Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 96
ΛΟΓΟΣ ϟϛ΄.
Μὴ φυσιοῦσθαι, μὴ γένει μὴ δυνάμει.
ΠΑΤΕΡΕΣ ΜΟΥ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,
Ἐπείπερ ἐστὲ φυτεία θεοῦ εἰς καρποφορίαν πνευματικὴν γεννηθέντες, χρεία μοί ἐστι νύκτωρ καὶ μεθ᾽ ἡμέραν τὴν ὀφειλομένην καλλιεργίαν ποιεῖσθαι εἰς ὑμᾶς, καὶ ποτίζειν, καὶ οἷον διακόπτειν, καὶ τέμνειν, καὶ ἀποκαθαίρειν, ἵνα γένησθε ἄμπελος εὐκληματοῦσα πολὺν φέρουσα τὸν καρπὸν τοῦ Πνεύματος. Οὐαὶ δέ μοί ἐστιν, ὅτι οὐκ εἰμὶ τῶν τοιούτων γεωργῶν, ἵνα κατὰ τὸ θέλημα τοῦ δεσπότου Χριστοῦ, τὸν ἐκδοθέντα μοι ἀμπελῶνα περιποιῶμαι, πλὴν τὸ κατὰ δύναμιν ἐκβιάσομαι, πάντοτε καὶ νῦν ποιεῖσθαι.
Ἐπιβλέπων ἐπιβλέπω καὶ ἰλιγγιῶ πρὸς τὴν διέξοδον τῆς ζωῆς ὑμῶν, ὁπόση καὶ ἡλίκη ἐστὶ πολυειδής τε καὶ διεξάγωγος. Οὐ γὰρ οἱ πάντες ἐν τοῖς αὐτοῖς ἤθεσί τε καὶ πράγμασι χαίρετε· οὐδὲ τῷ αὐτῷ λόγῳ καὶ κανόνι ἐμπεριέχεσθε· ἀλλὰ κατὰ τῶν σωμάτων ὑμῶν ἰδέας, πλειοτέρας καὶ τὰς ψυχικὰς διαθέσεις φερόμενοί ἐστε· ὁ μὲν ἐπιτιμήσεως χρήζων, ὁ δὲ ἐγκρατείας, ὁ δὲ ἁπλουστέρας τροφῆς, καὶ ὁ μὲν ἐν τῷ στυφῷ λόγῳ μᾶλλον ἁλιζόμενος, ἕτερος δὲ ἀπεχθανόμενος καὶ συγκαταβαίνοντι· οὐ πάντες μοι φαίνεσθε ᾠφελούμενοι διὰ τὴν καταφρόνησιν καὶ τὴν ἀναίδειαν. Καί τινα οὖν πλήττειν με δεῖ, ἄλλον νύσσειν, ἕτερον ἄγχειν; καὶ πολὺς μὲν ὁ ἀκάματος καὶ ὀλίγη παντελῶς ἡ δύναμις· ἀλλ᾽ ἔργον θεοῦ καὶ εὐχὴ πατρικὴ εἰς τὴν τοιαύτην ἐγχείρησιν.
Ἐγὼ ἐπιμεριμνῶ καὶ καταζέομαι, καὶ διαλογίζομαι, καὶ ἀνατυπῶ, καὶ ἀναθεωρῶ, καὶ ἀντιλαμβάνομαι. Πῶς εἷς ἕκαστος ὑμῶν περὶ τῶν κρυπτῶν ἔσω ἄνθρωπον διαγίνεται εἰς πᾶσαν πρᾶξιν καὶ κίνησιν καὶ ἐνθύμησιν· ὅτι τὸν ἐν τούτοις ἅπασι λόγον ὑφέξω ἐν ἡμέρᾳ κρίσεως, μὴ ἀρκούντως καὶ δεόντως καὶ ζεόντως, ἀλλὰ ἐλλιπῶς καὶ ἀπροσφόρως διαγγείλας καὶ διαστήσας ἑκάστῳ ὑμῶν. Ἔνθεν μοι τὸ δακρύειν πικρῶς καὶ τὸ ἀπολέγεσθαι τὴν ψυχὴν τὴν ἐλεεινήν.
