ἧς ἡμέρας ἐλήλυθεν εἰς τὸ μοναχικὸν ὁποίους καὶ πόσους ὑπέστη καὶ ὑπέμεινε πειρασμοὺς, ἀθυμήσας καὶ ἀπειπὼν καὶ ἐξαπορήσας τὸ ζῇν, ἀλώμενος καὶ κατατιτρωσκόμενος, εἴτε ὑπὸ τῶν σατανικῶν λογισμῶν, εἴτε ὑπὸ τῶν κοινοβιακῶν ὑπαγωγῶν, καὶ πῶς ὁ ἀγαθὸς θεὸς ἡμῶν, ὡς τρικυμίας τινας καὶ ἀλλεπαλλήλους κινδύνους, παρήγαγε καὶ παρεβίβασεν ἐξ ἐκείνων ἀπάντων. Καὶ ἔδωκεν ἡμῖν τὸν ἐκ τῆς ὑπομονῆς μισθὸν κατακερδήσασθαι πρὸς τοὺς ἀγῶνας ἐκείνους ἀποδιδόντες καὶ πρὸς τὰ κεκμηκότα καὶ προκαματωθέντα ἡμῖν συνάρωμεν καὶ τὰ περιστάμενα καὶ τὰ μέλλοντα· καὶ μὴ κατενέγκῃ ἡμᾶς σύμβασις θλιπτικὴ, πονηρικὴ, ἀνθρωπικὴ ἀπὸ τῆς προθέσεως ἡμῶν τῆς ἀγαθῆς.

Ναὶ τέκνα μου, ναὶ δυσωπῶ· ἀλλ᾽ ὡς ὁρῶντες θεὸν, ὡς ἐκδημοῦντες ἔτι ἐν σαρκὶ ὄντες, ὡς ὁρῶντες τὰς ἀγγελικὰς τάξεις καὶ χοροστασίας· καὶ πρὸ τούτου, ὡς ἀποψύχοντες ὡς ἐν τῇ ἐσχάτῃ ὥρᾳ τοῦ θανάτου· ἔπειτα ὡς λόγους ποιούμενοι πρὸς τὸν κριτὴν, ὡς ἀπολαμβάνοντες τὰ αἰώνια ἀγαθὰ ἀγωνίζεσθε.

Καὶ διακόπτετε πάντας τοὺς πειρασμοὺς, καὶ ἐκβάλλετε τὰ σκῶλα καὶ τὰ προσκόμματα ἐκ τῆς ὁδοῦ ὑμῶν, καὶ ἀναβαίνετε εἰς τὸ ὄρος τῆς οὐρανίας πολιτείας, ἕως ἂν ἡ ἐπιζητουμένη ἥκῃ ἡμέρα· κτήσασθε τὸ πανεξάγγελτον, τὸ ἀφιλόπρωτον, τὸ ἀλληλότιμον, τὸ ὁμόψυχον, τὸ διεγερτικὸν ἐν ταῖς διακονίαις, ἐν τοῖς ἐργοχείροις, ἐν ταῖς ψαλμῳδίαις, ἐν ταῖς ἀγρυπνίαις, ἐν πᾶσι τοῖς καλοῖς καὶ ὁσίοις.

Μακάριοι οἱ ἐν τούτοις καταλαμβανόμενοι· τρισμακάριοι οἱ ὑπὸ πολλῶν μαρτυρούμενοι, ὁλομακάριστοι οἱ ὑπ᾽ οὐδενὸς καταγινωσκόμενοι. Ταῦτα ἔχετε χάριτι Χριστοῦ· ἀλλ᾽ ἵνα μᾶλλον ἔχητε, λέγομεν καὶ κέκτησθε· ἀλλ᾽ ἵνα μᾶλλον ἐπικτήσησθε ἐν Χριστῶ Ἰησοῦ· ᾧ πρέπει πᾶσα δόξα τιμὴ καὶ προσκύνησις σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.

· Contents ·