Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 1, Letter 33: To Leo, Pope of Rome
ΛΓ΄. — Λέοντι πάπᾳ Ῥώμης.
Τῷ ἁγιωτάτῳ καὶ κορυφαιοτάτῳ Πατρὶ Πατέρων Λέοντι τῷ δεσπότῃ μου ἀποστολικῷ πάπᾳ, Θεόδωρος ἐλάχιστος πρεσβύτερος καὶ ἡγούμενος τῶν Στουδίου.
Ἐπειδήπερ Πέτρῳ τῷ μεγάλῳ δέδωκε Χριστὸς ὁ Θεὸς μετὰ τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν, καὶ τὸ τῆς ποιμνιαρχίας ἀξίωμα· πρὸς Πέτρον ἤτοι τὸν αὐτοῦ διάδοχον, ὁτιοῦν καινοτομούμενον ἐν τῇ καθολικῇ Ἐκκλησίᾳ παρὰ τῶν ἀποσφαλλομένων τῆς ἀληθείας, ἀναγκαῖον ἀναφέρεσθαι. Τοῦτο τοιγαροῦν δεδιδαγμένοι καὶ ἡμεῖς οἱ ταπεινοὶ καὶ ἐλάχιστοι, ἐκ τῶν ἀνέκαθεν ἁγίων Πατέρων ἡμῶν· ἐπεὶ ὑπήρχθη τις καὶ νῦν καινοτομία ἐν τῇ καθ᾽ ἡμᾶς Ἐκκλησίᾳ· καὶ πρότερον μὲν διὰ μέσου τοῦ εὐλαβεστάτου ἀρχιμανδρίτου, ἤγουν τοῦ ἀδελφοῦ καὶ συνδούλου ἡμῶν Ἐπιφανίου· καὶ νῦν διὰ τοῦ εὐτελοῦς ἡμῶν γραμματίου ὀφειλόμενον ἡγησάμεθα τῷ ἀγγέλῳ τῆς κορυφαίας σου μακαριότητος ταύτην ἀνενεγκεῖν. Γέγονε τοίνυν, ὦ θειοτάτη τῶν ὅλων κεφαλῶν κεφαλὴ, κατὰ τὸν προφήτην Ἱερεμίαν, σύνοδος ὡς ἀληθῶς ἀθετούντων, καὶ συνέδριον μοιχωμένων. Ὅπερ γὰρ ἐκεῖσε διὰ τῆς εἰδωλικῆς ἐκπορνεύσεως λέλεκται, τοῦτο ἐνταῦθα διὰ τῆς μοιχοζευκτικῆς ἐπικυρώσεως δέδεικται. Ἀμφότεροι γὰρ τὸν αὐτὸν Κύριον ἠθετήκασιν, οἱ μὲν διὰ τῆς νομικῆς, οἱ δὲ διὰ τῆς εὐαγγελικῆς παραβάσεως. Καί γε οὐ μέχρι τούτου ἔστησαν, παρασυναγωγὴ διὰ προτέρας συνελεύσεως, ἐν τῇ τοῦ μοιχοζεύκτου παραδοχῇ καὶ συνιερουργίᾳ, κατὰ τὸν θεῖον Βασίλειον, χρηματίσαντες· ἀλλ᾽ ὡς ἂν ἑαυτοῖς αἱρέσεως τελείας ὄνομα περιποιήσωνται, δι᾽ ἑτέρας συνόδου δημοσίας, τοὺς μὴ τῇ παρανόμῳ αὐτῶν κακοδοξίᾳ συγκαταθεμένους, μᾶλλον δὲ ὅλην τὴν καθολικὴν Ἐκκλησίαν, ἀναθεματισμῷ ὑποβεβλήκασι· τοὺς ἤδη φθάσαντας ἐπὶ προσώπου αὐτῶν, οὓς μὲν ἐξοστρακίσαντες πόῤῥω που· οὖς δὲ φυλακαῖς κατέχοντες. Διωγμὸν κατὰ τὸ σύνηθες τῶν ἐνταῦθα πάλιν καινουργήσαντες. Καὶ τὸ δικαίωμα αὐτοῖς, λόγου πονηροῦ κραταίωμα. Οἰκονομίαν οὖν τὴν ζευξιμοιχείαν δογματίζουσιν· ἐπὶ τῶν βασιλέων τοὺς θείους νόμους μὴ κρατεῖν διορίζονται· τοὺς ὑπὲρ ἀληθείας καὶ δικαίου μέχρις αἴματος ἐνστάντας, ὥσπερ τὸν Πρόδρομον καὶ Χρυσόστομον, μιμεῖσθαι ἀπαγορεύουσιν· ἕκαστον τῶν ἱεραρχῶν ἐξουσιάζειν ἐν τοῖς θείοις κανόσι, παρὰ τὰ ἐν αὐτοῖς κεκανονισμένα, ἀποφαίνονται.
