Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Great Catechesis

Great Catechesis

St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905

Catechesis 97

ΛΟΓΟΣ ϟΖ΄.
Ἔχειν συνειδὸς καθαρὸν τοῖς πρακτέοις.

ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Εἰ ὁ σπορεὺς χαίρει καταβαλλόμενος τὰ σπέρματα τῇ γῇ, πόσον οὐ μᾶλλον εὐφρανθήσομαι κἀγὼ ὁ ταπεινὸς σπερματίζων ὑμῖν τὸν λόγον τῆς κατηχήσεως· ἀλλ᾽ ἐκεῖνος μὲν ἀμᾶται τοὺς στάχυας σώματος ἐπικήρου τροφὴν, ἐγὼ δὲ τὰ κατορθώματα ὑμῶν ψυχικὴν ἀπόλαυσιν αἰωνίαν.

Διὰ τοῦτο χαίρω, τέκνα, καὶ ἀγάλλομαι, ἓν λυπούμενος καὶ μόνον, τὰς ἁμαρτίας μου καὶ τὸ μὴ κατ᾽ ἀξίαν τῶν τιμίων ὑμῶν εὐπορεῖν με λέγειν. Ἀλλὰ δέχεσθε τὰ τῆς πτωχείας καὶ ταπεινώσεώς μου, καὶ τῇ οἰκείᾳ ὑμῶν εὐπορείᾳ πλουτίζετέ με τὸν πτωχὸν καὶ πένητα τῶν ἀρετῶν. Οὐ γὰρ ὡς πατὴρ ἔχω θησαυρίζειν ὑμῖν τοῖς τέκνοις κατὰ τὸν ἀπόστολον. Ἓν μὲν δὴ τοῦτο τῆς ἐμῆς ἀπολογίας· δεύτερον δὲ, ἐπειδὴ γεωργίας παράδειγμα, ἀεὶ τὰς χώρας ἐπισκέπτεσθαι τὸν γεηπόνον, καὶ φιλοκαλεῖν αὐτὰς ἀπὸ πάσης ἀκανθώδους καὶ ὑλώδους παρεκφυήσεως, ἀναγκάζομαι, τέκνα μου, κἀγὼ ἐπιβλέπειν τὰς ψυχὰς ὑμῶν διὰ τῶν ἔξωθεν ἐπιτηδευμάτων ὑμῶν, καὶ τὰ ἔνδον καταστοχάζεσθαι.

Βλέπετε τοίνυν πῶς αὐξάνεσθε, πῶς τελειοῦσθε· πῶς καρποφορεῖτε θεῷ καὶ ἡμῖν τὴν ἀρίστην πολιτείαν ὑμῶν. Ἐν τῇ ὑποταγῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν· ἐν τῇ ταπεινώσει ὑμῶν ὑψώσατε τὸ κέρας τῆς διαβιώσεως ὑμῶν· ἐν τῇ ὑπακοῇ ὑμῶν ἐνδείξασθε τὸ μαρτύριον τῆς συνειδήσεως ὑμῶν ἀδόλως καὶ ἀκαπηλεύτως τὰς διακονίας ὑπεξερχόμενοι, οἷόν τι ἀποτέτακται, ὁ μὲν εἰς τήνδε, ὁ δὲ εἰς τήνδε τὴν χρείαν. Μὴ προσπαθῶς, μηδὲ ἐχθρωδῶς, μηδὲ καταφρονητικῶς ἐνεργείτω, παρακαλῶ· ἀλλ᾽ ὡς ἐν ἐποψίᾳ θεοῦ εὐκρίτως καὶ εὐσυνειδήτως καὶ ἀξιολόγως, ἢ διδότω, ἢ λαμβανέτω ἕκαστον παρισταμένων, ἵνα ἀκούσῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· — Εὖ δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. —

Οὐ γάρ εἰσι τῆς φωνῆς ἄξιοι, συγχωρήσατε, οἱ ἱμάτιον, ἢ ὑπόδημα, ἢ δαπάνημα, ἢ ἀνάγνωσμα, ἢ διάταγμα, ἢ ἀπάντημα, ἢ ἐπιτίμημα, ἢ τόδε, ἢ ἐκεῖνο δέλτιον λέγω, ἢ ἀλλό τι ἐπιδιδόντες ἀθεοφόβως τῷ ἀδελφῷ· μᾶλλον δὲ ἐκείνης τῆς λεγούσης· — Ἴδετε οἱ καταφρονηταὶ, καὶ θαυμάσατε, καὶ ἀφανίσθητε, λέγει κύριος. — Καὶ — ὅτι ἐπικατάρατος πᾶς ὁ ποιῶν τὰ ἔργα κυρίου ἀμελῶς. — Τί γὰρ καὶ ἐντεῦθεν οὐκ ἀναφύεται; δουλοπάθειαι· ὁρῶντος τοῦ ἑτέρου τὸν ἕτερον καὶ σκανδαλιζομένου, ὡς τὸ εἰκὸς κατὰ τοῦ δεδωκότος.

