Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 94
ΛΟΓΟΣ ϟΔ΄.
Βιοῦν ἀρίστως τοῦ τυχεῖν σωτηρίας.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Ὁρῶ καὶ σκοπῶ, ὅτι ἑτέρωθεν οὐκ ἔστιν ἡμῖν μέθοδος ὠφελείας, ἢ ἐκ τοῦ ἀνακινεῖν ἡμᾶς τοὺς περὶ τῆς σωτηρίας ἡμῶν λόγους, καὶ τοῦτο σχεδὸν εἰπεῖν κατὰ πᾶσαν ἡμέραν καὶ ὥραν. Ἐντεῦθεν γὰρ ἐλεγχομένη ἡμῶν ἡ ψυχὴ, καὶ οἷον μαστιζομένη τοῖς ἐλέγχοις, ἀποδιδράσκει πως τῆς περὶ τὰ πάθη ἀσχολίας· καὶ εὑρίσκει ὁδὸν ἀληθείας καὶ ἀπλανίας.
Ἀλλὰ θαῦμα· ὄντως θαῦμα· πῶς ἐπὶ μὲν τῆς κακίας καὶ μὴ λαλούντων ἡμῶν, ἀλλὰ κωφευόντων καὶ συστελλομένων ὅσον εἰς δύναμιν· ὅμως διὰ τῆς τοῦ ἀλλοτρίου ἐπιβουλῆς λογιζόμεθα τὰ κακὰ, καὶ ἐμπειρόμεθα εἰς τὰς ἡδονάς. Ἐπὶ δὲ τῆς ἀρετῆς τοσοῦτον κατατρίβοντες καὶ καταγινόμενοι μόλις μικρὸν, πῶς ἀνανεύομεν; Καὶ τοῦτο κατ᾽ αὐτὴν τὴν ὥραν τῆς ὑπομνήσεως. Εἰθούτως μετὰ τὴν πλήρωσιν τοῦ λόγου ἢ τῆς ὥρας, πολλοῦ γε εἰπεῖν τῆς ἡμέρας, πάλιν ὡς μὴ ἀκηκοότες, ἐπιλανθανόμεθα τῶν δογμάτων τῆς εὐσεβείας. Καὶ οἷον ἁρπάζει ὁ πονηρὸς τοὺς καλῶς καταβληθέντας λόγους τῆς ὠφελείας, καὶ ἀντεισάγει τὰ ζιζάνια τῆς ἁμαρτίας. Φεῦ τῆς μοχθηρίας! Φεῦ τῆς ἐπὶ τὰ πονηρὰ ἐπιῤῥεπτῶς ἐγκειμένης φύσεως ἡμῶν ἐλεεινοτάτης!
Τί δὴ λοιπὸν, ἀδελφοὶ, φῶμεν πρὸς ταῦτα; ἀλλ᾽ ἢ τὸ ἀεννάως κινεῖν ἡμῶν τὴν γλῶτταν ἐπανοίγειν ὑμῶν τὰ ὦτα· λαλεῖν τοῦτο καὶ ἐκεῖνο, ἀναλογίζεσθαι τὸ δέον καὶ ἁρμόζον, ὅπως τῇ συνεχείᾳ τοῦ λόγου κατεχομένη ἡμῶν ἡ ψυχὴ, δυνηθῇ πως τῶν πολυμηχάνων πειρατηρίων τοῦ διαβόλου ἀπολυτρωθῆναι. Διὰ τοῦτο καὶ τὸ νῦν ὑπομνησθῶμεν, παρακαλῶ· ἐννοηθῶμεν, ἀναλογισώμεθα, διασκοπήσωμεν τί ἐσμεν καὶ διὰ τί ἐσμεν, καὶ ποῦ ἐσμεν, καὶ ποῦ πάλιν πορευσόμεθα. Ἐσμὲν τοιγαροῦν πλάσμα θεοῦ, ἔργον χειρῶν αὐτοῦ, κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν τοῦ κτίσαντος, τὸ κράτος πάντων τῶν ὑπὸ τὸν οὐρανὸν ἔχοντες. Πάντα γὰρ ὑποτέτακται ὑπὸ τοὺς πόδας ἡμῶν, ὡς γέγραπται, ἀγγέλων δεύτεροι, ὡς αὐτοὶ τῆς πρώτης φύσεως. Διὰ τί δέ ἐσμεν; ἀλλ᾽ ἢ πρὸς τὸ εἶναι εἰς δόξαν τοῦ κράτους αὐτοῦ ἐφαμίλλως τῶν ἀγγέλων διὰ τῆς κατὰ πάντα φυλακῆς τῶν ἐντολῶν αὐτοῦ; Ἠλαττώμεθα γὰρ μικρόν τι παρ᾽ ἀγγέλους ὡς πάλιν γέγραπται· μᾶλλον δὲ οὐδὲ μικρὸν ὁπηνίκα τὴν φθορὰν ἀποθέμενοι πρὸς τὴν ἀφθαρσίαν χωρήσομεν.
