Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 93
ΛΟΓΟΣ ϟΓ΄.
Ἀπροσπαθῶς τι διδόναι καὶ λαμβάνειν.
ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΤΕΚΝΑ ΗΓΑΠΗΜΕΝΑ,
Τίς ἀνοίξει μου τὸ ταπεινὸν στόμα ἐν λόγῳ ἀληθείας, ἵνα ἀξίως δυναμώμην ὑμῖν ἠχεῖν ἀμφότερα τὰ ὦτα, τὰ περὶ θεοῦ καὶ τῶν θείων ἐντολῶν καὶ δικαιωμάτων; Τίς περιζώσει με δύναμιν τῇ ἀσθενείᾳ, ἵνα κατισχύσω δικαιολόγως καὶ συμπροθυμεῖσθαι καὶ συναμιλλᾶσθαι ὑμῖν· καὶ μὴν καὶ ἐπαλείφειν πρὸς τοὺς τῆς εὐσεβείας ἀγῶνας, πρὸς τὸν ἀσκητικὸν δρόμον; Πολύς μοι ἐν τούτῳ φόβος θέλοντι καὶ οὐ κατισχύοντι ἐκ τοῦ σκοτεινοῦ ὀφθαλμοῦ τῆς ψυχῆς, καὶ ἐκ τῶν περιεχουσῶν με πολλῶν καὶ ποικίλων ἁμαρτιῶν. — Τίς γάρ, φησι, λαλήσει, τὰς δυναστείας τοῦ κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; — Τίς περιήγαγεν ἐκ τοῦ μὴ ὄντος τόδε τὸ πᾶν, οὐρανὸν καὶ γῆν καὶ θάλασσαν; Πῶς διοικεῖ ἐν προνοίᾳ, τοῖς ἀλαλήτοις καὶ ἀθεωρήτοις αὐτοῦ κρίμασι, ὅλον τὸν κόσμον; Ἐπὶ ποίας ὑμᾶς θείας τιμῆς κατατάξας ἀρχῆθεν καὶ ἐκπεπτωκότας, πάλιν ἐπανήγαγε πρὸς τὸ πρότερον μετὰ λαμπροτέρου τοῦ ἀξιώματος; οἷον τὸ τοῦ θανάτου ἐπάγει μυστήριον; Πῶς μεταβιβάζει ἡμᾶς ἐκ τῆς ἐνθένδε ζωῆς πρὸς τὸν ὑπερκόσμιον;
Τί τὰ ἐκεῖ, ἀδελφοὶ, ἐννοηθῶμεν; Ἐπιμνησθησόμεθα τὴν ἀήθη καὶ ξένην ὁδοιπορίαν ἐκ τῆς διαζεύξεως; Ἐπιμνησθησόμεθα τὰς ἀγγέλων φοβερὰς θεωρίας, τοῦ μέλλοντος αἰῶνος τὴν κατάστασιν; Τίς καὶ ποία καὶ πηλίκη; Τί ἐκεῖ ὀψόμεθα; καὶ τί ἐκεῖ συλλαλήσωμεν; Ἐπὶ ποίοις καὶ ποδαποῖς αὐλισθησόμεθα τόποις; Μᾶλλον δὲ πρὸ τούτων, πῶς παρασταθῶμεν ἐπὶ τοῦ φοβεροῦ καὶ φρικτοῦ βήματος τοῦ δεσπότου; Καὶ τίς ἀπὸ κτίσεως παντὸς τοῦ κόσμου καὶ πνοῆς ἀποδώσει λόγον τῶν ἔργων ἡμῶν; Θεὸν οὖν ἐγὼ βούλομαι ἰδεῖν, καὶ τῷ κτίστῃ καὶ δημιουργῷ τῶν ἁπάντων παραστῆναι, καὶ μετὰ τοῦ ἔχοντος ἐξουσίαν πάσης σαρκὸς συνᾶραι λόγον. Καὶ τίς μοι ἐν τούτῳ δύναμις, ἢ τίς ἰσχὺς, ἢ ποία βασταγή;
Ὦ, ὦ, τέκνα μου, ἵνα ὑμῖν τέως τὸ ἐμὸν ἐξείπω, ὅταν ταῦτα ἐπιλογίσωμαι, ἡνίκα μικρὸς πῶς ποτε κατὰ βραχείαν ῥοπὴν ἀπολακῶ τῶν τῆς κακίας σειρῶν, καὶ διάρω εἰς οὐρανὸν τὸν ἐσκοτισμένον μου νοῦν, φρίκης πληροῦμαι καὶ ἐκστάσεως καὶ δακρύων; Καὶ εἴθε κατὰ τήνδε τὴν ὥραν, ἵνα τις λάκκον ὀρύξας καὶ ἀνασκάψας, ἐκεῖ με συνέχωσε διὰ τὸ πλῆθος τῶν ἀνομιῶν μου. Ταῦτα ἐν νῷ λαμβάνων πάλιν μετατρέπομαι, καὶ πάλιν ἀλλοιοῦμαι, ἐπὶ τὴν ἐμπάθειαν τρέχων, καὶ ἀσπάζομαι τὰς ἡδονὰς καὶ ἐκταράσσομαι τὴν ψυχὴν, καὶ ὁ κλύδων με τῶν παθῶν καὶ αἱ σφοδραὶ καταιγίδες τῆς ἁμαρτίας ἰλλιγγοποιοῦσαί πως καταδύουσί με εἰς τὰ ἄβυσσα τῶν ἀβύσσων τῶν πολλῶν μου κακῶν. Δότε οὖν χεῖρα βοηθείας· καὶ συναγάγετέ με ὑμῖν.
