Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 1, Letter 21: To Symeon the Monk

ΚΑ΄. — Συμεὼν μονάζοντι.

Ἔγνωμεν, ὦ Πάτερ, καὶ διὰ τῶν προλαβόντων, οἷος καὶ ἡλίκος γέγονας πρὸς τὴν ταπείνωσιν ἡμῶν· ἐν πᾶσι τοῖς συμβεβηκόσι θλιβεροῖς ὁμαλίζων καὶ διευθετῶν πάντα πρὸς τὸ λυσιτελές. Ἴσμεν δὲ καὶ νῦν περίλυπόν σε διὰ τῆς ἐπαγγελίας τοῦ ἀδελφοῦ, γεγενῆσθαι ἐν τοῖς παρισταμένοις. Ἀλλὰ τί πάθωμεν; ὅτι ἐντολὴ Θεοῦ πρόκειται, καὶ κανόνες Πατρικοὶ ἀπείργοντες ἡμᾶς ἐκ τῆς τοιαύτης κοινωνίας. Ὧδε δὲ φθάσοι ἡ ταχεῖα ῥοπή σου, καὶ ἡ εἰλικρινής σου πρὸς τὸν Θεὸν καὶ ἡμᾶς τοὺς ἁμαρτωλοὺς σχέσις. Ἵν᾽ ὥσπερ τινὰ τρικυμίαν μεταγάγοις τὸν πειρασμὸν, καὶ γαληνιάσης τὴν ταραχὴν τῶν εὐσεβῶν ἡμῶν δεσποτῶν. Οὐ γὰρ πρὸς αὐτοὺς ἡμῖν ὁ λόγος τῆς ἀκοινωνησίας· οὐδὲ ἡ αἰτία τῆς ἀμφισβητήσεως· μᾶλλον δὲ ἡ τιμὴ καὶ ἡ προσκύνησις, ἡ φιλία καὶ ἡ ἔντευξις κατὰ τὸ ὀφειλόμενον· πρὸς δὲ τὸν ἀνόμως στεφανώσαντα τὸν μοιχεύσαντα κατὰ τὸν λόγον τοῦ Κυρίου· πρὸς τὸν τολμήσαντα τηλικούτου κακοῦ ὑπουργὸν γενέσθαι καὶ βεβαιωτὴν ἐπὶ τοῦ κόσμου παντὸς, ὃν καθῆρεν αὐτὸς ὁ Χριστὸς, δυσὶ κανόσιν ὑποπεσόντα, ἐπεὶ καὶ ἄλλοις· κατὰ μὲν τὸν πρῶτον, ὅτι οὐδὲ ἑστιαθῆναι εἰς διγαμοῦντος γάμον παραχωροῦντα τὸν πρεσβύτερον· εἰς γὰρ μοιχοῦ οὐδὲ ἐτόλμησεν ὁ κανὼν γράψαι, πόσῳ γε μᾶλλον στεφανῶσαι; Κατὰ δὲ τὸν δεύτερον, ὅτι τὸν ὑποπεσόντα ἔν τινι σφάλματι, καὶ διὰ τοῦτο ἀφορισθέντα, εἰ μὴ ἐντὸς ἐνιαυτοῦ ἐπαγωνίζεται τῇ οἰκείᾳ συστάσει, οὐκ ἐξὸν ἔτι φωνὴν αὐτοῦ προσδεχθῆναι. Ὁ δὲ ἐννέα χρόνους ὑπερβὰς, εἰσεπήδησεν ἐν τῇ Ἐκκλησίᾳ. Εἰ οὖν οὗτος ἀναίτιος, πολλῷ μᾶλλον ὁ μοιχεύσας. Εἰ δὲ ἐκεῖνος ἔνοχος τῆς ἁμαρτίας, τίς ἀμφιβάλλει περὶ τοῦ συζεύξαντος καὶ δυσφημήσαντος κατὰ τοῦ ἁγίου Πνεύματος, ὡς οὐχὶ ἐναγέστερος καὶ βεβηλότερος;

