Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 95
ΛΟΓΟΣ ϟΕ΄.
Γλυκὺς ὁ καρπὸς τῶν τεταπεινωμένων.
ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,
Τὰ ῥήματα τῆς ταπεινώσεώς μου πρὸς ὑμᾶς οὐ νομοθετικὰ, οὐδ᾽ αὐθεντικὰ, οὐδὲ καινολεκτικὰ, ὡς οἶμαι· ἀλλὰ παραινετικὰ τῆς τῶν θείων πατέρων ἡμῶν διδασκαλίας καὶ διαβιώσεως ὑπόμνησιν φέροντα· ἤδη γὰρ ἀπεκάλυψεν ὑμῖν ἡ θεία χάρις τὰ ὅσια καὶ δίκαια, καὶ εὐαγῆ· καὶ οἴδατε ἀραρότως ὅπη καὶ ὅπως πορευόμενοι τεύξεσθε τῶν οὐρανίων ἀγαθῶν.
Ἀναμιμνήσκεσθε τοιγαροῦν καὶ ἀναμνημονεύετε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον τοῦ θεοῦ, καὶ τὰ θειότατα πρακτήρια τῶν ὁσίων πατέρων, καὶ ἐκ τῆς εἰκόνος ἐκείνων τὰς ψυχὰς ὑμῶν διαζωγραφοῦντες χρώμασιν εὐσεβείας μιμήματα τοῦ βίου αὐτῶν γένοισθε. Ἐκεῖνοι γὰρ πρῶτον καὶ τελευταῖον τοῦτο ἐξήσκησαν, τὸ φοβεῖσθαι τὸν κύριον εὐαισθήτως· καὶ ἐκ τούτου ἀνέτειλεν αὐτοῖς ἡ θεούψιστος ταπεινοφροσύνη· δι᾽ ἧς ἁπάσας τὰς σατανικὰς παγίδας οὐ μόνον εἰς οὐδὲν ἐλογίσαντο, ἀλλὰ καὶ δήσαντες τὸν τούτων ἀρχιτέκτονα ὑποπόδιον ἔθεντο καταπατούμενον, καὶ καταπαιζόμενον κατὰ τὸ ἐν εὐαγγελίοις ᾀδόμενον.
Καὶ ἵνα τῶν πολλῶν ἁγίων ἕνα λάβω, τῆς χθὲς ὀρθρινῆς ὑμᾶς ἀναγνώσεως ἀναμνήσω. Σιλβανὸς ἦν ὅσιος ἀναγινωσκόμενος, καὶ ὁ λόγος εὔηχος τοῖς ὠσὶν ἡμῶν. Οἴδατε ὅπως οὗτος μετὰ τὴν ἐγγυητικὴν ὁμολογίαν ἐβελτιώθη κράτιστα, καὶ τῷ τῆς ταπεινώσεως ὅπλῳ, καὶ τῷ τῶν δακρύων πελάγει κατεπόντισε τὸν διάβολον, εἰς ὕψος ἀρίστης πολιτείας ἀναβεβηκώς. Ὁ μόνος τὴν εἰκόνα τοῦ μεγάλου πατρὸς Παχωμίου διαδεικνὺς ἐν ἑαυτῷ· καίπερ ὀλιγοχρόνιος ὢν ἐν τῷ σχήματι καὶ ᾠκύμορος μετὰ τὴν βελτίωσιν, καὶ τὸ ξένον, ὅτι καὶ θυμελικὸς, καί γε ὅτι Θεοδώρου τοῦ ἡγιασμένου καὶ Πετρωνίου τοῦ τρισολβίου, καὶ Ὀρσισίου τοῦ πανυμνήτου, καὶ τῆς ὅλης ἐκείνης ἱεροσυλλέκτου ἀδελφότητος, πρόκριτος ἀνεδείκνυτο, ἀγγελικαῖς ὑμνολογίαις ἐκ τῶν ἐνθένδε πρὸς τὰ οὐράνια μετακεχωρηκώς.
Οὕτω μέγα, ὦ τέκνα, τὸ τῆς ταπεινοφροσύνης θεῖον χάρισμα, καὶ οὐκ ἔστι ὁστισοῦν τῶν ἁγίων ὁ μὴ τούτῳ τῷ ἀξιώματι εὐηρεστηκὼς θεῷ. Ταύτην καὶ ὑμεῖς ἐγκομβώσασθε, ὦ ἀδελφοί μου, καὶ χαίρειν εἰπόντες, καὶ ταῖς εὐγλωττίαις καὶ ταῖς μελουργίαις καὶ ταῖς ἐκστηθέσεσι καὶ ταῖς ἀναγνώσεσι καὶ ταῖς λυπαῖς εὐφυίαις τε καὶ εὐχειρείαις ἐχώμεθα τοῦ προκειμένου. Οὐ μὴν ἀποπεμπτέα τὰ προῤῥηθέντα πάντη· δευτεραῖα δὲ καὶ ἀκόλουθα τῆς τῶν ἀρετῶν κυρίας. Ἐπείπερ διὰ τὰ προλαβόντα εἰ πρὸς τοὺς κακοφώνους ἐπαιρόμεθα, ἢ πρὸς τοὺς ἀμαθεῖς αὐθαδειαζόμεθα, ἢ πρὸς τοὺς οὐκ εὖ ἀναγινώσκοντας κατεξανιστάμεθα, ἢ πρὸς τοὺς ἀστόμους καὶ ἀμαθολέκτους ὀφρυούμεθα, εἰς μάτην ὄντως κοπιῶμεν, οὐ κατὰ σκοποῦ βάλλοντες, ἀλλὰ καθ᾽ ἑαυτῶν τοξεύοντες καὶ θηριάλωτοι γινόμενοι τῷ διαβόλῳ.