Καὶ δεῦρο δὴ πάλιν ὡς ἀρχόμενοι δράμωμεν ὁμοῦ· δράμωμεν δὲ οὕτως· ὁ μὲν ἐπὶ τὴν ἀδιάκριτον ὑπακοήν· ὁ δὲ ἐπὶ τὴν ἀνένδοτον ὑπομονήν· ὁ δὲ ἐπὶ τὴν χριστομίμητον ταπείνωσιν· ὁ δὲ ἐπὶ τὴν φιλοκρινίαν τῶν λογισμῶν· ὁ δὲ ἐπὶ τὴν ἄφθονον φιλαδελφίαν· ὁ ἄλλος ἐπὶ τὴν εὐμετάδοτον, ἣν ἐκ θεοῦ εἴληφε, χάριν, κατὰ διδαχὴν λόγου, κατὰ διδαχὴν ψαλμῳδίας, κατ᾽ ἐπίδειξιν ἔργου. Οἱ πάντες τὰ πάντα ἀναλαμβανόμενοι, κἂν ποσῶς καὶ ἐν ἀλλήλοις συγκιρνώμενοι· κἂν ὁ μὲν λαμπρότερος ἀστὴρ, ὁ δὲ στυγνότερος· ἐπέστησαν ἄρτι ἐπιτεταμέναι νύκτες· ἀπὸ τοῦ κανόνος ὁ δυνάμενος μανθάνειν μανθανέτω· εἰ δὲ στιχολογεῖν, στιχολογείτω· ἐὰν δὲ καὶ εὔχεσθαι εὐχέσθω, μόνον μεθ᾽ ὑπομνήσεως.
Ταῦτα δὲ λέγω οὐ μόνον διὰ τὸ ὠφέλιμον, ἀλλὰ καὶ διὰ τὸ ἀπὸ τῶν δαιμονικῶν ἐνυπνίων ταῖς τοῦ κανόνος κοιμήσεσιν ἀποφεύγειν ἡμᾶς· ἔπειτα καὶ ὕπνον μεταλαμβάνειν. Μηδεὶς τὸ ἑαυτοῦ παντάπασι ζητείτω, μηδὲ οἰκείας ἐφέσεις ἐχέτω· ἀλλοτριοῖ γὰρ ἑαυτὸν τῆς καλλίστης ὑποταγῆς. Τὰς βίβλους καὶ ὁ κρατῶν, καὶ οἱ λαμβάνοντες, κατὰ ἀποδοχὴν θεοῦ, ἵνα μὴ φθονερῶς ὁ διδοὺς διδοῖ, ἢ ἀποτόμως καὶ ἀδιακρίτως. Ἔπειτα καὶ ὁ λαμβάνων καταγογγύξῃ· ἢ ἕτερον ἀνθ᾽ ἕτερον ζητῇ ἐν ἐπείξει καὶ ἀντιλογίᾳ. Ἀρκεῖ σοι, ὦ ταλαίπωρε, ὅτι οὐδὲν ἐνεγκὼν λαμβάνεις τὰ θεόσδοτα· μὴ ἐν τούτοις τοῦ πονηροῦ δούλου τὸ κατάκριμα σχῇς. Ἡ ἀκριβὴς εὐπείθεια, μάλιστα πρὸς τὸν οἰκονόμον, οὐκ ἔχει τὸ — οὐ δύναμαι· καὶ, οὐχ ὑπαντᾷ μοι· καὶ, ἀδυνατῶ, — ἵνα καὶ ἀληθεύῃ ὁ λέγων· ἀλλ᾽ εἰ καὶ τοῦτο, ἐσχάτως μεθ᾽ ὑπομνήσεως.
Λόγον οὖν δίδωμι ὑμῖν βεβαιοτικὸν ἐνώπιον τοῦ ἀοράτου θεοῦ καὶ τῶν ἐκλεκτῶν αὐτοῦ ἀγγέλων· ὅτι βιαζόμενοι κατὰ τὸ βιαστὴν εἶναι τὴν ὁδόν. Ἀπὸ θανάτου εἰς ζωὴν μεταβήσεσθε, ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν, ἀπὸ σκότους εἰς φῶς, ἀπὸ δουλείας εἰς υἱότητα πατρικὴν, ἀπὸ ἀδοξίας εἰς εὐδοξίαν, ἀπὸ κακουχίας εἰς εὐρυχωρίαν, ἀπὸ νηστείας εἰς τρυφὴν, ἀπὸ ἀκτημοσύνης καὶ ἁγνότητος εἰς ἀθανασίαν καὶ πολυολβίαν καὶ βασιλείαν οὐρανῶν ἐν αὐτῷ Χριστῷ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.