Ποῦ δέ ἐσμεν; ἀλλ᾽ ἢ ἐν τῷ ἐξορίστῳ χωρίῳ, ἐν τῷ σκοτεινοτάτῳ κατοικητηρίῳ κατὰ τὴν διὰ τοῦ προπάτορος ἡμῶν ἀβουλίαν καὶ παρακοὴν καὶ φιληδονίαν, φθάσασαν εἰς ἡμᾶς τοὺς αὐτοῦ ἐγγόνους ἀπόφασιν. Ἐφ᾽ οἷς δέον κλαίειν καὶ πενθεῖν, σκυθρωπάζειν τε καὶ στυγνάζειν κατὰ μίμησιν τῶν παραυτίκα πεπονθότων παρὰ βασιλέων τὰ ὅμοια ἀναλογιζομένους, ὁπόθεν ἐξεπτώθημεν, ἐξ οἵας εὐπρεποῦς ἐνδιαίτης ἀγγελικῆς διαγωγῆς, τῆς μακαρίας τοῦ παραδείσου τρυφῆς. Καὶ τὸ, πότε κελευσθησόμεθα, εἰς ὃν προσεκρούσαμεν δεσπότην ἀγαθὸν, παραγενέσθαι πρὸς τὸ λογοτεθῆναι κατὰ τὴν ἐν ἐξορίᾳ πολιτείαν καὶ ζωὴν ἡμῶν.
Ποῦ δὲ πορευσόμεθα; ἀλλ᾽ ἢ εἰς τὸν ἐκεῖθεν κόσμον, εἰς τὸ τρισμακάριστον τῶν ἀγγέλων ἐνδιαίτημα, εἰς τὴν φωτεινὴν χορείαν, εἰς τὴν ἀνέσπερον ζωὴν, εἰς τὸ φοβερὸν καὶ παγκόσμιον κριτήριον, ἔνθα ὁ τῶν πάντων κριτὴς καὶ κύριος καθίσας ἐπὶ θρόνου δόξης ἐν ῥιπεῖ ὀφθαλμοῦ κρινεῖ τὰ σύμπαντα, ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Τοῖς μὲν φυλάξασι τὰς ἐντολὰς διδοὺς στάσιν δεξιὰν, χαρὰν ἀνεκλάλητον, ἀπόλαυσιν τῶν αἰωνίων ἀγαθῶν, βασιλείαν οὐρανῶν, καὶ ὧν οὐκ ἐφικνεῖται νοῦς ἐμβαθεῦσαι. Τοῖς δὲ παρακούσασι καὶ διὰ ῥαθυμίας καὶ φιληδονίας καὶ ἀναλγησίας ἐνεργήσασι τὰ πονηρὰ, μοιχείαν, πορνείαν, κλοπὴν, φθόνον, φόνον, ἀσελγείαν, ἀκαθαρσίαν, ἀθέτησιν, ἀποστασίαν, ὑπερηφανίαν, κενοδοξίαν, τὰ λοιπὰ ἕτερα τῆς κακίας εἴδη, ἀπονέμων τὰς αἰωνίας τιμωρίας, τὸ πῦρ τὸ ἐξώτερον, τὸν σκώληκα τὸν ἰοβόλον, τὸ σκότος τὸ ἀφεγγὲς, τὸν ζόφον, τὸν τάρταρον, τὸ χάσμα, τὸ βρυγμὸν, τὸν ὀλολυγμὸν, τὸν κοπετὸν, ἑκάστῳ κατὰ ἀναλογίαν τῶν οἰκείων ἁμαρτημάτων.
Καὶ τίς φρονήσας ἐντεῦθεν; Τίς καλῶς βιασάμενος τὴν φύσιν ἐνέγκοι γενναίως, εἰ δέοι καὶ τεθνᾶναι ὑπὲρ τοῦ καλοῦ, ἵν᾽ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκλάμψῃ ὡς ἥλιος· γένηται ἐν τῇ μερίδι τῶν ἁγίων, ἐν τῇ χοροστασίᾳ τῶν ἀγγέλων, ἐν τῇ εὐφροσύνῃ τῶν μαρτύρων, ἐν τῇ ἀπολαύσει τῶν προφητῶν καὶ ἀποστόλων.
Φεῦ δὲ, εἰ διὰ τὴν παραυτίκα ἡδονὴν τῆς σαρκὸς, διὰ τὴν ὀλίγωρον καρδίαν, διὰ τὴν φιλοκόσμον ἔξιν, διὰ βραχέα καὶ βδελυρὰ καὶ οὐδενὸς ἄξια καταντῆσαι εἰς ἐκείνην τὴν ἐλεεινὴν μερίδα τῆς εὐωνύμου στάσεως, εἰς τὴν ὀδονηρὰν ἐπαγωγὴν, εἰς τὴν ἀνεπίστροφον ἐξορίαν, εἰς τὴν ἀπαράληκτον τιμωρίαν, εἰς τὰ δεσμὰ τὰ ἄλυτα, εἰς τὰ Οὐαί. Καὶ Οὐαὶ τῷ μέλλοντι ἐμπίπτειν· ὅτι οὐκ ἔστιν ἀνάνευσις, οὐκ ἔστι παλιμβουλία, οὐκ ἔστι μετανάστασις, οὐκ ἔστι φιλανθρωπία, οὐκ ἔστι τροπολογία οὐ παρὰ θεοῦ, οὐ παρ᾽ ἀγγέλων, οὐ παρὰ ἁγίων· οὐκ ἐλεῶν, οὐ συγχωρῶν, οὐχ ὑποχαλῶν τὰς τιμωρίας διὰ τὸ ἀπέραντον εἰς αἰῶνας αἰώνων.
Ταῦτα οὖν, τέκνα, πάντες οἱ δοκοῦντες εὐδρομεῖν καὶ οἱ ὀχλάζοντες, καὶ οἱ προθυμούμενοι, καὶ οἱ ἀθυμοῦντες, καὶ οἱ προύχοντες· καὶ οἱ δευτερεύοντες, οἱ θερμοὶ καὶ οἱ ψυχροὶ, οἱ πλούσιοι καὶ πένητες τῶν ἀρετῶν, καὶ μὴν πᾶς ἄνθρωπος ἐσωτικὸς καὶ ἐξωτικὸς, καὶ πᾶσα φυλὴ καὶ γλῶσσα λογιζέσθω. Καὶ φροντίσωμεν· εὖ διαθώμεθα· δράμωμεν· κατεπειχθῶμεν· ἐνεργήσωμεν· ἀποῤῥίψωμεν τὰ πάθη ὡς μίασμα.
Ἐκτείνωμεν χεῖρας ἡμῶν εἰς θεὸν τὸν σώζοντα· εὐπροθετήσωμεν τὸ καὶ ἑκάστην ἡμέραν μαρτυρεῖν, τὸ αἷμα κενοῦν, τὰ μέλη τέμνεσθαι, τὰς σάρκας καταξαίνεσθαι, τὰ ὀστὰ συντετρίφθαι· οὐχ ὅτι βρώματος στερηθῆναι ἢ πόματος ἡδύτατον, ἱματίου τε ψιλοῦ, ὑποδήματος καλοθέτου, τιμῆς τε καὶ στάσεως καὶ κλήρου· ἅ τινα γελοῦν ἐστι καὶ λέγειν πρὸς τὰ κείμενα· ἵνα καλῶς ἐνταῦθα βιώσαντες, κατὰ λόγον διαζήσαντες κατὰ τὸ ἐπάγγελμα ἡμῶν τὸ ἅγιον, ἀκριβολογησάμενοι τὴν ὑπακοὴν, τὴν ταπείνωσιν, τὸ πιστὸν καὶ ἀμετάθετον καὶ ἀνεξάρνητον τῶν ὁμολογιῶν φυλάξαντες.
Ἐξέλθωμεν τῆσδε τῆς φυλακῆς χαίροντες, ἀπιόντες μετὰ παῤῥησίας, μετὰ ἐλπίδος χρηστῆς, εἰς τὸ κομίσασθαι τὰς παρὰ θεοῦ ὑποσχέσεις, τὰς αἰωνίους ἀμοιβὰς, ὡς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· μεθ᾽ οὗ τῷ Πατρὶ δόξα, κράτος, τιμὴ σὺν τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.