Τοῦτο δὲ λέγω οὐχ᾽ ἵνα ἐξαναστῆτε οἱ λαμβάνοντες πρὸς ἐπιζήτησιν σφαλερὰν, καὶ διάκρισιν πονηρὰν, καὶ ἐπίβλεψιν δολερὰν τοῦ φορήματος, ἢ τοῦ ὑποδήματος ἐκείνου ἢ τοῦδε τοῦ ἀδελφοῦ· στέργειν γὰρ ἐπὶ πᾶσιν ἀναγκαῖον ὑμῖν τὸ κρῖμα, κατὰ τὸν μέγαν Βασίλειον, τῶν τὴν ἐξουσίαν ἐχόντων· ἀλλ᾽ ἵνα ὑμεῖς οἱ διανομεῖς τῶν τοιούτων φόβῳ θεοῦ καὶ πόθῳ ἐξανύητε καλλίστως τὰς ἐγχειρισθείσας ὑμῖν ἀρχάς. Καὶ διδίη ὁ διδοὺς ἀπροσπαθῶς καὶ κατ᾽ ἀξίαν, ἢ τὸ ἱμάτιον, ἢ τὸ ὑπόδημα, ἢ τὸ ἀνάγνωσμα, ἢ τὸ καλλιγράφημα, ἢ τὸ δαπάνημα, ἢ ἀλλοτιοῦν, ἵνα μὴ λεπτολογῶμεν τὰ πράγματα. Καὶ οὕτως ποιούντων ὑμῶν, εὐστάθεια καὶ γαλήνη ἔτι καὶ ἔτι ἀναφανήσεται ὑμῖν τοῖς ἠγαπημένοις μου.

Ναὶ, ναὶ παρακαλῶ καὶ δέομαι, ἀδελφοί μου ἡγιασμένοι, πληρώσατε τὰς καρδίας ὑμῶν παντὸς ἀγαθοῦ ἐπιτηδεύματος. Δότε ἀλλήλοις δι᾽ ἀγάπην ἑαυτούς. Χαίρετε ἀλλήλων τῇ εὐδοκιμήσει. Λυπεῖσθε ἐπὶ τῇ τοῦ πέλας καταπτώσει. — Οἷος ὁ χοϊκὸς, οὔτοι καὶ οἱ χοϊκοί, φησί· καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. — Ὁ δὲ θεὸς ἡμῶν ἐπουράνιος ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν, καὶ τοῦ ἐλέους αὐτοῦ πλήρης ἡ γῆ, ὡς ψάλλει Δαυίδ.

Ὁμοιωθῶμεν αὐτῷ καὶ ἡμεῖς, κἂν νῦν μὲν τοῦτο κατορθώσωμεν· νῦν δὲ πρὸς τὸ ἑξῆς ἐπειχθησόμεθα· καὶ μηδὲ ἐν τῇ ἐλλείψει ἀθυμήσωμεν· μηδὲ ἐν τῇ ἐπικτήσει κενοδοξήσωμεν· ἀλλ᾽ ἐπὶ μὲν τῷδε εὐχαριστήσωμεν τῷ κυρίῳ· — Οὐ γὰρ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντός, φησι, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ. — Ἐπὶ τῷδε ἐπιμένωμεν, καὶ γενήσεται· — ὁ ζητῶν γάρ, φησιν, εὑρήσει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. —

Οὕτως οὖν, τέκνα μου, ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον τῶν ψυχῶν ὑμῶν ἐργάζεσθε ἀναβιβαζόμενοι ἐπὶ τὰ ὑψηλότερα. Χαρᾶς οὖν καιρὸς ἐπὶ τῆς ἀληθινῆς πραγματείας τῆς οὐκ ἀπολλυμένης· δρόμου καιρὸς, ἀλλὰ τοῦ πνευματικοῦ· πλουτισμοῦ καιρὸς, ἀλλὰ τῶν αἰωνίων ἀγαθῶν. Μακάριος ὁ τρέχων· τρισμακάριος ὁ ὑπομένων· παμμακάριστος ὁ πῦρ πυρὶ ἐπιθυμίας καὶ ἀγάπης θεοῦ ἀνάπτων ἐν ἑαυτῷ καθεκάστην.

Οὐκ ἀποθανεῖσθε, τέκνα μου, ἀλλὰ ζήσεσθε· οὐ χωρισθήσεσθε, ἀλλὰ συναφθήσεσθε· οὐκ ἀτιμασθήσεσθε, ἀλλὰ δοξασθήσεσθε, ἐάνπερ τὴν ὁμολογίαν ὑμῶν βεβαίαν καὶ ἀκλινῆ μέχρι τέλους τῆς ὁσίας ὑποταγῆς ἀραρότως κατέχητε ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·