Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Great Catechesis

Great Catechesis

St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905

Catechesis 91

ΛΟΓΟΣ ϟΑ΄.
Τρέπειν τὸν ἀσύριον ἀρετῆς ὅπλοις.

ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,

Καὶ κυβερνήτης τοὺς πλωτῆρας, καὶ στρατηγὸς τοὺς στρατιῶτας προσφθέγγεται καὶ προθυμοποιεῖται, ὁ μὲν πρὸς τὴν δυσκολίαν τῶν ἀνέμων καὶ τὴν ἐπανάστασιν τῶν κυμάτων, ὁ δὲ πρὸς τὴν τῶν ἐναντίων παράστασιν καὶ τὴν συμβολικὴν τοῦ πολέμου πεῖραν, διεγείροντες ἑκάτεροι ἀμφοτέρους καὶ θαρσοποιοῦντες πρὸς τὰ παριστάμενα.

Κἀγὼ τοίνυν ὁ ταπεινὸς καὶ ἐλάχιστος τὸ αὐτὸ ποιούμενος πρὸς ὑμᾶς τοὺς στρατιῶτας τοῦ Χριστοῦ παρακαλῶ καὶ δέομαι στῆναι γενναίως πρὸς τὰς μεθοδείας τοῦ διαβόλου· ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη, ὡς ὁ λόγος, πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὸν πικρὸν καὶ πολέμιον καὶ ἀσύριον νοῦν, διάβολον, πρὸς τὸν ἀρχέκακον καὶ σκολιὸν ὄφιν ἐκεῖνον· ὃς εὐθὺς κατ᾽ ἀρχὰς τῆς κοσμοποιίας ἐν παραδείσῳ εἰσδύσας κατὰ τοῦ προπάτορος ἡμῶν Ἀδὰμ ἐκινήθη, καὶ τοῦτον δελεάσας τῇ γεύσει τῆς παρακοῆς τῆς ἀθανάτου τρυφῆς ἐξωστράκισεν, οἴκτιστον καὶ ταλαίπωρον βίον παρασχόμενος αὐτῷ τὴν ἐνταῦθα διατριβήν. Αὐτὸς οὖν κατὰ γενεὰν καὶ γενεὰν ἐμπορευόμενος καὶ συμπλεκόμενος τῷ γένει τῶν ἀνθρώπων, οἷα καὶ ἡλίκα ἐξετέλεσε καὶ ἐκτελεῖ, ἴσμεν ἅπαντες ἀναγινώσκοντες τὰς γραφάς.

Αὐτός ἐστι καὶ νῦν, ἀδελφοί μου, ὁ ἐφεδρεύων ἡμῖν, ὁ συρίζων καὶ ἕρπων, ὁ σαίνων καὶ κολακεύων, ὁ ὑποδυόμενος τὰ ποικίλα καὶ πολύτροπα πρόσωπα τῆς ἀπάτης, καὶ λανθανόντως εἰσερχόμενος καὶ ἐξερχόμενος καὶ θηρεύων ψυχὰς τὰς ἀστηρίκτους. Πολλῆς οὖν δεῖ πρὸς τοῦτον νήψεως λοιπὸν, πολλῆς ἀγρυπνίας, πολλῆς ἐπισκέψεως καὶ ἐπιμελείας, ἵνα μὴ βάλλῃ καὶ τιτρώσκῃ, ἀλλ᾽ ἵνα γινώσκηται οἷός ἐστι τοῖς νοήμασι καὶ τοῖς δελεάμασι· καὶ πρὸς τούτοις τὰ τρόπαια ἱστῶντες τῆς εὐσεβείας πολεμοῦμεν καὶ ἀποτρεπώμεθα αὐτόν.

Μὴ κατοκνοῦντες, μηδὲ καταῤῥαθυμοῦντες, ὁσάκις ἂν καὶ ὑποπίπτωμεν ὑπὸ τὸ πταιστὸν τυγχάνοντες· ἀλλ᾽ ὥσπερ ἐκεῖνος οὐκ ἐνδίδωσιν οὐδ᾽ ἀποκάμνει ἀποτυχὼν τῆς ἀπωλείας ἡμῶν, ἐὰν καὶ πλειστάκις τῆς ἡμέρας ἐπιδράμει. Ὁ αὐτὸς δέ ἐστι ὡς μήδ᾽ ἀρξάμενος, ἐπεμβαίνων αὖθις καὶ δριμύτερον, ἴσως συμπαραλαμβάνων μεθ᾽ ἑαυτοῦ καὶ ἕτερα πνεύματα τῆς πονηρίας.

Οὕτω παρακαλῶ· καὶ ἡμεῖς μηδαμῶς ἀποστῶμεν τῇ ῥαθυμίᾳ ἐν ταῖς καθ᾽ ἑκάστην ἡμέραν καὶ ὥραν ἐλλείψεσι, κἂν πολὺ τὸ ἐπιμελὲς ἐνδεικνύμεθα. Ἀλλ᾽ εἰσαεὶ κατὰ τὸ ἴσον ἐκείνῳ ἀναφέρωμεν καὶ τὸ πρόθυμον καὶ τὸ διεγερτικὸν, τὸ εὐμετάμελον καὶ τὸ ὑπαρκτικὸν, τὸ ἀνανεωτικὸν, καὶ τὸ ἀναταττικόν· ὡς ἂν ἀντιῤῥόπου οὔσης τῆς πρὸς τὸν ἐναντίον δυνάμεως ἡμῶν.

Ὁρᾷ θεὸς καὶ εὐφραίνεται, ἐπικουροῦσιν ἡμῖν θεοκινήτως οἱ ἄγγελοι· οὐ γὰρ ἐφθάσαμεν, ἀδελφοί μου, εἰς τὸ μέτρον τῆς ἁπαθείας, εἴ γουν ἀπολεμησίας, ἵνα ἡσυχάζῃ ὁ νοῦς ἀπὸ τῆς πρὸς ἐχθροὺς πάλης. Τοῦτο γὰρ ἤδη τοῖς πολλοῖς ἄθλοις καὶ ἱδρῶσι, καὶ ἀγῶσι σὺν τῇ θείᾳ χάριτι ἀπεκληρώσαντο καὶ ἀποκληροῦνται οἱ ἀποκληρωσάμενοι· ἡμῖν δ᾽ οἷς τὸ ἐμπαθὲς ἔτι ἐπικρατεῖ, χρεία τοῦ μὴ κατολιγορεῖν τοῦ ἀγῶνος καὶ τῆς καθεκάστην ἡμέραν τε καὶ ὥραν μεταποιήσεως τῶν βελτιόνων.

Καὶ τοῦτο τῶν ἀγωνιζομένων, καὶ οὕτος τῶν ἀθλούντων ὁ στέφανος, καὶ ἅγιον μὲν τὸ ἐν ὅροις φθάσαι τῆς ἀπαθείας, μακάριον δὲ καὶ τὸ δεύτερον, τὸ μὴ ἡττηθῆναι ἐν τοῖς πολέμοις· ἀλλ᾽ ἐν τῷ ἀεὶ διανίστασθαι· οὕτω φθασθῆναι καὶ τελειοποιηθῆναι. Τοῦ μαρτυρίου γὰρ καὶ οὕτος ἀπολήψεται τὸ στέφος, ἐπειδὴ οὐδεὶς στρατιώτης οἴκαδε ἐκ τοῦ πολέμου ἀναστρέφων καὶ τῷ βασιλεῖ ἐπιδεικνὺς τὰ ἐκ τῶν βελῶν στίγματα, τὰς ᾠτειλάς τε καὶ τὰ τραύματα καταισχύνεται ἢ κατακρίνεται· τοὐναντίον δὲ ἐπαινεῖται καὶ ἐσοικίζεται καὶ δωροφορεῖται καὶ στεφανηφορῶν προπορεύεται.

