Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 1, Letter 22: To the Same
ΚΒ΄. — Τῷ αὐτῷ.
Καὶ πάλιν παρακαλέσαι σου τὴν πατρικὴν ἁγιωσύνην, καλὸν ἡγησάμεθα, ἐπιβαλέσθαι ἑαυτὴν πρὸς τὸ κοινῇ συμφέρον καὶ λυσιτελοῦν κράτιστα. Οὐ γὰρ πρὸς τοὺς εὐσεβεῖς ἡμῶν δεσπότας ὁ λόγος τῆς ἀκοινωνησίας, οὐδὲ ἡ αἰτία τῆς ἀμφισβητήσεως, καθὰ προγεγράφαμεν· μᾶλλον δὲ ἡ τιμὴ καὶ ἡ προσκύνησις, ἡ ὑπόπτωσις καὶ ἡ ἔντευξις κατὰ τὸ ὀφειλόμενον· πρὸς δὲ τὸν ἀνόμως στεφανώσαντα τὸν μοιχεύσαντα, κατὰ τὸν λόγον τοῦ Κυρίου· πρὸς τὸν τολμήσαντα τηλικούτου κακοῦ ὑπουργὸν γενέσθαι καὶ βεβαιωτὴν ἐπὶ τοῦ κόσμου παντός. Καὶ ἵνα ἐκδηλότερον εἴη τὸ λεγόμενον οὐ πρὸς διδαχὴν, ἀλλὰ πρὸς ὑπόμνησιν αὐτὴν, εἰ κελεύεις, τὴν κατὰ τὴν στεφανικὴν συνάφειαν, ἱερὰν προσευχὴν παραθήσομεν· καὶ κατίδωμεν ἐντεῦθεν, ὅπως ἐξ ἐναντίας αὐτῷ τῷ Χριστῷ, εἰ καὶ τολμηρὸν εἰπεῖν, ἀντεφθέγξατο καὶ ἀντεμαχήσατο διὰ τοῦ ἐναγοῦς αὐτοῦ στόματος, ὁ ἀνένοχον ἑαυτὸν ἀποδεικνύς. Τοῦ Χριστοῦ γὰρ μοιχὸν ἀποκαλέσαντος τὸν ἀφιέντα τὴν νομίμως συναφθεῖσαν ἀνδρὶ γυναῖκα· μοιχεία δὲ, ὡς οἶσθα, τὸ χαλεπὸν ἁμάρτημα, καὶ ἰσοδύναμον φονέως, ἀῤῥενοφθόρου τε καὶ ἀλογευομένου, φαρμακοῦ τε καὶ εἰδωλολάτρου· κατὰ τὸν κανόνα τοῦ θείου Βασιλείου· αὐτὸς τοῦτον τῷ θυσιαστηρίῳ παραστήσας, ἐν ἐπηκόῳ παντὸς τοῦ λαοῦ, ἐτόλμησε ῥῆξαι τὰς βεβήλους φωνὰς ἐκείνας· καὶ σκοπήσωμεν, Πάτερ, παρακαλῶ, τὸ φοβερὸν καὶ ἔκτοπον· ἔχει γὰρ οὕτως· « Αὐτὸς, Δέσποτα, ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἅρμοσον τῷ δούλῳ σου τὴν δούλην σου. Σύζευξον αὐτοὺς ἐν ὁμοφροσύνῃ. Ἕνωσον αὐτοὺς εἰς σάρκα μίαν, οὓς εὐδόκησας συναφθῆναι ἀλλήλοις. Τίμιον τὸν γάμον ἀνάδειξον, ἀμίαντον αὐτῶν τὴν κοίτην διατήρησον, ἀκηλίδωτον αὐτῶν τὴν συμβίωσιν διαμεῖναι εὐδόκησον. » Οὐκ ἆρα φρικτὸν καὶ ἀκουόμενον, καὶ ἐννοούμενον; πόσον ἐστὶν ἐνταῦθα ὑπολαβεῖν τὸν παροργισμὸν τοῦ ἁγίου Πνεύματος ἐν τῇ τοιαύτῃ βλασφημίᾳ, συνοργισθῆναί τε τοὺς ἁγίους ἀγγέλους ἐν ταῖς τηλικαύταις δυσφημίαις; ἢ πῶς οὐ παραυτίκα, ὡς τὸν Δαθὰν καὶ Ἀβειρὼν, ὑπέλαβεν ἡ γῆ χάνασα τὸν ὑφηγητὴν τοῦ ψεύδους, καὶ δεικνύντα τὸ σκότος φῶς, καὶ τὸν Χριστὸν εἰς ἐναντιολογίαν περιπεσεῖν πειρώμενον; Πάντως γὰρ ὅσα ὁ ἱερεὺς