Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 92
ΛΟΓΟΣ ϟΒ΄.
Πίστιν ἀκραιφνῆ τοῖς προεστῶσι τρέφειν.
ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,
Θεία τίς ἐστι δύναμις ἡ περικρατοῦσα καὶ συμβιβάζουσα καὶ διεξάγουσα πᾶν τὸ πλήρωμα τῆς συνοδίας ὑμῶν· τοῦτο μὲν δι᾽ ἐντεύξεως τῶν προπατόρων ἡμῶν· τοῦτο δὲ καὶ διὰ τὴν ὑμῶν αὐτῶν πρὸς θεὸν ἀγάπην καὶ ὁλοκάρδιον καὶ ὁλόψυχον διὰ τῆς τοῦ κόσμου ἀναχωρήσεως καὶ ἀδιάσπαστον πρὸς Χριστὸν ἀκολούθησιν. Ἐπεὶ, ὡς ἀεὶ λέγω, οὐχ ὁ βίος μου ὁ πονηρὸς, οὐχ ὁ λόγος μου ὁ σκοτεινὸς, οὐδέ τι ἄλλο τῶν περὶ ἐμὲ καὶ ἐξ ἐμοῦ ἐστι τὸ συγκρατοῦν ὑμᾶς. Πάλαι μὲν οὖν διὰ τὸν θεράποντα αὐτοῦ Μωσῆν οὐκ ἐξαλείφειν τὸν Ἰσραηλίτην λαὸν καθυπέσχετο ὁ θεὸς ἐκ βίβλου ζώντων, πολλάκις πταίοντα καὶ ἀπωθούμενον τὸν παραδοθέντα αὐτῷ νόμον.
Ὧδε δὲ ἐναντίως ἔχει· Δι᾽ ὑμᾶς γὰρ τάχα οὐχ ἀπωθήσεταί με κύριος, καὶ ἀποδοκιμάσει ἐκ παίδων αὐτοῦ. Τί γὰρ ἐν ἐμοὶ ὁρᾶτε τῶν εἰς εὐδοκίμησιν ἐναρέτου πολιτείας ὀφειλόντων διαδεικνῦσθαι; Ἀλλ᾽ οὔτε καθαρότητα ψυχῆς, οὔτε καταστολὴν ἠθῶν· εὐδόλως ἐγκράτειαν, εὐδόλως ῥύθμησιν λόγου· οὐ διαγωγὴν εὐλαβοῦς ἕξεως, ὅθεν τι τῶν ἄλλως ἐπαινουμένων· οὐδὲ γὰρ πολιά μοι θρίξ, οὐδὲ γῆρας αἰδέσιμον, οὐδὲ σύνεσις καταστάσεως. Ἀλλὰ ταῦτα μὲν ἔξωθεν· ἔνδοθεν δὲ πολλὰ τὰ κοινοῦντα τὴν ἀθλίαν ἐμὴν ψυχὴν, καὶ καταρυποῦντα πρακτικά τε καὶ ἐννοηματικά. Πλὴν γινώσκετε, ὅτι θέλω ὑμᾶς σώζεσθαι· ἡ καρδία μου καιομένη ἐστὶ ἐν ὑμῖν· καὶ περιτρύζω καὶ ἀντιβολῶ ἐν τούτῳ.