Ἀγωνισάμεθα τοίνυν λοιπὸν, ὡς στρατιῶται Χριστοῦ, καὶ τὸν καιρὸν μὴ ἄλλό τι ἡγησώμεθα ἢ καιρὸν συμβολῆς, ἐχθρῶν, τόξων καὶ βελῶν· — ἐπανέστησαν ὅτι πολλοὶ οἱ πολεμοῦντες ἡμᾶς ἀπὸ ὕψους — καθὼς γέγραπται, — ὅλην τὴν ἡμέραν παρατάσσοντες πολέμους, — παγίδα ἱστῶντες, ἐνεδρεύοντες, ὀρύσσοντες βόθρον, μυρία μηχανώμενοι, ἀπλήρωτα διατιθέμενοι καὶ ὑποκρινόμενοι. Τίς οὖν αὐτοὺς φύγῃ; Τίς διαδράσει; Τίς οὐ προσκόψει τὸν πόδα; Τίς οὐ περισχεθήσεται τοῖς σχοινίοις αὐτῶν, ταῖς παγίσι, ταῖς ἐπιβουλαῖς, τοῖς ὀλέθροις;

Τίς ἄλλος ἢ καθὼς τῷ μεγάλῳ Ἀντωνίῳ ἀπεκαλύφθη, ἡ ταπεινοφροσύνη, ἡ σύζυγος ὑπακοὴ, ἡ ἄοκνος προσευχὴ, ἡ τοῦ ἔργου προθυμία, ἡ ἀναντίλογος εὐπείθεια, ἡ ἀγόγγυστος εὐκινησία, ἡ ἔπειξις τοῦ ἀνυστάκτου λογισμοῦ πρὸς ἀποτροπὴν τῶν αἰσχρῶν ἐννοιῶν, πρὸς εἰσδοχὴν τῶν ἀγαθῶν θεωρημάτων, ἢ καταγρήγορσιν ὕπνου, εὐχῆς, ψαλμοῦ, ἀγρυπνίας, γονυκλισίας, ἐργασία καὶ σπουδὴ, ἡ πρὸ τούτων καὶ μετὰ τούτων ἐξαγόρευσις τῶν κρυπτῶν, φυγὴ παῤῥησίας, συμμετρία λόγου. Τούτοις γὰρ τοῖς τοιούτοις ἠσφάλισται ὁ ἔνδον ἡμῶν ἄνθρωπος, ἀποτρέπεται ὁ δι᾽ ἐναντίας μηδὲν ἰσχύων καθ᾽ ἡμῶν.

Τοιγαροῦν, τέκνα καὶ ἀδελφοὶ, πρόσχωμεν· μὴ διαβιβάσωμεν τὰς ἡμέρας ἡμῶν ἀκερδῶς. Ἤδη ἡ ἡμέρα παρῆλθεν αὕτη, καὶ ποῦ ποτε αὐτὴν ἔτι ὀψόμεθα· καὶ τὸ ἔργον, ὃ εἰργασάμεθα, ἀπογέγραπται. Καὶ εἰ μὲν καλόν· — Εὖγε -. Εἰ δ᾽ οὐχ οὕτως· — Ἄβαλε -.

Φυλαττώμεθα οὖν τὰς αἰσθήσεις ἀσύλους· κάτω νενευκότες, ὡς τὰ πολλὰ, ὁ ὀφθαλμὸς ἔστω σύννους, μὴ διαχεόμενος, μηδὲ παρελκόμενος ὦδε κἀκεῖσε· ὃ γάρ ἐστιν ὁρᾶν ἐν ὀφθαλμῷ, βλέπειν ἐστὶν ἐν ψυχῇ· εἰκονίζει γὰρ ταύτην ὁ ἔξω ἄνθρωπος.