ὑποφαίνει, ταῦτα καὶ Θεὸς κυροῦν ἐπαγγέλλεται, κατὰ τὸν μέγαν Διονύσιον. Ἀλλὰ μακροθυμῶν ἤνεγκεν, ὑπανοίγων θύραν μετανοίας τῷ ἐνόχῳ τῆς ἁμαρτίας, εἶτα ἀντὶ τοῦ κλαίειν καὶ πενθεῖν τὸν τοιοῦτον μέχρι θανάτου, ἀπόπτυστόν τε εἶναι καὶ ἀποτρόπαιον εἰς ὑπόδειγμα ταῖς μετέπειτα γενεαῖς, θείας ζηλοτυπίας· πάλιν ἐν τῇ Ἐκκλησίᾳ εἰσελθεῖν, καὶ πάλιν ὑπάρχειν ἱερέα ἀναφανδόν. Οὐκοῦν ὡς καλόν τι πεπραχὼς εἰσελήλυθε· καὶ Χριστὸς ἤττηται, κατ᾽ αὐτὸν παραλόγως διαγορεύων. Καὶ δέον διὰ τῆς ἐν τῷ κοινῷ ἱερουργίας αὐτοῦ, διαδοθῆναι εἰς πᾶσαν τὴν καθ᾽ ἡμᾶς Ἐκκλησίαν, καὶ συγκατανεῦσαι πάντας ἐπὶ τῷ τοιούτῳ ἔργῳ.
Τί γὰρ ἄλλο καὶ οὐ τοῦτο γενήσεται; Ἀλλὰ μὴ γένοιτο. Δεῖ δὲ τάχα ἐκ παραζήλου ἀπὸ τοῦ δεῦρο τὸ τοιοῦτον γίνεσθαι· καὶ στεφανούσθωσαν μοιχοὶ, καὶ οἱ στεφανοῦντες, ὡς μέγα τι κατωρθωκότες, καὶ τοὺς πολλοὺς ὠφελεῖν, καὶ ἐνάγειν εἰς ὁμοτροπίαν δυνάμενοι. Ἀσπαζέσθωσαν ὑπὸ τῶν πολλῶν. Ἀλλὰ μὴ γένοιτο· οὔτε γὰρ ἐκεῖνος ἱερεὺς, οὔτε οἱ ἐκεῖνον μιμούμενοι. Μὴ γὰρ ἐν ἐκείνῳ ἀπατάσθω, ὅτι βασιλεὺς ἦν ὁ μοιχεύσας. Ἅρχουσι γὰρ οἱ τοῦ Θεοῦ νόμοι πάντων, κατὰ τὸ γεγραμμένον. Ἀλλ᾽ ὅμως τοῦτο δράσας τὸ παγχάλεπον, ἔτι φιλονεικεῖ τὴν ἀνομίαν δικαιοσύνην γνωρίσαι· καὶ τὸ δὴ λεγόμενον, ἀποδεῖξαι ἑαυτὸν τοῦ Προδρόμου καὶ Βαπτιστοῦ ὁσιώτερον. Ἐκείνου γὰρ ἐλέγχοντος τὴν Ἡρώδου μοιχείαν, καὶ ὑπὲρ ἀληθείας θνήσκοντος· οὗτος τὸν δεύτερον Ἡρώδην ὡς ἀληθῶς τῇ ὁμοτρόπῳ μοιχείᾳ δεδειγμένον, καὶ ἐστεφάνωσε, καὶ κατησπάσατο μέχρι θανάτου· λόγοις μὲν οὖ, αὐτοῖς δὲ ἔργοις φθεγγόμενος, ὡς πεπλάνηται Ἰωάννης ὁ Πρόδρομος ἀκαίρως, καὶ ἀνόμως διελέγξας καὶ ἀποθανών. Ἀλλὰ μὴ γένοιτο· ὁ μὲν γὰρ τοῦ νόμου ὑπερασπιστὴς, καὶ τοῦ μύσους ἐλεγκτής· ὁ δὲ τῶν θείων μυστηρίων καταπατητὴς, καὶ τῆς ἀθέσμου συμπλοκῆς συνάπτης καὶ κατασφραγιστής. Καὶ ὁ μὲν καὶ θανὼν βοᾷ· Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου. Κἂν τῷ Ἡρώδου προσώπῳ ἐμβοᾷ πάσῃ τῇ οἰκουμένῃ, μηκέτι τοιοῦτον τολμηθῆναι. Ὁ δὲ ἕως τοῦ νῦν αὐτοῖς ἔργοις ἄντικρυς κράζει τῷ δευτέρῳ Ἡρώδῃ· Ἔξεστι σοι ἔχειν γυναῖκα Θεοδότην τὴν μαχλῶσαν· κἂν τῷ αὐτοῦ προσώπῳ διαῤῥήδην προστάσσει ἕως τοῦ αἰῶνος μοιχεύειν τοὺς ἀνθρώπους, καὶ τοὺς τοιούτους στεφανοῦντας εἶναι ἱερέας.
