Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 1, Letter 32: To Nicholas the Chartularius
ΛΒ΄. — Νικολάῳ Χαρτουλαρίῳ.
Ὑπελάβομεν πῶς ἀπεχθῶς ἔχειν τὴν μεγάλην σου εὐσέβειαν, πανπόθητε ἡμῶν δέσποτα, πρὸς τὴν ταπείνωσιν ἡμῶν, διά τινα παρεμπίπτουσαν ὑπόθεσιν. Ἀλλ᾽ ὄντως ἔδειξας ἐν τῷ παρόντι καιρῷ καθαράν σου τὴν τιμίαν ψυχὴν πάσης δυσμενείας· οὐ μὴν ἀλλὰ καὶ πάσης θεοσεβείας πεπληρωμένην· ἐν τῷ γοργὸν καὶ θερμόν σε γενέσθαι εἰς τὸ, χάριν εἰρήνης τῆς Ἐκκλησίας τοῦ Θεοῦ, εὐθὺς ἀπὸ πρώτης ἡμῶν παρακλήσεως κινηθῆναι πρὸς συνάφειαν τοῦ ἁγιωτάτου ἡμῶν πατριάρχου. Τοῦτο γνώρισμα εἰλικρινοῦς φιλίας· τοῦτο ἰδίωμα ἀνθρώπου θεοφόβου· τοῦτο ἀπόδειξις ἐναργοῦς ζήλου ἀληθείας. Καὶ γοῦν ἀποδώσειέ σοι Κύριος· εἰ καὶ μηδέν τι γένηται, ὁλόκληρον δικαιοσύνης μισθόν. Οὐδὲ γὰρ ἀπὸ τοῦ τέλους τῶν πραγμάτων, ἀλλ᾽ ἀπὸ τῆς περὶ αὐτὰ προθέσεως, εἴτε ἐπαινετῶς, εἴτε οὐχ οὕτως, εἴωθε τὰς ἀμοιβὰς τὸ Θεῖον ἐπιψηφίζεσθαι τοῖς δρῶσι. Κεκέρδηκας τοιγαροῦν ἐν μιᾷ καιροῦ ῥοπῇ, οὐ χρυσίον τε καὶ ἀργύριον, ἀλλὰ θησαυροὺς ἀνεκλείπτους οὐρανίας ἀνταποδόσεως. Ἐτι δὲ παρακαλοῦμεν καὶ δυσωποῦμέν σε ἐπειχθῆναι ἐν τῇ τοιαύτῃ ὑποθέσει· ἵνα αὐτὸς μὲν κερδήσῃς πλούσιον τὸ θησαύρισμα ἡμεῖς δὲ οἱ εὐτελεῖς τύχωμεν τοῦ πρὸς τὸν ἀρχιερέα συνοπτικοῦ· μᾶλλον δὲ ἵνα ἡ Ἐκκλησία τοῦ Θεοῦ τῇ σῇ μεσιτείᾳ βραβευθεῖσα, πολλούς σου τοὺς τῶν ἐγκωμίων στεφάνους καταπλέξειε. Καὶ οὐ πλέον τι χρὴ λέγειν. Ἐπειδὴ δὲ ἐκέλευσας ἐπισημᾶναι ὁπόσος ἐστὶν ὁ λόγος τῆς ταπεινώσεως ἡμῶν, ἤδη ἀψευδῶς γνωρίζομεν τῇ μεγίστῃ ὑπεροχῇ, ὡς ἐν προσώπῳ Κυρίου τοῦ τῶν ἀδήλων γνώστου οὐκ ἔστιν ἡμῖν ἔν τινι τὸ ἀμφιβάλλον τῆς πρὸς τὸν ἀρχιερέα κοινωνίας, ἢ διὰ τὸν οἰκονόμον, κατὰ τὸ καθηρημένον αὐτὸν εἶναι ὑπὸ τῶν θείων κανόνων. Καὶ ἡνίκα ὑποσταλῇ τῆς ἱερουργίας, κατὰ τὸ πρότερον εὐδοκίᾳ Θεοῦ, τοῦ τε ἁγιωτάτου πατριάρχου, τῶν τε εὐσεβῶν ἡμῶν δεσποτῶν· δῆλον ὅτι ὄντος αὐτοῦ οἰκονόμου, καὶ τὴν τιμὴν ἔχοντος· εὐθὺς παραυτίκα καὶ συλλειτουργοῦμεν, καὶ συγκοινωνοῦμεν, καὶ χειροτονούμεθα, μηδὲν ἐπιζητοῦντες, περὶ τῆς ἐν τοῖς τρισὶ χρόνοις τούτοις συλλειτουργίας αὐτοῦ, οἰκονομίας χάριν, οὐ διὰ φόβον, ἀλλὰ διὰ τὸ κοινωφελὲς καὶ σωτήριον.
