Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 1, Letter 31: To the Brethren at Saccudium

ΛΑ΄. — Τοῖς ἐν τῷ Σακκουδίωνι ἀδελφοῖς.

Ἕως μὲν ἦν καιρὸς τοῦ οἰκονομεῖν καὶ κρύπτειν τὴν ὑπόθεσιν τῆς ἀκοινωνησίας Ἰωσὴφ τοῦ οἰκονόμου, ἐποιοῦμεν τοῦτο, τέκνα καὶ ἀδελφοὶ, οὐκ ἐκ φόβου κρατούμενοι, κἂν ἁμαρτωλοὶ τυγχάνωμεν, ἀλλ᾽ ἐξ οἰκονομικῆς συγκαταβάσεως· ἐκμιμούμενοί πως τοὺς ἁγίους Πατέρας ἡμῶν· καθὰ κἀκεῖνοι ἐν καιρῷ τῷ δέοντι χρώμενοι, ταύτῃ ὑπεξήγαγον ἑαυτοὺς τῶν πειρασμῶν· τὸ μὲν φειδόμενοι τῶν ἀσθενεστέρων καὶ κακούντων· τὸ δὲ μικρὸν ὑπενδιδόντες κυβερνητικῶς· ἵνα τὸ ζητούμενον μικρὸν ὕστερον ἀντιλάβωσι κατόρθωμα. Ἐπὰν δὲ νῦν εὐδόκησεν ἀγαθὸς ἡμῶν Θεὸς εἰς προῦπτον ἐκβῆναι τὴν ὑπόθεσιν φανερῶς, ἄρτι καὶ γράφομεν. Πῶς δέ; διὰ τῆς τοῦ λογοθέτου τοῦ Δρόμου ἐπερωτήσεως, καὶ τῆς πρὸς αὐτὸν τοῦ ἀρχιεπισκόπου ἀποκρίσεως.

Φησὶ γὰρ, Διὰ τί ἕως τοῦ παρόντος οὐ συνεκοινώνησας ἡμῖν, καὶ τῷ πατριάρχῃ, τοσούτων ἑορτῶν διελθουσῶν; καὶ ὅτι εἰπὲ παῤῥησίᾳ τὸ αἴτιον. Καὶ ὡμολόγησεν ὁ ἀρχιεπίσκοπος, καὶ οὐκ ἠρνήσατο, καὶ ὡμολόγησεν· ὅτι οὔτε πρὸς τοὺς εὐσεβεῖς ἡμῶν βασιλεῖς ἔχω τι, οὐδ᾽ αὖ πρὸς τὸν πατριάρχην· ἀλλὰ πρὸς τὸν οἰκονόμον, τὸν στεφανώσαντα τὸν μοιχὸν, καὶ διὰ τοῦτο καθηρημένον παρὰ τῶν ἱερῶν κανόνων. Πρὸς οἷς ἀπόκρισις τοῦ λογοθέτου· ὅτι οἱ εὐσεβεῖς ἡμῶν βασιλεῖς χρείαν σου οὐκ ἔχουσιν· οὔτε ἐν Θεσσαλονικῇ, οὔτε ἄλλῃ.