Ὢ τολμηρᾶς καρδίας! Ὢ καταφρονήσεως Θεοῦ κριμάτων! Διὰ τί μὴ μᾶλλον ἕκαστος καταγορεύει τῆς ὑποθέσεως, καὶ διαστέλλεται τοῦ τοιούτου, καὶ μέχρι βρώσεως, εἶτ᾽ οὖν συντυχίας, εἰ μὴ ἐξαγορεύει τὴν ἁμαρτίαν μετὰ τὸ παντάπασιν εἴργεσθαι αὐτὸν ἐκ πάσης ἱερουργίας; Ἀλλὰ διὰ τοῦτο δεόμεθά σου τῆς θεοσεβείας, καὶ τῆς κατὰ τὸ ἱερὸν σχῆμα ἀκριβείας, ἐνηχῆσαι εἰς τὰ ὦτα τῶν εὐσεβῶν ἡμῶν δεσποτῶν τοὺς τοιούτους λόγους. Πιστεύομεν γὰρ ὅτι εἰ τοῦτον παραστείλωσι σὺν εὐδοκίᾳ τοῦ ἁγιωτάτου ἡμῶν πατριάρχου, ἐπικροτῆσαι ἔχουσιν ἄγγελοι· ἀνευφημήσουσι πάντες οἱ ἅγιοι· εὐφρανθήσεται δὲ καὶ πᾶσα ἡ Ἐκκλησία· γενήσεται δὲ καὶ τῷ κράτει αὐτῶν θείας ἄνωθεν ἐπικουρίας προσθήκη πολλὴ, ἔν τε προσλήψει ἐχθρῶν τε καὶ πολεμίων, καὶ ἐν εἰρηναίᾳ καὶ μακροημέρῳ αὐτῶν ζωῇ. Ποῦ δὲ καὶ θήσομεν, Πάτερ ἅγιε, τοὺς ἱεροὺς κανόνας εἴργοντας αὐτὸν τοῦ ἱερατεύειν; τὸν μὲν πρῶτον μὴ παραχωροῦντα μηδὲ εἰς διγαμοῦντος γάμον ἑστιαθῆναι πρεσβύτερον, καίπερ ὄντος ἐκ Θεοῦ παρακεχωρημένου. Ὅτι δὲ εἰς τὸν ἀποκήρυκτον καὶ μοιχικὸν ὅλαις τριάκοντα ἡμέραις εὐωχήσατο· καὶ οὐ μόνον τοῦτο, ἀλλ᾽ ὅτι καὶ τοὺς νικητικοὺς ἐπὶ τῇ παρθενίᾳ στεφάνους ἐπιτέθεικε τοῖς μοιχοῖς καὶ ἀκαθάρτοις· τίνος εἴη ἄξιος; μικρὸν τάχα ἡ καθαίρεσις; Εἰ δὲ τοῦτο ἀνεκδίκητον, παίγνια τὰ θεῖα, καὶ ἕωλοι οἱ κανόνες. Κατὰ δὲ τὸν δεύτερον πάλιν κανόνα, ὅτι ὁ ὑποπεσὼν ἔν τινι σφάλματι, καὶ διὰ τοῦτο ἀφορισθεὶς, εἰ μὴ ἐντὸς ἐνιαυτοῦ ἐπαγωνίσεται τῇ οἰκείᾳ συστάσει, οὐκ ἐξὸν ἔτι φωνὴν αὐτοῦ προσδεχθῆναι. Ὁ δὲ ἐννέα χρόνους ὑπερβὰς, εἰσεπήδησεν ἐν τῇ Ἐκκλησίᾳ.