Ταῦτά ἐστι, Πάτερ ἅγιε, τὰ φοβοῦντα καὶ συστέλλοντα ἡμῶν τὴν καρδίαν. Καὶ διὰ ταῦτα πρὸς τὸ μὴ κοινωνεῖν αὐτῷ τε καὶ τῷ προηγησαμένῳ πατριάρχῃ, ἐπὰν μετεδίδου τῷ μοιχεύσαντι· ἀπεκλείσθημεν, ἐγὼ μὲν ἐν ᾧ καθέζῃ τόπῳ· ὁ ἡγούμενος δὲ καὶ οἱ λοιποὶ ἐν Θεσσαλονίκῃ ὑπερορισθέντες. Ἀλλ᾽ ὁ Θεὸς πάλιν ἐπισυνήγαγεν ἡμᾶς εὐχαῖς σου· καὶ οὐδ᾽ οὕτως, ὡς ἔτυχεν, ἡνώθημεν τῷ πατριάρχῃ, εἰ μὴ ὡμολόγησε καλῶς ἡμᾶς πεποιηκέναι. Ἐὰν οὖν ὅτε ἡ μοιχεία ἦν, καὶ ἡ τῶν κανόνων παράβασις, οὐχ ὑπεστάλημεν δυνάμει Θεοῦ· πῶς οὖν ἄρτι, ὅτε εὐσεβοῦσά ἐστιν ἡ βασιλεία, ἕνεκεν ἑνὸς πρεσβυτέρου ὑποσταλησόμεθα, καὶ προδώσομεν τὴν ἀλήθειαν, κινδυνεύοντες κατὰ ψυχήν; Οὐδαμῶς, ἀλλὰ πάντα ἡμῖν φορητὰ μέχρι θανάτου, ἢ μετασχεῖν τῆς ἐκείνου κοινωνίας, καὶ τῶν ἐκείνῳ συλλειτουργούντων· ἕως ἂν παύσῃ ἱερουργίας, ὥσπερ ἐπὶ τοῦ προτέρου. Ἔστω οἰκονόμος· τί καὶ ἀναξίως ἱερουργεῖ; Ἐξέλιπε πρεσβύτερος. Εἰ δὲ οὐδὲν δοκεῖ τοῖς συλλειτουργοῦσιν αὐτῷ, ὄψονται ἐφ᾽ οἷς πράττουσι. Φείσωνται τῆς ἡμῶν ταπεινώσεως, στεργόντων, καὶ μηδὲν ἕως τοῦ παρόντος λαλησάντων, ἀλλ᾽ οἰκονομησάντων ἐν τοῖς δυσὶν ἔτεσι τούτοις, ἐξ ὅτου εἰσῆλθον· ἵνα οὕτως εἰρηνικώτερον διεξέλθωμεν. Οἱ δεσπόται ἡμῶν οἱ ἀγαθοὶ, μεσῖται καὶ κριταὶ τοῦ δικαίου· φιληταὶ τῶν παῤῥησιαζομένων ἐν ἀληθείᾳ· ὡς αὐτὸ τὸ τίμιον αὐτῶν στόμα πολλάκις διαγορεύει. Ἐνέγκωσιν οἱ ἱερεῖς ἱερῶς, ἢ πείσουσιν, ἢ πεισθήσονται. Εἰ δὲ οὐδὲν τοιοῦτον, ἀλλὰ καὶ τὸ γρύξαι μόνον ἡμᾶς οὐκ ἀνεκτόν· Θεὸς ἐφορᾷ, οὗ μείζων οὐδείς· οὗ μόνος ὁ φόβος φοβερὸς, καὶ τὸ ἐκεῖ δικαστήριον, ᾧ πάντες παραστησόμεθα εὐθυνόμενοι κατὰ πάντα. Ἀλλὰ δεόμεθά σου τῆς ἀγαθότητος, καὶ ὡς προκυλινδόμενοι τοῖς τιμίοις σου ἴχνεσι, παρακαλοῦμεν καὶ ἀντιβολοῦμεν ποιῆσαι ἔλεος μεθ᾽ ἡμῶν, καὶ κοινὸν ὄφελος αὐτοῖς τε τοῖς εὐσεβέσιν ἡμῶν βασιλεῦσι, τῷ τε ἁγιωτάτῳ πατριάρχῃ, καὶ πάσῃ τῇ Ἐκκλησίᾳ, οὐ τῇ καθ᾽ ἡμᾶς μόνον, ἀλλὰ καὶ τῇ ἀνὰ πᾶσαν τὴν οἰκουμένην· ἵνα παύσῃ ὁ εἷς εἰς δόξαν Θεοῦ, καὶ μὴ ταραχθῇ ἡ αὐτοῦ Ἐκκλησία. Εἰ δὲ μήγε, ἀλλὰ τό γε δεύτερον, τὸ ἐπιμεῖναι ἡμᾶς ἐν τῷ αὐτῷ καθάπερ ἐν τοῖς δέκα ἔτεσι τούτοις. Οἱ γὰρ λοιποὶ, κἂν μυρίοι ὦσιν, ἱεράρχαι καὶ ἱερεῖς καὶ ἡγούμενοι οἱ κοινωνοῦντες αὐτῷ, οὐ θαυμαστόν· ἐπεὶ καὶ αὐτοὶ συνῆλθον τῷ μοιχεύσαντι· καὶ οὐδείς τι λελάληκε. Ταῦτα Θεὸς δι᾽ ἡμῶν, καὶ εἰ τολμηρὸν εἰπεῖν, καὶ παρακαλεῖ, καὶ προσφθέγγεται, καὶ ὡς κελεύεις.

· Contents ·