Σιγάτωσαν γὰρ αἱ ψευδοκατήγοροι γλῶτται, κατὰ τῆς εἰρήνης τοῦ Θεοῦ κινούμεναι· ὅτι, ἐπὰν εἰρχθῇ τῆς ἱερουργίας ὁ οἰκονόμος, ἐπιδραξόμεθα αἰτίας κατενεγκεῖν τὸν ἀρχιερέα ἡμῶν, ὡς ἤδη τῷ καθηρημένῳ συλλειτουργήσαντα· ἔπειτα τὸν προηγησάμενον ἁγιώτατον πατριάρχην· χείλη δόλια, τὰ λαλοῦντα τὰ τοιαῦτα· ἀνθρώπων συκοφαντῶν καὶ φθονερῶν τὸ δρᾶμα· καὶ μὴ θελόντων εἰς ἴασιν ἐλθεῖν τὸ προσπεσὸν ὄφλημα τῇ Ἐκκλησίᾳ. Μηδαμῶς· μὴ γένοιτο! καὶ τὸν πατριάρχην τὸν προηγησάμενον καὶ ἐδεξάμεθα καὶ δεχόμεθα, διὸ καὶ ἕως θανάτου συνκοινωνοῦμεν αὐτῷ· καὶ τὸν νῦν ἁγιώτατον ἀρχιερέα καὶ ἐδεξάμεθα καὶ δεχόμεθα· ἐπὶ τούτῳ γὰρ καὶ ἀναφέρομεν καθ᾽ ἑκάστην. Ὁ οἰκονόμος εἰρχθήτω τῆς ἱερουργίας ὁ τὸν μοιχὸν στεφανώσας· καὶ, ὡς προδεδηλώκαμεν, συλλειτουργοῦμεν αὐτῷ, εἰ κελεύει, ἐπὶ τῆς καθολικῆς Ἐκκλησίας, ἕκαστος κατὰ τὴν οἰκείαν ἡμῶν τάξιν. Καὶ εἰ τοῦτο γένηται, χαρὰ ἐν οὐρανοῖς· εἰρήνη ἐν τῇ καθ᾽ ἡμᾶς Ἐκκλησίᾳ τοῦ Θεοῦ· τὸ σχίσμα ὑποχωρεῖ· ἡ ὁμόνοια ἀναλάμψει τρανῶς, ὁ ἀρχιερεὺς ἡμῶν στεφανωθήσεται τοῖς ἐπαίνοις, καὶ τοσοῦτον ὡς διαδοθῆναι αὐτοῦ τὸ ἐγκώμιον ἕως γενεᾶς. Οἱ κράτιστοι ἡμῶν βασιλεῖς σὺν τοῖς πολυτιμήτοις αὐτῶν διαδήμασι καταστεφανωθήσονται τῇ ἀγγελικῇ εὐφημίᾳ· οἱ ἱερεῖς ἐνδύσονται δικαιοσύνην· ἔτι μᾶλλον, οἱ ὅσιοι, τὸ μοναδικὸν, λέγω, τάγμα, ἀγαλλιάσει ἀγαλλιάσονται. Ὁ δεσπότης ἡμῶν οἷον καὶ ἡλίκον λήψῃ τὸ βραβεῖον, τί δεῖ λέγειν; καὶ τί μᾶλλον οὐ γενήσεται; τί τερπνὸν οὐκ εἰσαχθήσεται; Εἴπωμεν καὶ τοῦτο, ὅτι καὶ αὐτὸς ὁ οἰκονόμος εὐφημηθήσεται καὶ δοξασθήσεται, καὶ κληρονομήσει διὰ τοῦτο μέγα ἔλεος, καὶ ἐν τῷ νῦν αἰῶνι, καὶ ἐν τῷ μέλλοντι. Ἡμεῖς τε οἱ ἁμαρτωλοὶ ἐσόμεθα ὑποπίπτοντες, καὶ προσκυνοῦντες, καὶ ὑπερευχαριστοῦντες, ἔργῳ καὶ λόγῳ τὰ δέοντα ὡς ἀρχιερεῖ ὑπὲρ πάντα ἄνθρωπον, κατὰ τὸ ὀφειλόμενον, συνεισφέροντες. Πρὸς δὲ πίστωσιν τῶν εἰρημένων, ποιούμεθα τὸν λόγον ἔγγραφον διὰ πλάτους· ὅτι μετὰ τὴν παῦσιν τῆς ἱερουργίας, κατὰ τὸ πρότερον, ἐὰν μὴ εὐθὺς εἰσέλθωμεν καὶ κοινωνήσωμεν, ὡς προγέγραπται· ἔστω ἡ ψῆφος καθ᾽ ὑμᾶς, εἴ τι βούλεσθε· καὶ μὴ ἐξὸν ἔτι λαλεῖν ἡμᾶς περὶ τῆς ὑποθέσεως. Καὶ ἰδοὺ, οὐκ ἄγγελος, οὐκ ἄνθρωπος, ἀλλ᾽ αὐτὸς ὁ Κύριος ὁ δι᾽ ἡμῶν ἕλκων, καὶ συνωθῶν καὶ παρακαλῶν σε.