Ἐὰν οὖν διὰ τὸ ἀνάξιόν μου ἀπιστίαν κτήσεσθε ἐν ἐμοὶ, κίνδυνος οὐχ ὁ τυχὼν ὑμῖν. Παρακαλεῖ δὲ ὑμᾶς μᾶλλον ὁ κύριος διὰ τῆς ταπεινώσεώς μου· ἵνα καμμύσαντες μὴ βλέπητε τὸ ἐκ τῆς εὐτελείας μου τικτόμενον ὑμῖν βλαβερόν· καὶ ἀναλάβοιτε πίστιν κρατύνουσαν τὰς καρδίας ὑμῶν· ἐν ᾗ πᾶς ὁ ἱστάμενος ἵσταται, καὶ ὁ καυχώμενος ἐπ᾽ ἐλπίδι τῆς δυνάμεως αὐτοῦ κεκαύχηται. Θεμέλιος γὰρ τῷ ὑποτακτίτῃ ἀκραιφνοῦς βιώσεως αὕτη ἐστὶν, ἡ πρὸς τὸν καθηγούμενον αὐτοῦ εἰλικρινὴς ἀποδοχή. Καὶ ἐπὶ τὸν θεμέλιον τοῦτον ἐποικοδομεῖ οἱονεῖ χρυσὸν, ἄργυρον, λίθους τιμίους, τὰς τοῦ κυρίου ἐντολάς. Καὶ εἰ μηδὲ ταῦτα ἔχει, μόνον δὲ τὸν θεμέλιον, ὀψέ ποτε προθυμηθήσεται τὴν καλὴν προσθήσεσθαι οἰκοδομήν· πίστεως δὲ δίχα, κἂν ὁτιοῦν γένηται, ἕωλον· — Πᾶν γάρ, φησιν, ὃ οὐκ ἐκ πίστεως, ἁμαρτία ἐστίν. — Ὁ τοιοῦτο καὶ τὸ ἐν τῷ προεστῶτι τυχὸν σκότος, φῶς πολλάκις βλέπει, καὶ τὴν ἐν αὐτῷ πικρότητα γλυκήτητα νομίζει.
Καὶ τὸ ἐναντίον πρόδηλον, κἂν ἡμεῖς μὴ λέγωμεν, ὡς φωτεινός ἐστιν ὁ ὀφθαλμὸς τῆς διανοίας τοῦ πίστιν κεκτημένου πρὸς τὸν καθηγούμενον, ὡς ἀμέριμνος καὶ ἀδιάκριτος πρὸς πάντα τὰ προκείμενα. Κρίσιν γὰρ ἀληθινὴν τὸν ἐκείνου σκοπὸν ὁρᾷ· καὶ γὰρ γαληνιᾷ πάντοτε, καὶ γλυκαίνεται περὶ ψυχὴν, καὶ ὅλος ἐκδημεῖ πρὸς θεὸν, καὶ ὅλος ἀλλοιοῦται τὴν καλὴν ἀλλοίωσιν διὰ ταπεινώσεως, καὶ ὅλος πληροῦται χάριτος θεοῦ· διὰ τῆς πρὸς αὐτὸν ἀγάπης, κατὰ μικρὸν μικρὸν εἰς τὸ τῆς ἀπαθείας ὕψος ἀνίων.
Ἐγὼ οὔπω πέφθακα εἰς μέτρον τοιοῦτον, κἂν ἐδοκίμασα ὑποταγῆναι τῷ πατρί μου. Ἤκουσα δὲ παρὰ τῶν θεοπνεύστων πατέρων καὶ παρ᾽ ἄλλων τῶν ἐν γενεᾷ ταύτῃ ὄντων τὴν τοῦ πράγματος δύναμιν· ἅπερ καὶ ἐξ ὑμῶν αὐτῶν οἱ ὑποταγέντες γινώσκετε. Πλῆθός ἐστε· καὶ οὐ καταφθάνει ὁ ἔξω ὀφθαλμός μου πάντας ὁρᾶν πάντοτε· ὁ γὰρ ἔσω ἀκοίμητός ἐστι. Φιλεῖτε ἕκαστος πρὸ προσώπου ἵστασθαι τῆς ταπεινώσεώς μου. Οἶδα γὰρ ὡς ἐξ ἐμαυτοῦ, ὅτι σχοινία ἀγάπης ἐπέπεσαν ὑμῖν ἐν τῇ ταπεινώσει μου, καὶ οὐκ ἐνδέχεται· συντυγχάνειν μοι ζητεῖτε πολλὰ καὶ πολλαχῶς, καὶ οὐ παραχωρεῖ· οὐδὲ ὁ τρόπος, οὐδὲ ὁ καιρός.
