Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 1, Letter 13: On the Care of the Destitute
ΙΓ΄. — Εἰς τὴν διακονίαν τῶν ἀπρονοήτων.
Ὅτι κατ᾽ εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν ὁ ἄνθρωπος ἔκτισται, ἀναγκαῖον τῇ ἀνθρωπίνῃ φύσει, καθόσον ἐφικτὸν, ὡς εἰκόνι τὰ τοῦ ἀρχετύπου μιμήματα ἐν ἑαυτῇ περιφέρειν. Ἐπεὶ οὖν τὸ Θεῖον ἐπὶ πάντα διήκει τὴν τῆς οἰκείας ἀγαθότητος πρόνοιαν, δίκαιον ἂν εἴη ἐκμιμεῖσθαι τὸ ἀνθρώπινον τὴν τῆς ἀῤῥήτου σοφίας προνοητικὴν, ὡς δυνατὸν, διοίκησιν. Ὅθεν καὶ ἡμεῖς οἱ ταπεινοὶ καὶ ἐλάχιστοι, εὐλαβῶς εἰς τὸ Θεῖον ἀπιδόντες, καὶ πρὸς τὸ ὁμόφυλον τὴν ἀγαπητικὴν διάθεσιν ἀναλαβόντες, καθήκαμεν ἑαυτοὺς εἰς τόδε τὸ ἀσεβὲς σύστημα, καθὼς ὑποτέτακται, πρόνοιαν ποιούμενοι τῶν ἀπρονοήτων σκηνωμάτων, εἶτ᾽ οὖν νενεκρωμένων, καὶ ἐκ πενίας ἢ ἐκ ξενιτείας μὴ ἐχόντων πῶς ἐκκομίζεσθαι καὶ ἐνθάπτεσθαι ἐν ταύτῃ τῇ βασιλευούσῃ τῶν πόλεων. Τῷ τοίνυν τούτῳ θείῳ τύπῳ ἐπερειδόμενοι, ἑκάστῳ τε ἐνιαυτῷ ἐκ τῶν προσόντων παρὰ Θεοῦ δωρεῶν, ὁ καθεὶς ὡς ἔχει δυνάμεως, καταβολὴν ποιούμενοι πρός τε ἀγορασίαν ἐνταφίων, καὶ τὰ τῶν εἰς ταφὴν ἄλλων συντελοῦντα, διορίζομεν ἐν Κυρίῳ τάδε. Τούτων μηνυομένων ἢ θεωρουμένων κατὰ περίοδον πρὸς ἑκάστου τῶν συνειλεγμένων ἐν τῇ ἀδελφότητι νεκρὸν ἄνθρωπον, τοῦτον τοῖς προσήκουσιν ἐνταφίοις ἐκκομίζεσθαι, ἀποτίθεσθαι ἐν ταῖς ἀποτεταγμέναις ὑμῖν ὁσίαις θήκαις. Καὶ μὴν διὰ τοῦ ἐνιαυτοῦ, ἀρχῇ τε ἰνδίκτου, καὶ διὰ τῆς ἐν τῇ Πεντηκοστῇ πολυμερείας, ἐπιτελεῖν ἡμᾶς κοινῶς τὰ μνημόσυνα πάντων τῶν κηδευθέντων· ποιούντων ἡμῶν ἐν ταὐτῷ ἐκ τῆς συνεισφορᾶς καὶ ἀγάπην παρακλήσεως σωματικῆς· μὴ μέντοι ἔξω τῶν νενομισμένων τῆς αὐταρκείας ὅρων· ὡς ἢ πολυοινίᾳ ἢ πολυφαγίᾳ ἐξορχεῖσθαι ἡμᾶς τὰ ἐπιτελούμενα μνημόσυνα· ἀλλὰ μετ᾽ εὐλαβείας ἀναφερόντων ἡμῶν δοξολογίαν τῷ καταξιώσαντι ἡμᾶς Θεῷ τὴν ὁσίαν ταύτην τελετὴν ποιήσασθαι, οὕτως ἐπὶ τὴν τῆς τραπέζης ἰέναι χρείαν, προσαναγινωσκομένου ἤδη τοῦ τόμου, ὡς ἂν καὶ ἐπ᾽ αὐτῆς τῆς τροφῆς ἡμῶν τὰ ἀρεστὰ Κυρίῳ μεταδιώκειν· τοῦ κατὰ περισσείαν διανεμομένου πτωχοῖς· μὴ ἐμπολιτευομένων ἀργῶν ῥημάτων ἐν τῇ ἑστιάσει, μηδὲ γελοιασμάτων, πολλοῦ γε εἰπεῖν παιγνίων· ὅπου γε οὐδὲ τῷ τυχόντι Χριστιανῷ ἐνεργεῖν δέχεται ὁ λόγος. Εἰ δὲ καὶ λαλεῖν δεήσειε, ταῦτα ὅσα πρέπει Χριστιανοῖς· τὸ, φυλάττεσθαι ἡμᾶς ὅρκον· τὸ, ἀγάπην ἔχειν ἐν ἀλλήλοις· ἀλήθειαν ἐκ τοῦ στόματος προφέρειν· δόλου καὶ φθόνου ἀποδιδράσκειν· εὐποιίας τὸ κατὰ δύναμιν ἀντέχεσθαι· ἐπισκέψεις ποιεῖσθαι τῶν ἐν φυλακαῖς, τῶν ἐν ἀῤῥωστίαις· προσέχειν ταῖς ἀναγνώσεσι, καὶ ταῖς ἐν ἐκκλησίαις προεδρίαις· ἀλλήλους τῇ τιμῇ προηγεῖσθαι, καὶ μάλιστα ἱερεῖς τε Θεοῦ καὶ μοναστάς· φιλοξενίαν μεταδιώκειν· πορνείας καὶ μέθης τὸ καθόλου ἀπέχεσθαι· τὴν ὀρθόδοξον πίστιν κατέχειν· αἱρετικῶν κοινωνίας ἀποφεύγειν. Καὶ γὰρ τῶν τοιούτων λαλιὰ καὶ μελέτη, πολλῶν ἀγαθῶν πρόξενος γένοιτ᾽ ἂν ἡμῖν.
Ταύταις ταῖς θείαις συνθήκαις συγκατατιθέμενοι καὶ συνεπόμενοι, ἐπεδώκαμεν ἑαυτοὺς ὡς τῷ Κυρίῳ τῷδε τῷ συστήματι. Φησὶ γάρ· Ὁ ποιήσας ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ πεποίηκε· μηδὲν τῶν κειμένων ἀθετοῦντες, μηδὲ παραμελοῦντες. Ὡς ἐάν ποτε ὀφθείη τις τῶν ἀδελφῶν ἢ παρορῶν τὸν κείμενον νεκρὸν, καὶ μὴ ἀναφέροι τῷ τὰ πρῶτα φέροντι τῆς ἀδελφότητος· ἢ ἐν τοῖς ἀρίστοις φθεγγόμενος ἃ μὴ θέμις, καὶ πράττων τὰ οὐχ ὅσια, ὡς ἐντεῦθεν τὸν Θεὸν παροργίζεσθαι, ἐπιτιμίῳ ὑποβάλλεσθαι παρὰ τοῦ προκαθηγουμένου, τριῶν ἡμερῶν ἀποχῇ οἴνου, καὶ ἀργυρίου ἑνὸς καταβολῇ, εἰθ᾽ οὕτως αἰτεῖν πρὸς τὸ ἑξῆς βελτίωσιν. Πρὸς τούτοις φυλάττεσθαι ὑμᾶς καὶ τὸ, ὅταν τύχῃ ἑνὶ τῶν ἀδελφῶν ὑμῶν ὁ κοινὸς θάνατος, πάντας συναθροίζεσθαι ἐπὶ τὸ αὐτὸ, καὶ τὴν ἐκκομιδὴν καὶ ἐνταφίασιν αὐτοῦ ποιεῖσθαι· ὥστε καὶ ἐκ τούτου τὸ καλὸν ὑμῶν σύνταγμα ἐπαινεῖσθαι πρὸς δόξαν καὶ αἶνον τοῦ μεγαλοδώρου Θεοῦ ἡμῶν. Πίστει οὖν καὶ φόβῳ τῷδε τῷ γραμματείῳ συντάξαντες ἑαυτοὺς, καὶ τὰ ἑαυτῶν ὀνόματα ὑπεσημηνάμεθα σὺν τῷ ποσῷ, τὴν μισθαποδοσίαν ταύτης ἡμῶν τῆς ἐλαχίστης προθέσεως ἀπεκδεχόμενοι ἐν τῷ μέλλοντι αἰῶνι παρὰ τοῦ μισθαποδότου δικαίου κριτοῦ τῶν ὅλων Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν.