Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 1, Letter 30: To the Patriarch Nicephorus
Λ΄. — Νικηφόρῳ πατριάρχῃ.
Οὐκ ἀναγκαῖον διὰ γράμματος σημᾶναι τῷ ἀγγέλῳ τῆς μακαριότητός σου, ἂ διὰ στόματος παρηγγέλθη· εἰ καὶ μὴ δι᾽ ἀμφοτέρων ἡμῶν τῶν ταπεινῶν. Ἀλλ᾽ ἵνα μὴ, ἡ χθὲς κατὰ τὴν κέλευσίν σου συνέλευσις τῶν ἐπισκόπων, ἕτερόν τι διδάξασα παρὰ τὰ ἐν αὐτῇ ὑφ᾽ ἡμῶν ῥηθέντα, ἐπιθολώσῃ τὰς ἱεράς σου ἀκοάς· ἀρμόζον ἡγησάμεθα ἀνενεγκεῖν ἐν κεφαλαίῳ τὴν ὅλην τῆς ἀπολογίας ἡμῶν σύστασιν. Ἡμεῖς τοίνυν, ὦ μακαριώτατε, ὀρθόδοξοί ἐσμεν κατὰ πάντα· πᾶσαν αἵρεσιν ἀποβαλλόμενοι, καὶ πᾶσαν σύνοδον οἰκουμενικήν τε καὶ τοπικὴν ἐγκεκριμένην ἀποδεχόμενοι· οὐ μὴν ἀλλὰ καὶ τὰς παρ᾽ αὐτῶν ἐκφωνηθείσας ἱερὰς καὶ κανονικὰς διατυπώσεις ἀσφαλῶς κατέχομεν. Μηδὲ γὰρ ὀρθοτομεῖν ἔστι τελείως τὸν λόγον τῆς ἀληθείας, τὸν τὴν πίστιν ὀρθὴν οἰόμενον ἔχειν, τοῖς δὲ θείοις κανόσι μὴ ἀπευθυνόμενον. Καὶ μὴν καὶ τὰς ἐνθέσμους ὑπὸ τῶν ἁγίων κατὰ καιρὸν οἰκονομίας προσιέμεθα· ἐπεὶ καὶ ἡμῶν τῶν ταπεινῶν νῦν τὸ τὴν ἁγιωσύνην σου διὰ τὴν ἐκβολὴν τοῦ οἱκονόμου ἀσπάζεσθαι, οὐ τῶν ἀκριβευομένων ἐστὶ, τῶν δὲ λίαν οἰκονομούντων καὶ συνερχομένων. Καὶ τὸν προηγησάμενον τὴν ἁγιωσύνην σου ἁγιώτατον πατριάρχην τῷ λόγῳ τούτῳ ἐδεξάμεθα εἰς τὴν προκειμένην ὑπόθεσιν· ἡνίκα ἐπανήλθομεν τῆς ἐξορίας· διαῤῥαγείσης μὲν τῆς μοιχικῆς συναφείας, εἰρχθέντος δὲ τοῦ οἰκονόμου τῆς ἱερουργίας. Ὅτι μὴ ἔστω ἡμῖν μέρος· ἕνεκεν τοῦ ἀδιαφόρως ὑπὸ τῆς ἁγιότητός σου μεταλαμβάνειν τὸν μοιχεύσαντα· μήτε ἐν τῷ νῦν αἰῶνι, μήτε ἐν τῷ μέλλοντι. Ἤδη εἰπόντος αὐτοῦ, ὅτι οἰκονομίᾳ ἐχρώμην, καὶ αὐτῷ τῷ μεταδιδόναι ἕως καιροῦ· εἶτα καὶ οὕτω δηλώσαντος, ὅτι αἱ χεῖρές μου κεκομμέναι ἂν ὑπῆρχον εἰς τὸ μοιχικὸν στεφάνωμα· ἢ ἐγὼ ὅλως ἐστεφάνουν; ἐπὶ τούτοις τοίνυν κεκοινωνήκαμεν αὐτῷ μέχρι κοιμήσεως αὐτοῦ, καὶ τὴν ἁγιωσύνην σου πάλιν ἀπεδεξάμεθα εἰς τὸ τῆς ἀρχιερωσύνης ἀξίωμα· καθὼς καὶ μνημονεύομεν αὐτῆς ἐν τῇ ἱερουργίᾳ καθεκάστην· καὶ ἐν οὐδενὶ τὸ ἀμφιβάλλον ἢ διὰ τὸν οἰκονόμον καθῃρημένον ὄντα ὑπὸ τῶν ἱερῶν κανόνων πολυτρόπως· καὶ μάλιστα μετὰ τὸν ἀφορισμὸν τῆς ἐνναετίας πάλιν ἱερουργεῖν, καὶ οὐκ ἐν ἀποβύστῳ που· ἦν γὰρ ἂν φορητὸν, μὴ κοινωνούντων ἡμῶν τῷ πράγματι· ἀλλ᾽ ὅτι ἐν αὐτῇ τῇ πηγῇ τῆς καθ᾽ ἡμᾶς ἱερωσύνης, τὸ δὴ λεγόμενον, μετὰ τῆς εἰλικρινοῦς σου πολιτείας, συνεισιέναι καὶ συλλειτουργεῖν εἰς τὸ ἀεί.
Τὸ μὲν οὖν δίκαιον καὶ ὅσιον καὶ ἀσκανδάλιστον τοῖς λαοῖς τοῦ Θεοῦ, καὶ μάλιστα τῷ καθ᾽ ἡμᾶς τάγματι, ἐκβληθῆναι τῆς ἱερουργίας τὸν ἀναξίως εἰσελθόντα, ἡμῶν μνημονευόντων τῆς ἁγιωσύνης σου, καὶ ἐκ παντὸς ἱεράρχου καὶ ἱερέων κοινωνούντων, μὴ προδήλως ὄντων ἀπεγνωσμένων, κατὰ τὸν Θεολόγον. Εἰ δὲ τοῦτο οὐδαμῶς διὰ τὰς ἁμαρτίας ἡμῶν· μὴ ἵνα τι γένηται· οὐκ ἐκ φόβου ὁ λόγος, ἀλλ᾽ ἐξ οἴκτου τοῦ κατὰ τοῦ κοινοῦ· ἐν τῇ ταπεινώσει ἡμῶν παρὰ τῆς ὁσιότητός σου ἀκανόνιστον καὶ ἄθεσμον· ἐπεὶ ἡμεῖς μὲν ὑποστησόμεθα δυνάμει Θεοῦ· ὅπερ ἂν καὶ συμβαίη παραχωρήσει αὐτοῦ. Μαρτυρόμεθα δὲ τῇ ἁγιωσύνῃ σου κατενώπιον Χριστοῦ ἐν ἀκροάσει τῶν ἁγίων ἀγγέλων, ὅτι μέγα σχίσμα ἐργάζῃ ἐν τῇ καθ᾽ ἡμᾶς Ἐκκλησίᾳ. Καὶ εἰ ἐξουσίᾳ χρώμεθα ἄνθρωποι ὄντες· ἀλλ᾽ ὑπὸ τῆς ἐξουσίας τῶν ἱερῶν καὶ θείων κανόνων, νοητῶς καὶ μὴ βουλόμενοι, καὶ ἀρχόμεθα καὶ πεισόμεθα. Ἀλλὰ δεόμεθά σου τῆς ὁσιότητος· κλῖνον τὸ οὖς σου, καὶ ἐπάκουσον τῆς φωνῆς ἡμῶν. Ὡς ἰατρὸς ἐπιστήμων, ὡς ποιμὴν ἀγαθὸς, τὸ ἓν πρόβατον εἶρξαι τῆς ἱερουργίας, καὶ τὰ ὅλα ἀσκανδάλιστα κερδῆσαι· καὶ μὴ τῇ τοῦ ἑνὸς ψώρᾳ λυμανθῆναι τὴν καθ᾽ ἡμᾶς Ἐκκλησίαν, ἢν περιεποιήσατο ὁ Κύριος καὶ Θεὸς ἡμῶν τῷ οἰκείῳ αἵματι. Περὶ γὰρ φλυαριῶν φλυαρείτωσαν οἱ βουλόμενοι· καὶ συκοφαντείτωσαν οἱ συκοφάνται. Ἕτοιμοί ἐσμεν πρὸς πᾶσαν ἀπολογίαν, πρὸς πᾶσαν διάλυσιν προτάσεως κατηγορητικῆς. Φίλοι καὶ ὑμνηταί σου ὑπάρχομεν· καὶ μάλα γε τῶν εὐσεβεστάτων καὶ καλλινίκων ἡμῶν δεσποτῶν. Καὶ ὄντων ἡμῶν οὕτως, τίνος ἕνεκεν ἡ ταραχή; οὕτινος χάριν συμβήσεται ἃ συμβήσεται, εἴπερ ἐναντία τῶν τοῦ Θεοῦ προσταγμάτων; Χάρισαι ἡμῖν τὴν ἱεράν σου προσευχήν.