Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 1, Letter 23: To the Same

ΚΓ΄. — Τῷ αὐτῷ.

Οὐδὲν ὧν δεδήλωκας ἡμῖν τὸ παρὸν, ἅγιε Πάτερ, λυπηρὸν, ὅσον τὸ μὴ θέλειν τοὺς εὐσεβεῖς ἡμῶν δεσπότας ἐλθεῖν ἡμᾶς κατὰ τὸ σύνηθες, καὶ ἀξιωθῆναι τῆς τιμίας αὐτῶν προσκυνήσεως, καὶ τοὺς προπεμπτικοὺς καὶ εὐκτηρίους, ὡς πᾶς τῶν ἀνθρώπων, κατὰ τὴν ἔξοδον αὐτῶν ἀποδοῦναι λόγους. Ἀλλ᾽ οὐ πάντως ἡ εὐμείλικτος καὶ ἀμνησίκακος καὶ Χριστομίμητος αὐτῶν καρδία τοῦτο ὅλον ποιήσειεν εἰς τὴν ἡμετέραν ταπείνωσιν· ἐπεὶ καὶ τοῖς ἐχθροῖς οἶδε διαλλάττεσθαι, οὐχὶ δὲ ἡμᾶς τοὺς ἀληθινῇ καρδίᾳ φιλοῦντας καὶ σέβοντας αὐτούς. Ἄριστα δὲ ὑπέβαλεν ἡ ἁγιωσύνη σου τὰς τῆς εὐτελείας ἡμῶν ἀποκρίσεις ἐν ταῖς ἱεραῖς αὐτῶν ἀκοαῖς· καὶ ὅτι κατένευσαν, τῆς αὐτῶν εἴη μεγαλόφρονος θεοσυνεσίας· καὶ γὰρ ἴσασι τὰ θεῖα κρίνειν εὐθυβόλως, ὡς σοφίας μεμεστωμένοι, καὶ γνώσεως Θεοῦ ἀνάπλεοι. Κελεύει δὲ ἐρωτᾶν, τίνος χάριν ἐπιδεδώκαμεν ἑαυτοὺς εἰς τὴν ἱεραρχίαν, ἐγνωσμένου ὄντος τοῦ σφάλματος. Καὶ πρὸς τοῦτο μετ᾽ αἰδοῦς ἀποκρινόμεθα, ὅτι ὅσον τὸ καθ᾽ ἡμᾶς, οὐκ ἐβουλόμεθα, τὸ μὲν διὰ τὸ ἐπικίνδυνον τοῦ ἀξιώματος, τὸ δὲ δι᾽ αὐτὸ ἤδη τὸ λεγόμενον τοῦ οἰκονόμου. Ἐπεὶ δὲ ἐλήλυθαν οἱ θεσσαλονικεῖς, ἱκετεύοντες ὡς ἐκ πάσης τῆς πόλεως, οἱ τε δεσπόται ἡμῶν οἱ ἀγαθοὶ συνεπιτιθέμενοι τῷ ψηφίσματι· δέος ἡμῖν ἐγένετο μὴ ὑπακοῦσαι, καὶ ἀντιφέρεσθαι Θεῷ τε καὶ τοῖς εὐσεβέσιν ἡμῶν δεσπόταις· λογισάμενοι ὅτι δυνατός ἐστιν, ἡνίκα ὑπὸ τῶν οἰκείων ἐπισκόπων ἡ χειροτονία γίνεται, φυγεῖν τὸν προειρημένον κίνδυνον. Πρὸς γὰρ τὸ μετὰ ταῦτα· τὸ μὲν ὅτι πόῤῥω τῶν ἐνταῦθα ἀποικίζεται· τὸ δὲ ὅτι ἐγχωρεῖ καὶ ἐπιδημοῦντα φυλάττεσθαι κατὰ πολλοὺς τρόπους. Εἶτα ὅτι καὶ θάνατοι συμβαίνουσιν, καὶ ἐκ μέσου γίνεται τὸ σκάνδαλον· ὥσπερ καὶ ἐφ᾽ ἡμῶν αὐτῶν τῶν ταπεινῶν ὧδε καθημένων συνέβη, διαφυλαχθῆναι ἕως τοῦ παρόντος, οἰκονομίᾳ χρωμένων. Δεῖ γὰρ, ἐφ᾽ ὅσον οἷόν τε, ὑποχωρεῖν τοὺς πειρασμοὺς, ἄλλως τε καὶ μὴ ἐπισκοπῆς ἐχόντων ἀξίωμα. Διὰ ταῦτα ὡς ἐπὶ μάρτυρι Θεῷ ἐπιδεδώκαμεν ἑαυτοὺς, δοκοῦντες, ἵνα καὶ τοῦτο εἴπωμεν, μηδὲ ἠγνοημένον εἶναι πάντως τοῖς εὐσεβέσιν ἡμῶν δεσπόταις, εἰδόσι τὰ πόῤῥω καὶ μακρὰν δι᾽ ἄκραν ἀγχίνοιαν· ἀλλὰ μὴν οὐδὲ αὐτῷ τῷ ἁγιωτάτῳ πατριάρχῃ, ἐπεὶ κἀκείνῳ τηνικαῦτα γεγράφαμεν τὴν ὑπόθεσιν· ὡς ἡμεῖς γε τούτου χάριν ὑπὲρ τοῦ μὴ κοινωνῆσαι τῷ στεφανώσαντι τὸν μοιχὸν, καὶ τῷ προηγησαμένῳ πατριάρχῃ, ἡνίκα μόνον μετεδίδου αὐτῷ, διαφόρως τὴν ἐξορίαν ὑπέστημεν· πλὴν ὅτι πολλαχῶς καὶ αὐτὸ τὸ τίμιον αὐτῶν στόμα ἐπανέκρινε, καὶ διέγνω ταῦτα οὕτως ἔχειν. Αὕτη ἐστὶν ἡ ἀπολογία· καὶ ταύτην, ὡς κελεύεις, ἀνάγαγε τῷ εὐηκόῳ αὐτῶν κράτει.

· Contents ·