Ἕως τούτου μήτε εὐθὺς ἀνταποκρίσεως δοθείσης, μήτε ἑτέρας ἐρωτήσεως προταθείσης ἕως τοῦ παρόντος διελθουσῶν ἡμερῶν δεκατριῶν· ἢ μόνον, ὅτι πεπόμφαμεν γράμματα πρὸς τὸν κῦριν Συμεών· ἃ ἔνδον τῶν γραμμάτων ἐστείλαμεν· πρὸς τὸ διαγνῶναι ὑμᾶς τὴν ὅλην δύναμιν τοῦ πράγματος. Ἐξηχήθη δὲ ἡ ὑπόθεσις ἐπί τε τοῦ πατριάρχου, καὶ πάσης τῆς πόλεως σχεδόν· καὶ εἰσὶ μὲν πολλοὶ συνθλιβόμενοι καὶ συμφθεγγόμενοι ἡμῖν· ἀλλὰ νυκτερινοὶ θεοσεβεῖς, καὶ μὴ δυνάμενοι ἐν φωτὶ παῤῥησιασθῆναι. Ἡμεῖς δὲ, τέκνα καὶ ἀδελφοὶ, τῇ εἰς Θεὸν πεποιθήσει, καὶ τῇ τῆς ἀληθείας ἐδραιώσει, αὐτῇ τε τῇ προσγεγενημένῃ καὶ ἀποφανθείσῃ ἐκβάσει τοῦ δικαίου κατὰ τὰ ὑποδειχθέντα ἐν τῷ κόσμῳ, εἴς τε τὸν μοιχεύσαντα, καὶ τοὺς συνεργήσαντας· ἀκλινεῖς ἐσμεν τῆς ἐντολῆς καὶ τῶν πατρικῶν κανόνων· καὶ οὐκ ἐνδώσομεν, οὐδὲ προδώσομεν τὴν εὐσέβειαν· οὐδ᾽ οὐ μὴν καταλύσομεν ἃ καλῶς προῳκοδομήσαμεν, διὰ τῆς κατὰ τὴν ἐξορίαν ἐνστάσεως· ἵνα μὴ ἀποδειχθῶμεν παραβάται νόμου· νόμῳ δὲ θείῳ κρατούμενοι κρατοῦμεν, ὡς προκεκρατήκαμεν, πάντα στέργοντες, πάντα ὑπομένοντες, εἴπερ καὶ παραχωρήσει Θεός· ἢ τῆς ἐκείνου καὶ τῶν αὐτῷ συλλειτουργούντων μετέχοντες κοινωνίας, ἕως ἂν παύσηται ὁ καθῃρημένος τῆς ἱερουργίας. Πολλὰ οὖν βαττολογήσουσιν οἱ ἄνθρωποι· ἐμπαίζουσί τε καὶ ἐπιγελάσονται· καί γε τὸ ἐλεεινότερον, τῶν ὁμοσχήμων, καὶ ὁμοταγῶν, καὶ δοκούντων εἶναι φίλων, οὐκ ὀλίγοι. Ἀλλ᾽ οὐδὲν ξένον. Γέγραπται· « Καὶ ἐχθροὶ τοῦ ἀνθρώπου, οἱ οἰκειακοὶ αὐτοῦ. » Καὶ ὅτε αὐτοὶ ἐμαστρόπησαν, καὶ συνήργησαν, καὶ συνέφαγον, καὶ συνέπιον τῷ μοιχικῷ γάμῳ, καὶ τὸν κάλαμον ἔβαψαν ἐπὶ τῇ ἐξορίᾳ ἡμῶν. Ἀλλ᾽ ὁ ἐξεγερθεὶς Κύριος τότε εἰς ἐκδίκησιν τοῦ νόμου αὐτοῦ· καὶ ῥήξας μὲν τὴν τοῦ μοιχεύσαντος βασιλείαν τῇ ἐκτυφλώσει, καταισχύνας δὲ τοὺς συλλήπτορας, ὡς τοὺς τοῦ Βάαλ ἱερεῖς· ἐπισυνάγων δὲ τὴν ἡμετέραν ταπείνωσιν εἰς τὸ ἴδιον μοναστήριον παρ᾽ ἐλπίδας· αὐτὸς καὶ νῦν πάρεστιν, αὐτὸς, εἰ καὶ πρὸς μικρὸν παρεχώρησε πάλιν τὴν ἀθέμιτον συμπλοκήν· ἀλλ᾽ αὖθις εὐδόκησεν ἀποδοκιμασθῆναι τὴν ἐπιχαρμονὴν τῶν μοιχοζευκτῶν καὶ μοιχοφίλων Ναζιραίων, διὰ τῆς τῶν εὐσεβῶν ἡμῶν βασιλέων δικαιοκρισίας· ἀποδωσάντων, μετὰ τὸν θάνατον, τὸν μοιχὸν τῇ νομίμῳ αὐτοῦ γαμετῇ· ἀποκαλεσάντων δὲ τὴν μαχλῶσαν, μοιχαλίδα· καὶ τὸ μοιχογέννητον τέκνον ἐασάντων ἅκληρον, ὡς ἀθέμιτον καὶ ἀνομώτατον· ὡς ἐν ἐπηκόῳ μοι τὸ τίμιον αὐτῶν στόμα λελάληκε, κατὰ τοὺς Ῥωμαϊκοὺς νόμους. Ἀλλ᾽ ὅμως οἱ ἀνομήσαντες οὐκ ἐγκαλύπτονται· οὐδὲ ὁ κατὰ τοῦ ἁγίου Πνεύματος δυσφημήσας ἐν τῇ κατὰ τὴν στεφανικὴν συνάφειαν ἱερᾷ προσευχῇ, καταδύεται· ἀλλ᾽ εἰσπηδήσας ὡς αἴλουρος ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, πάλιν ἄλλεται, καὶ πάλιν ἄρχεται μιαίνειν τὰ ἅγια διὰ τῆς ἱερουργίας· καὶ φιλονεικεῖ τὴν ἀνομίαν δικαιοσύνην γνωρίσαι· καὶ τὸ δὴ λεγόμενον, ἀποδεῖξαι ἑαυτὸν τοῦ Προδρόμου καὶ Βαπτιστοῦ ὁσιώτερον. Ἐκείνου γὰρ ἐλέγχοντος τὴν τοῦ Ἡρώδου μοιχείαν, καὶ ὑπὲρ ἀληθείας θνήσκοντος· οὗτος τὸν δεύτερον Ἡρώδην τῇ μοιχείᾳ δεδειγμένον, καὶ ἐστεφάνωσε, καὶ κατησπάσατο μέχρι θανάτου· λόγοις μὲν οὔ, ἔργοις δὲ αὐτοῖς φθεγγόμενος, ὡς πεπλάνηται Ἰωάννης ὁ Πρόδρομος, ἀνόμως καὶ ἀκαίρως διελέγξας καὶ ἀποθανών. Καὶ τί δὴ λέγω Ἰωάννην τὸν μείζω πάντων ἁγίων; αὐτῷ τῷ Χριστῷ, εἰ καὶ τολμηρὸν εἰπεῖν, ἀντεφθέγξατο καὶ ἀπεμαχήσατο διὰ τοῦ ἐναγοῦς αὐτοῦ στόματος. Τοῦ γὰρ Χριστοῦ μοιχὸν ἀποκαλέσαντος τὸν ἀφιέντα τὴν νόμιμον γυναῖκα (μοιχεία δὲ τὸ χαλεπὸν ἁμάρτημα, καὶ ἰσοδύναμον φονέως, καὶ ἀῤῥενοφθόρου, καὶ ἀλογευομένου, καὶ φαρμακοῦ, καὶ εἰδωλολάτρου, ὡς ὁ κανὼν τοῦ ἁγίου Βασιλείου), αὐτὸς τοῦτον τῷ θυσιαστηρίῳ παραστήσας, μέσον παντὸς τοῦ λαοῦ, ἐτόλμησε ῥῆξαι τὰς ἐναγεῖς ἐκείνας φωνὰς κατὰ τοῦ ἁγίου Πνεύματος, λέγων οὔτως· καὶ σκοπεῖτε τὸ φοβερὸν καὶ ἔκτοπον· Αὐτὸς, Δέσποτα, « ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἅρμοσον τῷ δούλῳ σου τὴν δούλην σου· σύζευξον αὐτοὺς ἐν ὁμοφροσύνῃ· ἕνωσον αὐτοὺς εἰς σάρκα μίαν, οἷς εὐδόκησας συναφθῆναι ἀλλήλοις. Τίμιον τὸν γάμον ἀνάδειξον· ἀμίαντον τὴν κοίτην αὐτῶν διατήρησον· ἀκηλίδωτον αὐτῶν τὴν συμβίωσιν διαμεῖναι εὐδόκησον ἐν καθαρᾷ τῇ καρδίᾳ. »

Οὐκ ἄρα ἐφρίξατε συνιέντες; Πόσον δοκεῖτε παροξυνθῆναι τὸ Πνεῦμα τὸ ἅγιον ἐν τῇ βλασφημίᾳ ταύτῃ; καὶ συνοργισθῆναι τοὺς ἁγίους ἀγγέλους; ἢ πῶς οὐ παραυτίκα ὡς τὸν Δαθὰν καὶ Ἀβειρὼν ὑπέλαβεν ἡ γῆ χανοῦσα τὸν ὑφηγητὴν τοῦ ψεύδους, καὶ δεικνύντα τὸ σκότος φῶς, καὶ τὸν Χριστὸν εἰς ἐναντιολογίαν ἑαυτῷ περιπίπτειν πειρώμενον; Πάντως γὰρ ὅσα ὁ ἱερεὺς ὑποφαίνει, ταῦτα καὶ ὁ Θεὸς κυροῦν ἐπαγγέλλεται, κατὰ τὸν μέγαν Διονύσιον. Ἀλλ᾽ ὅμως τοιοῦτον δράσας πονηρὸν, καὶ δοὺς ὑπόδειγμα κακίας τοῖς ὑποχειρίοις εἰς ὁμοτροπίαν· ὃ καὶ γέγονε· μᾶλλον δὲ καὶ τοῖς πόῤῥω κρατοῦσι καὶ ἄρχουσιν· ὃ καθ᾽ ὁμοίωσιν ἐτελέσθη ἐν τῇ Λογγοβαρδίᾳ, καὶ Γοτθίᾳ, καὶ τοῖς κλίμασιν αὐτῆς· οὐδὲ γὰρ ἐν τοῖς ἔθνεσι τοιοῦτόν τι τετόλμηται· καὶ οὐ καταισχύνεται ὁ δείλαιος· ἀλλ᾽, ὡς εἴρηται, λειτουργεῖ ὁ ἀνίερος· καὶ τοὺς καλῶς αὐτὸν ἀποστρεφομένους ἐξορίζειν κατεπείγεται. Κύριος δὲ βοηθὸς τῶν ὑπὲρ τῆς ἐντολῆς αὐτοῦ ἐνισταμένων, ὃς παρακαλέσει τὰς καρδίας τῶν εὐσεβῶν ἡμῶν βασιλέων, ποιῆσαι τὴν ἐκδίκησιν τῆς Ἐκκλησίας αὐτοῦ, καθάπερ ἐπὶ τοῦ μοιχοῦ, ἵνα καὶ τοῦτον εὐδοκήσῃ ἐκβληθῆναι τῆς ἱερουργίας· ἐπί τε λυσιτελείᾳ τοῦ ἁγιωτάτου πατριάρχου, καὶ πάσης τῆς καθολικῆς Ἐκκλησίας.

Διὸ θαρσεῖτε, τέκνα καὶ ἀδελφοί· καὶ μὴ δείσητε, μηδὲ καταπέσητε. Καιρὸς ὁμολογίας, καιρὸς ἐνστάσεως, καιρὸς ἀθλήσεως, τυχὸν καὶ ἄλλων παθημάτων· ἀλλὰ καὶ στεφάνων καὶ δόξης ἐπουρανίου. Φησὶ γάρ· Ἀλλ᾽ ἢ τοὺς δοξάζοντάς με δοξάσω, καὶ ὁ ἐξουθενῶν με ἀτιμασθήσεται. Καὶ, Μακάριοι οἱ μὴ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν αὐτοῦ. Διὸ, Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῖν τοῖς ὑπομένουσι πολὺς ἐν τοῖς οὐρανοῖς· τῶν ἔργων ὑμῶν ἔχεσθε. Τῶν βασιλέων ἡμῶν ὑπερεύχεσθε, τοῦ ἀρχιερέως, τοῦ ἐκβληθῆναι τὸν Ἰωσὴφ ἐκ τοῦ θυσιαστηρίου, τῆς εἰρήνης τῆς Ἐκκλησίας· πορευόμενοι ἐν ὁδῷ ἀμώμῳ, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσαντες σφόδρα· ἐν πάσῃ καλῇ καταστάσει, καὶ κανονικῇ διαβιώσει· ἕως ἂν ἀκούσητέ τι πλέον, ἢ καὶ ἡμεῖς σημανοῦμεν. Ὁ Χριστὸς μεθ᾽ ὑμῶν· ἡ Θεοτόκος σκέπουσα ὑμᾶς· ὁ Πρόδρομος καὶ ὁ Θεολόγος φρουροῦντες ὑμᾶς· οἱ ἅγιοι πάντες τῇ εὐχῇ τοῦ Πατρός μου καὶ Πατρὸς ὑμῶν. Πάντας προσαγορεύω κατ᾽ ὄνομα· ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔστω μετὰ πάντων ὑμῶν, τέκνα ἠγαπημένα. Ἀμήν.

· Contents ·