Τὸ πρόσωπον μήτε σκυθρωπὸν, μήτε διακεχυμένον· ἀλλ᾽ οἷον εὐκρατόν τε καὶ ἥμερον τῇ κατηφείᾳ, τὰ πολλὰ λαμπρυνόμενον ἐκ δακρύων, καὶ κατανύξεως ἐπιλαμπόμενον. Τὸ βάδισμα ὑμῶν ταπεινὸν καὶ ἀνέπληκτον, μὴ σοβαρευόμενον διὰ τῆς ἀναστάσεως τῶν ὤμων καὶ τῆς συνδύσεως τῶν ὀφρύων, τῆς γε στρεπτικῆς βηματίσεως, καὶ τῆς σεισματικῆς ἀντιτάξεως. Ἡ λαλιὰ ὡσαύτως κεχαριτωμένη ἐν συμμετρίᾳ τοῦ λόγου καὶ ἐν συντονίᾳ τῆς φωνῆς, καὶ ἐν καταστάσει τῶν ὀφθαλμῶν καὶ τῶν λοιπῶν μελῶν· οὐχὶ ἐν ἀνοίξει μυκτήρων, οὐδ᾽ ἐν κινήσει χειρῶν καὶ συστροφῇ προσώπου.

Ἄρτιος γάρ ἐστι ὁ τοῦ θεοῦ ἄνθρωπος κατὰ πάντα· ὄργανόν τι ὢν καὶ ὑπὸ τοῦ ἐνοικοῦντος αὐτῷ Πνεύματος κινούμενον καὶ πρὸς τὸ λέγειν καὶ πρὸς τὸ ὁρᾶν, καὶ πρὸς τὸ ἐσθίειν καὶ πρὸς τὸ πίνειν. Μηδὲ γὰρ ὦδε λυσσωδῶς ὅλον τὸν νοῦν εἰς τὸ βρῶμα ἐνιλυσπῶντες, ἀλλ᾽ ἐν ἀκροάσει τῆς προσοχῆς τῶν ἀναγνωσμάτων, ἢ καὶ εὐσεβοῦς ἐννοίας τοὺς δηγμοὺς ἡμῶν ποιώμεθα, μὴ πεντοδακτυλοῦντες, μηδ᾽ ἐπαλλήλως, μηδὲ γοργῶς αἴροντες καὶ φέροντες ἐν τῷ στόματι, μηδὲ ὑπερμεγέθη τὰ δακμία λαμβάνοντες· ἀλλὰ κἂν ἐκ καμάτου τις εἴη, κἂν ἐκ κόπου τοῦ τυχόντος αἰρέτω μὲν τὰ μείζονα τυχὸν πρὸς τὸν ἕτερον· τοσοῦτον δ᾽ ὅσον καθήκει· ἵνα μὴ αἰσχύνην ἑαυτῷ ἐνεργάζηται διὰ τῆς ἀσχήμου ἑστιάσεως.

Πάντα γὰρ εὐσχημόνως διδασκόμεθα καὶ κατὰ τάξιν ποιεῖν· Οὕτως δέον παρατηρεῖσθαι ταῦτα, ὥσπερ καὶ ἐν ἐνδύμασι καὶ ὑποδήμασι μὴ παραχρᾶσθαι, μηδ᾽ ὡς ἀλλοτρίων καταφρονεῖν· ἀλλ᾽ ὡς δεσποτικοῖς προσέχειν καὶ περὶ πάντα.

Ἔστω κύριος ὁ θεὸς μεθ᾽ ἡμῶν, ἵνα μὴ εἰς μακρὸν ἐντείνωμεν τὴν κατήχησιν, εὐλογῶν καὶ κατευοδῶν καὶ συνετίζων ὑμᾶς εἰς ἀνάληψιν τῶν ἀγαθῶν ἐπιτηδευμάτων, εἰς διόρθωσιν τῶν ἐσφαλμένων, εἰς κἀταρτισμὸν τῶν ἐγκεκριμένων, εἰς πᾶσαν εὐστάθειαν καὶ ἀγαθωσύνην, πληρῶν καὶ ἀποπληρῶν ὑμᾶς τῶν θείων αὐτοῦ δωρημάτων· ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·