Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 1, Letter 29: To Leo the Orphanotrophus

ΚΘ΄. — Λέοντι ὀρφανοτρόφῳ.

Ἐβουλόμεθα ἡμεῖς αὐτοὶ παρεῖναι, καὶ κοινωνῆσαι τῆς ἐνούσης ὑμῖν συμφορᾶς, περὶ τὸ μακάριον ὑμῶν τέκνον, κύριέ μου ποθεινότατε, οὐχ ὅτι διὰ γράμματος θρηνῳδῆσαι τὸ πάθος καὶ συμμετασχεῖν ὑμῖν τοῦ λυπηροῦ. Πῶς γὰρ οὐκ ἐλεεινὸν, πῶς δὲ οὐκ ἐκστατικὸν, παιδὸς ἐπὶ παιδὶ στέρησιν παθεῖν, καὶ οἷον ἀπολέσαι τὸν ἔμψυχον θησαυρὸν, τὸν πλοῦτον τῆς γονικῆς διαδοχῆς, τὸν πολύευκτον καρπὸν τῆς μητρώας θηλῆς, τὸν περικαλλῆ ὀφθαλμὸν τῆς οἰκίας, τῆς προμήτορος τὸ ἀγαλλίαμα, τῆς ὅλης συγγενείας τὸ σεμνολόγημα; Ἧκεν ὁ πρῶτος καρπός· καὶ ἄωρος ἐκ τῶν γονικῶν χειρῶν ἀνηρπάσθη. Ἔφυ ὁ δεύτερος· καὶ τοῦτον ἐλυμήνατο ὁ πικρὸς θάνατος. Τέθηλε τὸ τρίτον βλάστημα, παραμυθία τῶν προτέρων, εὐανθὲς, περικαλλὲς, ἄγον τὸ βιώσιμον εἰς τριετῆ χρόνον· ἐν ᾧ αἱ ψυχαὶ ἀπεκρέμαντο τῶν τεκόντων· καὶ φεῦ τῆς συμφορᾶς! ἐγκόπτει γὰρ τὸ πάθος καὶ τὸ φθέγγεσθαι· ὥχετο καὶ τοῦτο ἐξ ὀφθαλμῶν ὑμῶν· καὶ τόγε ἐλεεινότερον, μηδὲ ἐπ᾽ ὄψεως τῆς πατρικῆς παρουσίας. Καὶ τί δεῖ ἐκτραγῳδεῖν τὴν συμφοράν; Τέτμηται ὑμῶν ἡ καρδία, τοῦ πατρὸς, τῆς μητρὸς, τῆς κυρίας, τῆς πατρικίας· καὶ ῥομφαία διὰ μέσου ἀμφοτέρων ἐλήλυθε· καὶ τὸ ἄλογον θεραπεύσει, οὐ λόγος, οὐ παραμύθιον, οὐκ ἐξ ἀνθρώπου, οὐκ ἀγγέλου, ἀλλ᾽ ἐκ μόνου τοῦ Θεοῦ, τοῦ οὕτως διαθεμένου τοὺς τῆς ζωῆς ἡμῶν ὅρους. Αὐτὸς γάρ ἐστι, δέσποτά μου, ὁ τὸ τριπόθητον ὑμῶν τέκνον προσλαβόμενος· ὥσπερ καὶ τὰ προλαβόντα προσληψάμενος.

Λυπηρὸν μὲν, καὶ λίαν, τὸ καθ᾽ ὑμᾶς· οὐ πάντως δὲ καὶ τοῖς προσληφθεῖσιν· ἐπειδὴ ἄχραντοι καὶ ἀκηλίδωτοι ἐξ ἁμαρτιῶν διὰ τῆς ἀρτιγενείας, ἐγχωρήσαντες τῶν ἐνθένδε πρὸς τὸν μακάριον καὶ ἀπαθῆ βίον, ἐν κόλποις Ἀβραὰμ χορεύουσι, μετὰ ἁγίων νηπίων συναυλίζονται, μετὰ παίδων χριστοφόρων ἀναμέλπουσιν. Ὅστε οὐκ ἀπόλωλε τὰ κάλλιστα τέκνα, ἀλλὰ σέσωσται ὑμῖν καὶ διαμένει. Καὶ ἐπόψεσθε αὐτὰ μικρὸν ὕστερον, ἡνίκα ἂν τέλος δέξηται ἡ χρονικὴ ζωὴ αὕτη, χαίροντα καὶ ἀγαλλόμενα, οὐκ ἐν βραχείᾳ ἠλικίᾳ, ἀλλ᾽ ἐν τελειότητι τοῦ πληρώματος τοῦ Χριστοῦ, καθὼς γέγραπται. Διὸ παρακαλοῦμεν καὶ ἀντιβολοῦμεν, τοῖς λογισμοῖς τούτοις κατεπᾴδειν ἑαυτοῖς κατὰ τὸ ἀληθὲς, καὶ ἐντεῦθεν ἐξαίρειν τὸ ἄμετρον λυπηρὸν τῆς ψυχῆς. Μέτρα γὰρ ἔδωκεν ἡμῖν ὁ Κύριος· ἵνα καὶ τὰ φυσικὰ σπλάγχνα ἐνδεικνύμεθα, καὶ τοὺς τῆς αὐταρκείας ὅρους μὴ ὑπερβαίνωμεν. Τὸ μὲν γὰρ εἰς ἔλεον κινεῖ τὸ Θεῖον· τὸ δὲ ἀντιφέρεσθαι, ποιεῖ τοῖς τῆς Προνοίας διατάγμασι. Καὶ τὸ μὲν εὐφραίνει τοὺς ἀπελθόντας· τὸ δὲ λυπεῖν εἴωθεν αὐτοὺς τοὺς ἀναπαύσεως τυχόντας. Πᾶς γάρ τις βούλεται χαίρειν ἐπὶ τῇ οἰκείᾳ χαρᾷ, ἀλλ᾽ οὐχὶ λυπεῖσθαι τοὺς φιλεῖν ὁμολογοῦντας. Ἡμεῖς δὲ πιστεύομεν, καὶ πάλιν ἐν γαστρὶ ἔξειν τὴν κυρίαν τὴν Χαρτουλαρίαν, καὶ τέξεσθαι υἱὸν οὐκέτι ταχύμορον, ἀλλὰ προμακροημερεύοντα εἰς διαδοχὴν γένους· μόνον ἐὰν μετριάσωμεν τὸ πάθος, καὶ τὰς ὑπὲρ τοῦ παιδὸς ἀποδῶμεν ἔργῳ καὶ λόγῳ προσφορὰς εὐχαρίστους τῷ Δεσπότῃ Χριστῷ.

· Contents ·