Μὴ οὖν ἐν τούτοις, τέκνα, νομίζητε ὡς ἀπολωλεκότες τι τῆς ἀγάπης μου. Μὴ δὲ λυπῆσθε, ὡς ἄλλως μου διακειμένου πρὸς ὑμᾶς. Ὁ αὐτός εἰμι· καὶ οὐκ ἀλλοίωμαι· καὶ στέργω καὶ φιλῶ ἕνα ἕκαστον ὑμῶν· καὶ πάλιν εὐκαίρως καὶ ὁρῶ καὶ ὁμιλῶ ὑμῖν. Οὐκ ἀρκετὸν ὑμῖν ὅτι περιώρισα ἐμαυτὸν ἀπρόσιτον διὰ τὸ ἔχειν με ὑμᾶς ὁλοτελῶς;
Προφρονῶν λέγω· πλὴν ἵνα ἀναμιμνήσκησθε, ὅτι οὐκ ἐγκρατοῦμαι, οὐδὲ εἰς συγγενῶν οἰκειότητα, οὐδὲ εἰς φιλικὰς σχέσεις. Καί περ εἰσελθὼν εἰς τήν ποτε πατρίδα μου· ἀλλ᾽ οὔτε εἰς ἀρχοντικὰς συντρίβω θύρας· οὐδὲ ἐπιθυμία μοι βασιλικὰς αὐλὰς πατεῖν καὶ βασιλεῦσι συμποσιάζεσθαι. Οὐδὲν, κἂν ἤθελον, ἴσως ἠδυνάμην. Πλὴν ὅτι ἀπεῤῥιψάμην ταῦτα ἐθελουσίως προκρίνων μόνους ὑμᾶς, μεθ᾽ ὧν καὶ ζωὴ καὶ θάνατος, καὶ δόξα καὶ ἀτιμία, καὶ χαρὰ καὶ θλίψις, καὶ ἀπόλαυσις καὶ στενοχωρία, καὶ κληρονομία καὶ ἀκληρία, γῆ τε καὶ οὐρανὸς, καὶ ἡ προκειμένη σωτηρία τῶν ἀθανάτων ἡμῶν ψυχῶν.
Κἂν δὲ πολλάκις οὗτος ἢ ἐκεῖνος προσκέκληται, ἢ ἐπιτετίμηται, ἢ παρίσταται, ἢ θεραπεύηται, ἢ ἐγγίζῃ, ἢ οἰκειῶται, τοῦ ἔξωθεν μόνον φανέρωσις, ἀλλ᾽ οὐ τοῦ ἔνδοθεν. Πολλάκις γὰρ ὁ ἀνυπονόητος πλεῖον ἀγαπᾶται, καὶ πλεῖον πιστεύων προτερεύει τοῦ τοιούτου· εἰ δὲ καὶ προτετίμηται ἢ καὶ παρακαλεῖται. Τί τοῦτο; Ἀδελφός σού ἐστιν ὁ παθαίνων· μέλος σού ἐστι τὸ ἀφοσιούμενον. Εἰ θέλεις, ἔχεις σὺ τὸ μεῖζον χάρισμα καὶ γνησιώτατον οἰκείωμα, τὴν ἀφθονίαν, ἢ θεραπεύεις θεὸν καὶ ἀγγέλους καὶ ἀνθρώπους. Οὐ πάντες τοίνυν ὀφθαλμὸς, ἵνα τὸ ἔξοχον ἔχοιεν· οὐδὲ γὰρ πάντες δεξιὰ χεὶρ, ἵνα προκατατελῇ καὶ προκρατῇ τοῦ πράγματος· ἕκαστον ἔργῳ καὶ τρόπῳ καὶ δοκιμασίᾳ τῇ δεούσῃ γίνεται.
Καὶ χαίρετε τῇ εἰς ἀλλήλους τιμῇ· τὴν τοῦ πλησίον ἕκαστος τιμὴν ἰδιοποιούμενος, ἐν οἷς οὐκ ἔρις, οὐ ζῆλος, οὐδέ τι τῶν βλαβερῶν παθῶν χώραν λήψεται· ἀλλὰ δυνάμει θεοῦ δυνηθείημεν ἔτι τὰς ὑπολοίπους ἡμέρας καὶ ὥρας τῆς παροικίας ἡμῶν, εὐαρέστως ἐν κυρίῳ πολιτευόμενοι, μεταβῆναι ἀπὸ φυλακῆς εἰς ἐλευθερίαν, καὶ ἀπὸ κόπου εἰς ἀνάπαυσιν, καὶ ἀπὸ προσκαίρου ζωῆς εἰς αἰωνίαν ἀθανασίαν, ἐν αὐτῷ Χριστῷ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.