Καὶ ὑμεῖς, οἵ τινες λέγω, ἴσως παίγνια ἡγεῖσθε τὰ ῥήματά μου· δεικνύει γὰρ τὸ πρᾶγμα. Εἴ γὰρ ἐγὼ περικόπτομαι καὶ σὺ γελᾶς καὶ νυστάζεις πρὸς τὴν ἀκρόασιν καὶ ἀμελεῖς πρὸς τὴν προκειμένην σου ἐργασίαν, καὶ περιπατεῖς ἀέργως ὦδε κακεῖσε, καὶ ψιθυρίζεις καὶ ἀργολογεῖς. — Τίς ὠφέλειά, φησι, ἐν τῷ αἵματί μου, ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν;
Μὴ οὕτω, τέκνα· μή· παρακαλῶ· ἀλλὰ διανάστητέ μοι ἅπαντες· Ἰδοὺ τὸ δικαίωμα τοῦ θεοῦ ἀναγγέλλων ὑμῖν οὐ παύσομαι· καὶ ἐπιλέγων τὸ ὅτι καθαρός εἰμι ἀπὸ τοῦ αἴματος πάντων ὑμῶν· οὐ παρασιωπήσομαι· οὐ γὰρ ὑποστέλλομαι, κἂν ἀνάξιός εἰμι, οὐδὲ ὑπεστάλην τὴν ἀλήθειαν τοῦ θεοῦ ἀναγγέλλειν ὑμῖν. Καθ᾽ ὃ οὖν τις τέτακται, κατὰ τοῦτο καὶ ἐπιμελείσθω ἑαυτοῦ. Εἰς τὸ ἐργάζεσθαι, ὡρίσθης ἐργάζου ἄνθρωπε τοῦ θεοῦ σπουδαίως· Χριστὸς γάρ σου τὸν πόνον ὁρᾷ καὶ δέχεται. Φείδου τοῦ σκεύους τοῦ χρησιμεύοντός σοι εἰς τὸ προκείμενον ἔργον· ὅτι οἱ μὲν διασυντρίβετε τὰ ἐργαλεῖα καὶ γελῶντες ἔρχεσθε πρὸς συγχώρησιν βάλλοντες τὴν μετάνοιαν. Βλέπεις ἀφοβίαν ψυχῆς καὶ καταφρόνησιν; Ἀλλὰ μὴ οὕτως. Ἀπετάγης εἰς τόδε τὸ πρᾶγμα· τί μεταβαίνεις καὶ μετατιθεὶς ὅρια, ἃ ἔθεντο οἱ πατέρες σου; Ὁ θεῖός σοι λόγος λέγει· — Ἐν ᾧ ἐτάγης, ἐν τούτῳ μένε -. Βλέπε πῶς διακρατεῖς τοὺς ὑπὸ σὲ ἀπαθῶς καὶ κατὰ λόγον καὶ τὸ σπουδαίως διανοεῖν τὰ κατὰ χρείαν.
Ταῦτα γὰρ συμπέπλεκται τοῖς πνευματικοῖς, ὡς τῇ θατέρου ἀπολείψει θάτερον πίπτειν. Σὺ διωρίσθῃς ἐπαγοράζειν τὰ τοῦ μοναστηρίου, σκέπτου, ἀδελφὲ, μὴ ἀσυνέτως, καὶ ἐπιστενώσεις τὴν ἀδελφότητα· μηδὲ ὁ κελλαρίτης παραθεωρείτω τὸν κόκκον· μηδὲ ὁ ὀψοποιὸς παρακαιέτω ἀκαίρως τὸ ξύλον· καὶ ὅς ἐστι τὰ δεύτερα μετ᾽ ἐμὲ φέρων μὴ ἀπροσέκτως διδότω τι, ἀλλ᾽ ὡς οἰκονόμος θεοῦ ἀποδώσειν μέλλων λόγον τῷ θεῷ καὶ κριτῇ ἐν ἡμέρᾳ ἀνταποδώσεως, οὕτω φροντιζέτω.
