Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 90
ΛΟΓΟΣ ϟ΄.
Τὴν ὑποταγὴν μακαρίζειν εὐτόνως.
ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,
Τῷ ὄντι ἀξιομακάριστοί ἐστε καὶ εὐλογημένοι ὑπὸ κυρίου φυγόντες κόσμον, ἀγαπήσαντες θεὸν ὑπὲρ γονεῖς, ἀγαπήσαντες τὰ οὐράνια ὑπὲρ τὰ ἐπίγεια, ἀπαλλοτριωθέντες ἀδελφῶν καὶ συγγενῶν, καὶ κολληθέντες τῷ Υἱῷ τοῦ θεοῦ, καταλιπόντες πατρίδα, δήμους, ἀγορὰς, πόλεις, θορύβους, φροντίδας, πάντα τὰ τῆς ματαιότητος γήϊνα καὶ ἐπίκηρα, καὶ ἐκλεξάμενοι τὴν μετ᾽ ἀγγέλων, καὶ ἐπὶ τὸ αὐτὸ ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀγαθὴν καὶ πολυύμνητον ἁγίαν ζωήν. Τίς γὰρ ὑμᾶς οὐκ ἐπαινέσειε; πάλαι μὲν ὁ προφήτης τάδε φησί. — Μακάριος ὃς ἔχει σπέρμα ἐν Σιὼν καὶ οἰκείους ἐν Ἰερουσαλήμ. — Καὶ ἕτερος αὖθις· — Ἀγαθόν ἐστιν ἀνδρὶ, ὅταν ἄρῃ ζυγὸν ἐκ νεότητος αὐτοῦ -. Ὁ δὲ θεῖος Δαυῒδ τὸ σεμνὸν καὶ εὐπρεπέστατον τῆς συναφείας ἡμῶν μελῳδῶν τοιάδε ἀνέκραξε· — Ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνὸν; ἀλλ᾽ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό. —
Τί ζητοῦντες ἐν τούτῳ ἢ θεὸν θεραπεῦσαι καὶ ἀναδραμεῖν εἰς τὸ τοῦ πρωτοπλάστου Ἀδὰμ πρῶτον ἀξίωμα, καὶ ἀγγελοείκελοι γενέσθαι, καὶ θεοῦ υἱοὶ χρηματίσαι· ρίπτοντες τὸν διάβολον, μαχόμενοι τὰ πάθη, καὶ ἀντιπαλαίοντες τὰς ἡδονάς· καὶ ὦδε μὲν ἀγῶνας καὶ πόνους ἔχετε καὶ ἄθλα ὡς ἐν χωνευτηρίῳ δοκιμαζόμενοι, καὶ ὡς ἐν παλαίστρᾳ ἐκτινασσόμενοι καὶ ὡς ἐν σταδίῳ καταικιζόμενοι· ἀλλὰ γινώσκετε ὅτι ἡτοίμασται ὑμῖν ἐκεῖθεν ἀνάπαυσις τῶν αἰωνίων ἀμοιβῶν τῆς ἀπροσίτου βασιλείας τῶν οὐρανῶν· καὶ ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα, κατὰ τὸ προφητικὸν λόγιον, σκιρτήσετε, τότε ὑμεῖς καὶ χορεύσετε ἐκεῖ τὴν αἰωνίαν χορείαν. Καὶ κατὰ τὸν λόγον τοῦ κυρίου· τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ᾽ ὑμῶν.
Ὑμεῖς τοιγαροῦν μόνον ἐφρονήσατε τὰ δέοντα καὶ ἃ καθ᾽ ὑμᾶς· καὶ ἀναβλέψατε εἰς φῶς ἀληθείας διακρίνοντες τὸ καλὸν ἐκ τοῦ κακοῦ· καὶ ἀπὸ τοῦ γλυκέος τὸ πικρόν. Καὶ εἴ γε κατανοῆσαι ἐνῆν βασιλεῖς μὲν τὰ διαδήματα αὐτῶν ῥίπτοντες πρὸς τοῦτο ἔτρεχον, ὡς καί τινες προέδραμον· ἄρχοντες δὲ καὶ τὰς λαμπρὰς ἀξίας ἀποτιθέμενοι καὶ τὰς χρυσίνους ζώνας τὰ καθ᾽ ὑμᾶς ῥάκια ἐνεδιδύσκοντο ὑπὲρ πορφύραν καὶ βύσσον παρὰ θεῷ τετιμημένα. Ἀλλὰ καὶ στρατευόμενοι παρ᾽ ὅσον ταλαιπωροῦσι καὶ ἀέρι καὶ χειμῶνι καὶ κρυμῷ καὶ παγετῷ καὶ λιμῷ καὶ δίψῃ καὶ ἀλλοδαπίᾳ καὶ ἀποδημίᾳ πατρίδος, μετὰ καὶ τὸ ἴσως ἀπόλλειν καὶ τὰ σώματα διὰ τὸ βάλλειν καὶ βάλλεσθαι κατὰ τῶν ὁμογενῶν τόξοις καὶ μαχαίραις, ἀποτιθέμενοι τὰ κράνη, τὰς ἀσπίδας, καὶ τὰ πολεμικὰ ὄργανα, τὸν τοῦ κυρίου σταυρὸν ἀνελάμβανον σὺν ἡμῖν ὀπίσω αὐτοῦ κατατρέχοντες. Οὕτως θανατοῦντες τὸν ἀληθῶς πικρὸν διάβολον καὶ πολέμιον, καὶ τὰ τούτου ὀλέθρια στρατεύματα.