Εἰ δὲ λέγοι, παρὰ τοῦ προηγουμένου λαβεῖν τὴν ἐπιτροπὴν, καὶ ἀνέγκλητον εἶναι τὴν ὑπόθεσιν· τί δήποτε οὐχ ὁ ἐπιτρέψας αὐτούργησε στεφανώσας; Ἔστι γὰρ πάντως πατριάρχαις βασιλεῖς στεφανοῦν, οὐχ ἱερέα τινά. Οὐ γὰρ πώποτε γεγένηται. Ἀλλὰ δῆλον ὅτι κινδύνου αὐτῷ κειμένου εἰς αὐτὴν τὴν ἀρχιερωσύνην καθαιρέσεως, εὑρὼν τοσοῦτον προθυμούμενον (ἦν γὰρ συναυλιζόμενος εἰς τὰ βασίλεια), παρέπεμψεν εἰς τὸ ἐκείνου πρόσωπον τὸν κίνδυνον· εἴπερ καὶ ἀληθὲς ὅτι καὶ ἐπέτρεψεν· οὐ γὰρ πιστεύομεν, ὑμῖν τε καὶ ἄλλοις πολλοῖς πεπληροφορηκώς. Εἰ δὲ πάλιν λέγοι μὴ εἶναι ἀφωρισμένος ὑπὸ τοῦ προηγησαμένου, τί δήποτε οὐκ ἐλειτούργει ἐν τοῖς ἐννέα ἔτεσι; τί δήποτε ὑπὸ συνόδου, ὡς λέγει, νῦν λέλυται; Δῆλον ὅτι ὁ δεδεμένος λέλυται, οὐχ ὁ ἄδετος. Ὥστε ἑαυτῷ περιπίπτει κἀνταῦθα εἰργμένος εἶναι, ἐφ᾽ ὅσον οὐκ ἐντὸς τοῦ ἐνιαυτοῦ, κατὰ τὸν κανόνα, ὑπέδειξεν ἑαυτὸν ἀθῶον, καὶ ἔλαβε τὴν λύσιν ἐμφανῶς. Εἴπερ ἦν λύσις τῷ ὁλοδεσμίῳ, κἂν μυρίους παριστᾷ ψευδομάρτυρας.
Ταῦτά ἐστι, Πάτερ ἅγιε, τὰ φοβοῦντα καὶ συστέλλοντα ἡμῶν τὴν καρδίαν. Καὶ διὰ ταῦτα πρὸς τὸ μὴ κοινωνῆσαι αὐτῷ τε καὶ τῷ προηγησαμένῳ πατριάρχῃ, ἐπὰν μετεδίδου τῷ μοιχεύσαντι· ἀπεκλείσθημεν, ἐγὼ ἐν ᾧ καθέζῃ τόπῳ, ὁ ἡγούμενός τε καὶ οἱ λοιποὶ σὺν τῷ ἀρχιεπισκόπῳ ἐν τῇ Θεσσαλονίκῃ ὑπερορισθέντες. Ἀλλ᾽ ὁ Θεὸς πάλιν ἐπισυνήγαγεν ἡμᾶς εὐχαῖς σου. Καὶ οὕτως ὡς ἔτυχεν ἡνώθημεν τῷ πατριάρχῃ, εἰ μὴ ὡμολόγησε καλῶς ἡμᾶς πεποιηκέναι. Ἐὰν οὖν οὐδ᾽ ὅτε ἡ μοιχεία ἦν, καὶ ἡ τῶν κανόνων παράβασις, οὐχ ὑπεστάλημεν δυνάμει Θεοῦ· πῶς οὖν ἄρτι ὅτε εὐσεβοῦσά ἐστιν ἡ βασιλεία, ἕνεκεν ἑνὸς πρεσβυτέρου καθηρημένου ὑποσταλησόμεθα, καὶ προδώσομεν τὴν ἀλήθειαν, κινδυνεύοντες κατὰ ψυχήν; Οὐδαμῶς. Ἀλλὰ πάντα ἡμῖν φορητὰ μέχρι θανάτου, ἢ μετασχεῖν τῆς ἐκείνου κοινωνίας, καὶ τῶν ἐκείνῳ συλλειτουργούντων, ἕως ἂν παύσῃ τῆς ἱερουργίας ὥσπερ ἐπὶ τοῦ προτέρου· καίπερ ὄντος χαλεπωτέρου τοῦ δευτέρου. Οὐδὲ γὰρ συνελειτούργησεν αὐτῷ καθάπαξ ὁ προηγησάμενος. Καὶ ἐκεῖ μὲν συνελθεῖν ἄτοπον ἦν. Πλὴν οὐ τοσοῦτον κακόν. Ὧδε δὲ καθαίρεσις ἡμῶν τῆς ἱερωσύνης, ἐὰν συλλειτουργήσωμεν. Ἔστω οἰκονόμος· τί καὶ ἀναξίως συλλειτουργεῖ; Ἐξέλιπε πρεσβύτερος.
