Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 1, Letter 19: To the Community of the People of Antisarchus
ΙΘ΄. — Πρὸς τὸ κοινὸν τοῦ λαοῦ Ἀντισάρχου.
Γράμματα ἐδεξάμεθα παρὰ τῆς τιμιότητος ὑμῶν περὶ τοῦ μαθητοῦ ἡμῶν, τοῦ πάλαι ἀποδράσαντος, καὶ ἐν τοῖς αὐτόθι, οὐκ οἶδ᾽ ὅπως, ἀμαθίᾳ καὶ ἀνοσιότητι προσδεχθέντος, καὶ ἐν ἑνὶ ἄντρῳ οὐνὶ μοναστήριον, ἀλλὰ λῃστήριον παθῶν ἀναδειμαμένου· ἵνα τοῦτον λύσεως ἀξιώσωμεν. Καὶ σύντομος ἡ ἀπόκρισις. Μαρκιανὸς ὁ μαθητὴς ἡμῶν ἕως ἂν ὑποστρέψῃ ἐν τῷ οἰκείῳ μοναστηρίῳ, ἐν ᾧ τὰς συνθήκας ἔθετο ὑπὸ μάρτυρι Θεῷ τῆς ἀποταγῆς αὐτοῦ, ἔσται δεδεμένος καὶ κατακεκριμένος καὶ ἀνάξιος τῆς κοινωνίας, καθ᾽ οὓς ἔγραψε θεοκελεύστους κανόνας. Οὐ γὰρ ἐξ ἡμῶν ἡ ἀπηρτημένη ἀπειλὴ, ἀλλ᾽ ἐκ θεοπνεύστων Πατέρων. Τοῦτον τοίνυν εἴπερ ἀγαπᾶτε σώζεσθαι, νουθετήσατε ἀνθυπονοστῆσαι εἰς τὰ οἰκεῖα. Ὃν ἡμεῖς μεταμελόμενον, καὶ ὑποστρέφοντα, πατρικοῖς σπλάγχνοις ἕτοιμοί ἐσμεν ὑποδέξασθαι, καὶ συγχωρῆσαι πάντα τὰ ἡμαρτημένα αὐτῷ. Ὡς γὰρ οὐκ ἔστι πρόβατον ἐκ τῆς ἰδίας μάνδρας ἀποσπασθὲν, καὶ ἀποπλανηθὲν, μὴ θηριάλωτον γενέσθαι· οὕτως τὸν ἀπὸ μοναστηρίου ἐξερχόμενον ἀνόμως ἐν τῷ οἰκείῳ θελήματι καὶ ἐν τόπῳ οὗ οὐκ ἐπισκοπεῖ ὁ Κύριος καθεζόμενον, μὴ ὑπὸ δαιμόνων ἀλῶναι. Τὸ οὖν κελλίον αὐτοῦ, φωλεός ἐστι δαιμόνων, ἀγρευτήριον, ψυχῶν, παιδευτήριον γυναικῶν, πάσης ἀνομίας ἐργαστήριον· κἂν ὁποίοις ἂν λόγοις καὶ τρόποις, ἢ αὐτὸς ἢ ὑμεῖς μεθοδεύειν πειρᾶσθε τὰ λεγόμενα. Εἰ οὖν ὑπακούει καὶ ὑπακούετε, εὖ ἂν ἔχοι ἀμφοτέροις φυγοῦσι τὰς θείας ὀργὰς καὶ ἀπειλάς· εἰ δὲ μή γε, ὄψεσθε ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν τοὺς τῆς παρακοῆς ὑμῶν καρπούς. Ὁ δὲ ἁγιώτατος ἐπίσκοπος εὐλογημένος ἐστὶν ὑπὸ Κυρίου, τηρῶν τοὺς νόμους, καὶ τὸν ἀνόσιον πόῤῥω που διώκων. Οὐ γὰρ χειροτονίας ἄξιος τὸ καθόλου, κἂν ἐνταῦθα ὑποστρέψῃ. Οἶδα γὰρ τὰ αὐτοῦ ὑπὲρ ἐκεῖνον αὐτὸν, πατὴρ αὐτοῦ γεγονώς.