Καὶ ἁπλῶς εἰπεῖν, μηδεὶς παραβλεπέτω τι τῶν ἐν τῇ συνοδίᾳ, μὴ ἐκζητείτω τὰ ὑπὲρ ἀξίαν· εἴ τε νοσηλευόμενος εἴη τις, εἴ τε ὁδηπορήσων, εἴ τε κεκοπιακὼς, εἴ τε ἐπιδεὴς ὑποδήματος, ἱματίου, κουκουλίου, ἢ ἄλλου τινός. — Δός μοι, φησὶ τόδε πάτερ· καί μοι τοῦτο ἀπροσφυὲς τὸ ὑπόδημα, καὶ πιέζει με μικρὸν τὸ ψύχος. — Ἕτερός φησιν ὑπαντῶν πρωίθεν τάδε· — Κύρι, ὁ οἰκονόμος, σφίγγει με τὸ καλίκιον, καὶ οὐ πάρεστί μοι ἀλλαγὴ ὀρταρίων ἑτέρων, καί τε τοῦ βιασμένου· ὡς ὁ ἄλλος ὀφείλων εἶναι καὶ — ἅπερ, φησὶ, ἔχω, οὐκ εἰσὶ πρόσμαλα. Πάλιν ἄλλος — εἰ μὴ ἔχω τόσα μαλωτάρια, ἢ καὶ προσκειφάλαιον, ἢ καὶ ἄλλαγμα καθαρόπλυτον, οὐκ ἀναπαύομαι. — Καὶ ἔτερος· — ὁ οἶνος τρισμὸν ἔχει, φησὶ, καὶ τὸ ἕψημα ἀνάλοτον· ἢ καὶ ἀγορασθήτω τόδε, καὶ ἐξοδιαζέσθω ἄλλο.
Εἰ φοβήθητε τὸν θεὸν οἱ ταῦτα φάσκοντες; Εἴπατε πόθεν τὸ χρυσίον καὶ τὸ ἀργύριον, ἐξ ὧν εὕρομεν ταῦτα; Ἀλλ᾽ ἐκ τῶν πατρικῶν ὑμῶν κλήρων; Καὶ μὴ λυπηθῆτε λέγοντός μου. Ἀλλ᾽ ἐξ ῶν εἰσηνέγκατε ἀποταξάμενοι· ἀλλ᾽ ἐκ τῶν βασιλικῶν καὶ τηλικούτων εἰσόδων; Ναὶ, μικρὸν ἐκεῖθεν καὶ ἔκ τινος ἄλλου φιλοχρίστου ἀνδρός. Ἀλλ᾽ ἄνθρωπε, ἐκενώθησαν τὰ προσκαταχθέντα, εἰ καὶ μικρὸν ἐπικρατεῖ διὰ τὸν ἑξῆς χρόνον.
Ἐμοῦ τοίνυν πιέζεται ἡ καρδία· ἀλλὰ καὶ τοῦ οἰκονόμου, ἀλλὰ καὶ τῶν φροντιζόντων· καὶ αὐτοὶ ἐν γελοίῳ, καὶ ὡς μοδισμὸν χρυσίου ἔχοντες· οὕτως ἀπατεῖτο τὰ πράγματα καὶ ἀπεχθάνεσθε. Εἰ μὴ ἔχετε πᾶσαν ὑμῶν ἀπάτειαν· καὶ ταῦτά τινες ὄντες γινώσκετε.
Οὐκ ὀνειδιστικῶς λέγω ὑμῖν. — Τὸ πρότερον οὐκ εὐταρκεῖ σε, ὦ ἄθλιε, ὅτι ὅλως ζῇς, ὅτι ὅλως ἀνανέεις ἀέρα; Οὐκ ἀναμιμνήσκῃ τὸ φορτίον τῶν ἁμαρτιῶν σου, ὃ ἐσκόρπισε καὶ σκορπίσει ὁ κύριος, εἰ καλῶς περιπατοίῃς. Ἐξάστιχά μοι ζητεῖς; Πότε οἵ τινες οἶνον οὐκ ἔπινον, ἀλλὰ πολλάκις καὶ ὀλιγοστόν. Καὶ ἄρτι ὅτε ὑδροποτεῖν ὤφειλον, διαφορὰς οἴνων ἐκζητοῦσι. Ποτὲ νοσοῦντες ἰατρικῆς ὅλως οὐκ ἀπήλαυνον, οὐδὲ ἰατρὸν εὐπόρουν θεάσασθαι· καὶ νῦν ἐκλογὴν ἐπιζητοῦσι, καὶ τὸν ὄντα ἀποπέμπονται. —
Βαβαὶ τοῦ φρυάγματος! Ποτὲ οὐκ ἀκέραιον ὑπόδημα, ἢ ἱμάτιον περιεβαλόμην, εἴπω ἐγώ· καὶ ἄρτι ὡς οὐδ᾽ ὁπωσοῦν στενοχωρεῖσθαι ἐν τοῖς τοιούτοις θέλω. Ὑβριζόμην δὲ τὸ πρότερον καὶ πολλάκις καὶ ἐῤῥαπιζόμην, καὶ ἄρτι, εἴ με παραβλέψειέ τις τῶν ἀδελφῶν, συνιάζομαι· Καὶ οὔπω λέγω ὅσα καθεκάστην ἡμέραν γίνονται· ἀλλ᾽ ἐξ ὀλίγων λάβετε τὰ πλείονα. Ταῦτα, τέκνα, εἰ καὶ εἰς ἐμαυτὸν ἐσχημάτισα, μὴ θαυμάσητε, ἵνα γὰρ μὴ ὑπερφρονῆτε παρ᾽ ὃ δεῖ φρονεῖν, τοῦτο πεποίηκα. Σὺ δὲ τί ὑψώθης τῷ φρονήματι ὡς πομφόλυξ; ὡς ὅτι φησι — τοῦ δεῖνος γέγονα· καὶ ἔνθεν ὁρμῶμαι, κἀκ τούτου κατάγομαι τοῦ μητρώου γένους· καὶ ἦν μοι τόσα πλέθρα γῆς καὶ κτήματα, περιουσία τε ἄλλη παντοδαπή· ἡ δὲ τροφή μου ἀβροδίαιτος καὶ ἑσθής μοι περικαλλὴς καὶ ἁπαλωτάτη.
Ὡς ἄφρων καὶ ἄνους ταῦτα διαλογίζῃ. Φεῦ γὰρ τὸ καὶ διὰ στόματος ταῦτα φάσκειν. Χάρις σοι μεγάλη, ἵνα λύτρον ἐπ᾽ ἐκείνοις λάβῃς, οἷς κακῶς προεβιότευσας, ὡς ἐν ἀσωτίᾳ ἔζησας. Ὧδε φρόνει, ὅπου καὶ ἦλθες ἐκ τοῦ αὐτοῦ φυράματος εἶ, καὶ εἷς πατὴρ ὁ θεὸς πρῶτον πάντων, ἔπειτα ἡ ἐμὴ ταπείνωσις· οἱ δὲ πάντες ὑμεῖς ἀδελφοὶ ὁμότεκνοι· Εἰ δὲ μὴ οὕτως ἦτε, οὐκ ἐγεννήθητε ἐκ πνεύματος, οὐδὲ χρηματίζετε τέκνα θεοῦ, οὐδὲ ἐμοῦ τοῦ ἀναξίου· ἀλλ᾽ ἐν τῇ τῶν σωμάτων ζωῇ γνωρίζεσθε. Ἀλλ᾽ οὔ τι τῶν τοιούτων γίνεται χάριτι Χριστοῦ ἐνταῦθα!
Λέγεται δὲ οὖν ὅμως, ἵνα ἀσφαλιζώμεθα. Δάκρυσις δέ μοι πολλὴ, καὶ ὡς ἂν ὑπονοῶ τὸ θέλημα τοῦ θεοῦ εἶναι, διαπράττομαι. Σὺ σιώπα καὶ πρόσεχε, ὅπου τάττῃ καὶ πῆ σε φέρω, καὶ ποῦ σε ἱστῶ. Εἰ δὲ ὁ ἀδελφὸς ἄνω ἰσοστάσιός σοι ἀπολαυστικὸς, τρόφιμος, πολύποτος, περὶ τούτου λόγον οὐχ ἕξεις, οὐδὲ ἡμῖν, οὐδὲ θεῷ.
Συγχωρήσατε, τέκνα, εἰ κακῶς λέγοιμι· εἰ δὲ καλῶς συμφήσατε, συμπράξατε, συνεγέρθητε· τί μοι; Προσέρχεσθε ἀπὸ τῆς πρώτης σωρηδὸν, καὶ οὐχ ἕκαστος τρέχει πρὸς ἐργασίαν. Μὴ ἂν ὑπόλειψις γένηται τῆς σαρκικῆς ὑμῶν ζωῆς· ἀποπνίγετέ με; Οὐ λέγω, εἰ θέλετε, ἀπεμπολήσετέ με, ἀλλ᾽ οὐ πρέπει. Ἰδοὺ πῶς φλυαρολογῶ· ἀλλὰ πονῶν λαλῶ, ἵνα συμπονήσητε, ἵνα μὴ εἰς τὰ πράγματα ὑποπέσωμεν. Ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δώῃ ὑμῖν οὐ μόνον ἀκούειν, ἀλλὰ καὶ πράττειν, ἵνα κληρονομήσωμεν τὴν βασιλείαν τῶν οὐρανῶν, ἐν αὐτῷ Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.