Εἰ δὲ οὐδὲν δοκεῖ τοῖς συλλειτουργοῦσιν αὐτῷ, ὄψονται ἐφ᾽ οἷς πράττουσι· φείσωνται ἡμῶν τῆς ταπεινώσεως, στεργόντων, ἀλλ᾽ οἰκονομησάντων ἐν τοῖς δυσὶν ἔτεσι τούτοις, ἐξ ὅτου εἰσῆλθον· ἵν᾽ οὕτως εἰρηνικώτερον διεξέλθωμεν. Οἱ δεσπόται ἡμῶν οἱ ἀγαθοὶ μεσῖται καὶ κριταὶ τοῦ δικαίου, φιληταὶ τῶν παῤῥησιαζομένων ἐν ἀληθείᾳ, ὡς αὐτὸ τὸ τίμιον αὐτῶν στόμα πολλάκις διαγορεύει. Ἐνέγκωσιν οἱ ἱερεῖς ἱερῶς, ἢ πείσουσιν, ἢ πεισθήσονται. Εἰ δὲ οὐδὲν τοιοῦτον, ἀλλὰ καὶ τὸ γρύξαι ἡμᾶς μόνον οὐκ ἀνεκτόν· Θεὸς ἐφορᾷ οὗ μείζων οὐδεὶς, οὗ μόνος ὁ φόβος φοβερὸς, καὶ τὸ ἐκεῖθεν δικαστήριον, ᾧ πάντες παραστησόμεθα εὐθυνόμενοι κατὰ πάντα. Ἀλλὰ δεόμεθά σου τῆς ἀγαθότητος, καὶ ὡς προκυλινδούμενοι τοῖς τιμίοις σου ἴχνεσι παρακαλοῦμεν καὶ ἀντιβολοῦμεν, ποιῆσαι ἔλεος μεθ᾽ ἡμῶν, καὶ κοινὸν ὄφελος αὐτοῖς τε τοῖς εὐσεβέσιν ἡμῶν βασιλεῦσι, τῷ τε ἁγιωτάτῳ πατριάρχῃ, καὶ πάσῃ τῇ Ἐκκλησίᾳ· οὐ τῇ καθ᾽ ἡμᾶς μόνον, ἀλλὰ καὶ τῇ ἀνὰ πᾶσαν τὴν οἰκουμένην· ἵνα παύσῃ ὁ εἷς εἰς δόξαν Θεοῦ, καὶ μὴ ταραχθῇ ἡ αὐτοῦ Ἐκκλησία· εἰ δὲ μή γε, ἀλλὰ τό γε δεύτερον τὸ ἐπιμεῖναι ἡμᾶς ἐν τῷ αὐτῷ, καθάπερ ἐν τοῖς δέκα ἔτεσι τούτοις. Οἱ γὰρ λοιποὶ κἂν μυρίοι ὦσιν ἱεράρχαι, καὶ ἱερεῖς, καὶ ἡγούμενοι, κοινωνοῦντες αὐτῷ, οὐ θαυμαστόν· ἐπεὶ αὐτοὶ καὶ συνῆλθον τῷ μοιχεύσαντι· καὶ οὐδείς τι λελάληκε. Ταῦτα Θεὸς δι᾽ ἡμῶν, εἰ καὶ τολμηρὸν εἰπεῖν, καὶ παρακαλεῖ, καὶ προσφθέγγεται, καὶ ὡς κελεύει.