Εἴπω δὲ ὅτι καὶ συζυγίας ἐπιγνοῦσίν πως τὸ ἀκερδές· πῶς φθορᾷ δουλεύουσι γεννηθέντες καὶ γεννῶντες, τεκνοτροφοῦντές τε καὶ διατρέφοντες, ἐγγαμίζοντες καὶ ταλαιπωρούμενοι τοῖς ἐπαρκέσιν ἐπιτηδείοις τοῦ σώματος αὐτῶν τε καὶ τῶν ἐγγόνων μετὰ τοὺς πολλοὺς πόνους καὶ κόπους, ἀποθνήσκοντας καὶ τεθνεῶτας ὁρῶντες τοὺς ἑαυτῶν φιλτάτους, ἡροῦντο ἂν πρὶν τῆς θανατικῆς λύσεως ἑαυτῶν διΐστασθαι καὶ συνάφειαν ἔχειν πρὸς θεόν.
Ἐπειδὴ παρθενία ἦν ἐν τῷ παραδείσῳ πρὸ τῆς παραβάσεως, καθὼς Χριστὸς παρέδειξε γεννηθεὶς ἐκ παρθένου, ὁ δεύτερος Ἀδὰμ, καὶ ἐκεῖ τὸν κόσμον ἕλκει ὁ λόγος τῆς χάριτος. Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ Πατρὸς καὶ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τοῦ ἁγίου αὐτοῦ Πνεύματος· καὶ οὕς, φησι, προέγνω τούτους καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ γενέσθαι. Οὐκ ἐξ ἔργων τοιγαροῦν ἡμετέρων· ἀλλ᾽ ἐκ τῆς αὐτοῦ ἀγαθοῦ φιλανθρωπίας. Οὕτως κατὰ τὰ ἀθεώρητα αὐτοῦ κρίματα τῆς σοφίας ᾠκονομήθητε εἰς τὴν μερίδα τῶν ἁγίων καταταγῆναι, καὶ ἐν τῷ κλήρῳ τῶν δικαίων καταγραφῆναι, οἱ ὄντως μετὰ τῶν ἄλλων ἀληθῶς Χριστιανοὶ καὶ λεγόμενοι καὶ βιοτεύοντες.
Βλέπετε λοιπὸν τῆς κλήσεως μὴ ἁμάρτητε, ἦς ἐκάλεσεν ἡμᾶς ὁ τῶν ὅλων θεός· μηδὲ παρυβρίσητε τὸ εὐεργέτημα τῶν μεγάλων αὐτοῦ δωρεῶν· δι᾽ ὃ ὀφείλομεν πάντα στέγειν, πάντα ὑπομένειν ἐπ᾽ ἐλπίδι τῆς δυνάμεως αὐτοῦ εἰς σωτηρίαν ἡμῶν αἰωνίαν.
Βλέπετε τὴν παρακαταθήκην τῆς παρθενίας πῶς φυλάσσομεν τῷ θεῷ· βλέπετε τὰς πάσας αὐτοῦ ζωοποιοὺς ἐντολὰς, πῶς παρατηρῇτε ἀπαρατρόπους σχολάζοντες ἐν τῷ φόβῳ αὐτοῦ, ὑπακοὴν παιδευόμενοι, ἐγκράτειαν μετερχόμενοι, ταπείνωσιν ἐγκομβούμενοι, ἡσυχίας καταγλυκόμενοι, ἐργασιῶν ἀναλαμβάνοντες, πᾶν εἴ τι ἄλλο τῆς σεμνῆς ἡμῶν πολιτείας κατόρθωμα.
Προσευχόμενοι δὲ καὶ ὑπὲρ ἐμοῦ τοῦ τάλανος, ἵνα δι᾽ εὐχῆς ὑμῶν κἀμὲ καὶ ὑμᾶς ὁδηγήσῃ ἀπλανῶς, καὶ φωτίσῃ ψυχικῶς ὁ θεὸς ἐν αὐτῷ Χριστῷ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.