Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 1, Letter 20: To Pinuphius and Mares, His Sons
Κ΄. — Πινουφίῳ καὶ Μάρῃ τέκνοις.
Οὐκ ἐβουλόμην ὑμῖν ἐπιστεῖλαι, διὰ τὸ τὰ δεύτερα γράμματα ὑμῶν μὴ συμφωνεῖν τοῖς προτέροις. Τὰ μὲν πρότερα ἐπαγγελίαν εἶχον ταχίστης μεταγνώσεως καὶ ἐλεύσεως πρὸς ἡμᾶς· τὰ δὲ δεύτερα, ἀνάνευσιν καὶ ἀνατροπήν. Καὶ ὅτι ἐπαφορμίζεσθε τοῦτο καὶ ἐκεῖνο· καὶ οὐχὶ μᾶλλον ἐν ἀληθείᾳ ὁμολογεῖτε τὸ πταῖσμα ὑμῶν, θρηνοῦντες καὶ μεταμελόμενοι, ἐφ᾽ οἷς κακῶς πεπράχατε. Εἰ οὖν μετανοεῖτε, καὶ ἔστιν ἐν ὑμῖν σπινθὴρ φόβου Θεοῦ, ἀνακαίων τὰς καρδίας ὑμῶν εἰς ἃς δεδώκατε ὁμολογίας καὶ συνθήκας Θεῷ τε καὶ ἡμῖν, ἐπὶ τοῦ φοβεροῦ βήματος αὐτοῦ, ὑπὸ μάρτυσιν ἀγγέλοις καὶ πάσῃ τῇ ἀδελφότητι, εὖ ἂν ἔχοι· καὶ μηδὲ ἐντεῦθεν μηδὲ ἐντεῦθεν ἐπιβλέψησθε· ἀλλὰ συντόμως διαῤῥήξαντες τὴν ἀπὸ τοῦ δαίμονος συμπλοκὴν τῆς προσπαθείας ὑμῶν καὶ ἰδιορυθμίας, ᾗ πεπλάνηκεν ὑμᾶς ἐκβαλὼν τοῦ κοινοβίου. καὶ περιάγων ὑμᾶς εἰς τόπους οὓς οὐκ ἐπισκοπεῖ Κύριος (πῶς γὰρ ἂν καὶ ἐπισκοπήσῃ ἐπ᾽ ἀθετήσει τῶν ἁγίων αὐτοῦ ἐντολῶν;) ἥκατε πρὸς ἡμᾶς, ἥκατε ἐν συντετριμμένῃ καρδίᾳ καὶ λόγῳ τεταπεινωμένῳ, πρὸς τὸ ἄλλον ὑμᾶς βίον ἀναλαβέσθαι ὑπὲρ τὸν πρότερον. Ὁ γὰρ πρότερος σκαιὸς ἦν ἐκ τῆς κατὰ μικρὸν χαυνώσεως θρασύτητος ὑμῶν καὶ ἀντιλογίας, ὑπαγαγὼν ὑμᾶς αὐτῷ τῆς ἀποστασίας πτώματι. Καὶ ἡμεῖς κἂν ἁμαρτωλοί ἐσμεν, ἀλλ᾽ οὖν σπλάγχνοις πατρικοῖς προσδεξόμεθα ὑμᾶς, καὶ τὴν ἑαυτῶν ταπεινὴν ψυχὴν μέχρι θανάτου ὑποτιθέντες, εἰς τὸ ἀναβαστάσαι ὑμῶν τὰ ἀσθενήματα κατὰ ψυχήν τε καὶ σῶμα. Οὐ γὰρ ἐξ ὅτου ἀπωλισθήσατε, ἐν ἀμεριμνίᾳ γεγόναμεν· ὥσπερ οὐδὲ ἐπὶ τῶν ἄλλων· ἀλλὰ τηκομένην ἔχομεν ἐν ἑαυτοῖς τὴν καρδίαν· καὶ πρὸς τὸν Θεὸν αἴροντες φωνὴν ἡμῶν οἰκτρὰν καὶ βέβηλον, ἵνα ἀνθυπονοστήσῃ ὑμᾶς πρὸς τὴν μάνδραν ὑμῶν, ἐμπνεύσει λογισμοῦ μετανοίας. Καὶ ἐάνπερ οὕτως πράξοιτε, θεραπεύοιτε πάλιν τὸν Θεὸν καὶ ἡμᾶς τοὺς ἁμαρτωλούς. Οὐ γὰρ ζητεῖ τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν.
Ἐπιστρέψατε οὖν, ἐπιστρέψατε, πρὶν ἄφνω ἐπιστῇ ὑμῖν ὄλεθρος, καθὼς τῷ Πετρωνίῳ· καὶ εὑρεθῆτε κενὰ καὶ ἀνόνητα μεταμελόμενοι, ὅτε τῆς μεταμελείας κέρδος οὐδέν. Ποῦ τοίνυν εἰσὶν οἱ λόγοι σου, Πινούφιε, καὶ σοῦ, Μάρη; μαρτυρίου ἀγῶνας ὑποδέχεσθαι διὰ τὴν ταπείνωσιν ἡμῶν προεθυμεῖσθε· μᾶλλον δὲ διὰ τὴν σωτηρίαν τὴν δι᾽ ὑπακοῆς· καὶ τοῦτο πολλάκις· καὶ μικρά τις αὔρα ἐλθοῦσα, ἐῤῥίπισεν ὑμῶν, ὡς ἄν τινα ἀνέμην. Ἀνανήψατε, ἐπιβλέψατε εἰς Θεὸν, φοβήθητε ἀπὸ τῶν κριμάτων αὐτοῦ, καὶ ἐξ ὧν συνεπίστασθε πράξεων ὑμῶν· ὅτι ἐν ἐκείναις μόνον οὐκ ἀρκετὸς ὑμῖν πᾶς ὁ βίος εἰς μετάνοιαν. Τί λοιπὸν προσθήκας ἁμαρτημάτων προστίθεσθε ἐπὶ ἁμαρτήμασι χαλεποῖς; Πρὸς δὲ τὸ γράψαι ἡμᾶς εἰς οὖς εἰρήκατε, ἀσμένως προσδεχθέντες καὶ ξενοδοχούμενοι ὑπ᾽ αὐτῶν, τοῦτο μὲν οὐ ποιοῦμεν· οὐ γὰρ ἐξ ἡμῶν ἐξήλθετε διὰ λόγου ὑπακοῆς, ἵνα κρίνωμεν ἀξίους ὑποδοχῆς. Τοὐναντίον δὲ καταλογιζόμενοι, ὁριζόμεθα ὑμῖν οὕτως. Ἀφ᾽ ἧς οὖν ἡμέρας δέξεσθε τὰ γράμματα, ἀποκινήσατε καταλαβόντες τὰ ἐνταῦθα. Εἰ δὲ ἀπειθοῦντες ἐπιμένητε, ὅπερ μὴ δῴη ὃ Θεὸς, ὁ ἀπεύχομαι, ἐστὲ ἀκοινώνητοι, κατακεκριμένοι τε καὶ καταδεδικασμένοι παρὰ ἀληθείᾳ δικαζούσῃ, νενεκρωμένοι τε τὴν ψυχὴν, καὶ ἐστερημένοι τοῦ πνεύματος, καθὼς ὁ μέγας καὶ θεῖος Βασίλειος ἀπεφήνατο· ἀλλ᾽ οὔτε οἱ ὑποδεχόμενοι ὑμᾶς, ἔξω κατακρίσεώς εἰσιν, ὡς μὴ τοὺς θείους κανόνας φυλάττοντες.