Μὴ οὖν οὕτως, τέκνα· ἀλλὰ ταπεινώσει καὶ ἐργαζώμεθα· ταπεινώσει καὶ ἀναγινώσκωμεν, ταπεινώσει καὶ ψάλλωμεν, ταπεινώσει καὶ βαδίζωμεν, ταπεινώσει καὶ ἐσθίωμεν, ταπεινώσει καὶ ἀπολογώμεθα. Καὶ οὕτως ὀψόμεθα, πηλίκος ὁ καρπὸς αὐτῆς, γλυκὺς καὶ ἐπέραστος καὶ πάμφωτος, μιμητὰς θεοῦ ἡμᾶς ἐργαζόμενος· — Μάθετε γάρ, φησιν, ἀπ᾽ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν -.
Τῇδε γὰρ ὡς ἀληθῶς ἀνάπαυσις· ἐνταυθὶ τὰ κύματα τῆς χάριτος ἐν ταῖς ψυχαῖς ἀναβάλλεται· ἐνταυθὶ κάθαρσις καὶ τῇ σαρκὶ ἀνατέλλουσα· ἐνταυθὶ δακρύων χύσις ἐπιπολάζουσα· ἐνταυθὶ κατανύξεως πηγὴ ἀναβλύζουσα· ἐνταυθὶ σοφία καὶ σύνεσις καὶ εὐλάβεια καὶ ἐγκράτεια καὶ ἡσυχία καὶ ἀπερπερία καὶ ἀγελασία, καὶ εἴ τι ἄλλο τῶν καλῶν καί ἐστι καὶ λέγεται καὶ δωρίζεται· οὕτω μὲν περὶ τῆς ὁσίας ταπεινοφροσύνης ἡ διάλεξις.
Ὑμεῖς δὲ, τέκνα θεοῦ καὶ τέκνα τῆς ἡμετέρας ταπεινώσεως, δεχόμενοι τὰ σπέρματα καρποφορεῖτε ὡς γῆ ἀγαθὴ ἀνὰ τριάκοντα, καὶ ἀνὰ ἑξήκοντα, καὶ ἀνὰ ἑκατὸν ταῖς ἀναλόγοις τῶν χαρισμάτων εὐπραξίαις. Καὶ φυλάξατε ἑαυτοὺς ἀπὸ παντὸς κακοῦ καὶ πονηροῦ ἐπιτηδεύματος, φεύγοντες τὴν παῤῥησίαν, διώκοντες τὴν φιλαδελφίαν, ἀποστυγοῦντες τὴν πονηρίαν, φιλοῦντες τὴν ἀπραγμοσύνην· — ἄκακοι γὰρ καὶ εὐθεῖς ἐκολλῶντό μοι -.
Μή τίς τινα ἀγαπάτω ἢ καλῶς ἔχει πλέον τῶν ἄλλων· μηδὲ διδότω παῤῥησίαν ἀγένειος ἀγενείῳ· μηδὲ εὑρισκέσθω ἐν ἀποκρύφοις τόποις καὶ ἀνεπισκόποις· ἀλλὰ στῆτε οἱ πάντες πρὸς τὰς μεθοδείας τοῦ διαβόλου ἀκαταπόνητοι, τὴν πυρκαϊὰν τῶν παθῶν κατασβεννῦντες ταῖς θείαις προσευχαῖς καὶ ἐπικλήσεσι. Φυσικὸν τὸ ἔρχεσθαι τὰ πάθη· ἀλλ᾽ ἡμῶν τὸ ἀπὸ τῆς πρώτης εἰσβολῆς ἀποκρούεσθαι. Ἦλθεν, ἐῤῥίπισεν, ἀπεδράθη μᾶσσον τοὺς τῆς ψυχῆς σου ὀφθαλμοὺς, ἡνίκα προσαγάγῃ ὁ πειράζων τὴν ἀπρεπῆ θέαν. Ἀπόῤῥιψον τὸ ἄγκιστρον τῆς ἡδονῆς πόῤῥω· ἐπειδὰν τὸ δέλεαρ καταχαλάσῃ εἰς τὴν καρδίαν ὁ πικρὸς ἁλιεὺς τῆς ἁμαρτίας. Βῦσόν σου τὰ ὦτα, ὁπηνίκα προσλαλεῖν ἄρξεται ὁ ψιθυρίσας θάνατον εἰς τὰ τῆς Εὔας ὦτα. Μὴ ἅψῃ, μὴ θίξῃ, μὴ ὀσφρύσῃ, ὁπότε ὁ τῶν ληκυθίων ἐκείνων κατασκευαστὴς καὶ ἐπιφορεὺς παραβάλῃ σοι καθημένῳ ἢ περιπατοῦντι. Μὴ δέξῃ ἐπεὶ ὡς ἀνέμῳ περιστρεφθήσῃ, καθὰ γέγραπται.
Ἀσφάλισαι οὖν πανταχόθεν, τέκνον. Γενοῦ πόλις ὀχυρὰ καὶ τετειχισμένη· γενοῦ τεῖχος χαλκοῦν καὶ πέτρα ἀκίνητος, ἵνα ὁσάκις προσρήσσωσί σοι αἱ καταιγίδες, ἀπαρασάλευτος διαμένῃς.
Δρῶμεν μᾶλλον διὰ τῆς ἀντιπέμψεως κατὰ τῶν δαιμόνων ἢ παθῶν διὰ τῆς χαυνώσεως τῆς ψυχῆς σου· καὶ οὕτως ἀνεδείχθης στρατιώτης τοῦ κυρίου, ἀθλοφόρος Χριστοῦ, μάρτυς τῆς χάριτος· καὶ φθέγξῃ σὺν τῷ Παύλῳ. — Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος — ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.