Καὶ διὰ τοῦτο ὁπόταν τύχῃ καὶ κρυπτῶς καὶ ἐμφανῶς ἁλῶναί τινα τῶν ἱερωμένων καθαιρετικοῖς κανόσι, τῇ τοῦ βουλομένου ἐξουσίᾳ μένειν ἀκαθαίρετον. Καὶ μάρτυς τοῦ λόγου, ὁ διαφόροις κανόσι σὺν ἄλλοις κεκρατημένος μοιχοζεύκτης, καὶ συλλειτουργῶν αὐτοῖς δημοσίᾳ. Τοὺς παρανομίας ὡς οἰκονομίας ποιοῦντας, ἄλλους τε καὶ ἑαυτοὺς ἁγίους ἐν τούτῳ ὀνομάζουσι· καὶ τοὺς μὴ ταύτας προσιεμένους, ὡς ἠλλοτριωμένους Θεοῦ ἀναθεματίζουσι· μάρτυς δὲ κἀνταῦθα τοῦ λόγου ὦν καὶ ὁ διωγμός. Τί οὖν ἔστιν ἐν τούτοις, ὦ μάκαρ, εἰπεῖν; ἢ τὸ ἀποστολικὸν ἐκεῖνο, ὅτι Νῦν πολλοὶ Ἀντίχριστοι γεγόνασιν· εἴπερ μὴ ὑπὸ τῶν θείων νόμων καὶ κανόνων πάντες ἄνθρωποι ἐξουσιαζόμεθα. Τούτων ἤδη ἀψευδῶς ὑπὸ τῆς εὐτελείας ἡμῶν ἀνενεχθέντων, ἐκείνην τὴν φωνὴν, ἢν ὁ κορυφαῖος σὺν τοῖς λοιποῖς ἀποστόλοις προσήγαγε Χριστῷ, ἡνίκα ὁ τῆς θαλάσσης κλύδων ἐπεγείρετο, προσφέρομεν τῇ Χριστομιμήτῳ σου μακαριότητι· Σῶσον ἡμᾶς, ἀρχιποίμην τῆς ὑπ᾽ οὐρανὸν Ἐκκλησίας, ἀπολλύμεθα. Μίμησαί σου τὸν διδάσκαλον Χριστὸν, καὶ ὄρεξον χεῖρα τῇ καθ᾽ ἡμᾶς Ἐκκλησίᾳ, ὡς ἐκεῖνος Πέτρῳ· ὅσον ὁ μὲν ἀρχομένῳ καταποντίζεσθαι ἐν τῇ θαλάσσῃ· αὐτὸς δ᾽ αὖ καταποντισθείσῃ ἤδη ἐν τῷ τῆς αἱρέσεως βάθει. Ζήλωσόν σου, δεόμεθα, τὸν ὁμώνυμον πάπαν, καὶ ὡς ἐκεῖνος τηνικαῦτα τῆς Εὐτυχιανικῆς αἱρέσεως ἀναφυείσης λεόντειόν πως διηγέρθη τῷ πνεύματι, ὡς ἴσασι πάντες, ταῖς δογματικαῖς αὐτοῦ ἐπιστολαῖς· οὕτω καὶ αὐτὸς, τολμῶ λέγειν, φερωνύμως, βρύξον θείως· μᾶλλον δὲ βρόντησον κατὰ τῆς παρούσης κακοδοξίας τὰ εἰκότα. Εἰ γὰρ οὗτοι ἑαυτοῖς ἐξαυθεντήσαντες αἱρετικὴν σύνοδον ἐκπληρῶσαι οὐκ ἔδεισαν, καίπερ εἰ καὶ ὀρθόδοξον οὐκ ἄνευ τῆς ὑμῶν εἰδήσεως ἐξουσιάζοντες, ὡς τὸ ἄνωθεν κεκρατηκὸς ἔθος· πόσῳ γε μᾶλλον εὔλογον καὶ ἀναγκαῖον ἂν εἴη, ὑπομιμνήσκομεν φόβῳ, ὑπὸ τῆς θείας πρωταρχίας σου, ἔννομον κροτηθῆναι σύνοδον, ὡς ἂν τὸ ὀρθόδοξον τῆς Ἐκκλησίας δόγμα, τὸ αἱρετικὸν ἀποκρούσηται· καὶ μήτε ἡ κορυφαιότης σου σὺν ἅπασι τοῖς ὀρθοδόξοις ἀναθεματίζοιτο παρὰ τῶν νέων κενοφώνων· μήτ᾽ αὖ ὁρμητήριον ἀνομίας τὴν μοιχοσύνοδον εὑρίσκοντες οἱ βουλόμενοι κατολισθαίνωσιν εὐπετῶς πρὸς τὴν ἁμαρτίαν. Ταῦτα, ὡς τὸ ἀνῆκον τῇ οὐθενότητι ἡμῶν, ἀνηγγελκότες, ὡς ἐλάχιστα μέλη τῆς Ἐκκλησίας, καὶ τῇ ὑφ᾽ ὑμῶν ὑπείκοντες θείᾳ ποιμεναρχίᾳ· τὸ λοιπὸν ἐξαιτοῦμεν τὴν ἁγίαν αὐτῆς ψυχὴν, λογίζεσθαι ἡμᾶς ὡς οἰκεῖα αὐτῆς πρόβατα, καὶ ταῖς ἱεραῖς προσευχαῖς πόῤῥωθεν φωτίζειν καὶ στηρίζειν. Εἰ δὲ καὶ διδαχαῖς, τῆς σῆς ἂν εἴη θείας συγκαταβάσεως. Ἐπεὶ καὶ ὁ Χριστὸς Αὐγάρῳ ἐπέστειλε· καὶ πολλοὶ τῶν ὑφειμένων παρὰ ἀποστόλων καὶ ἁγίων γράμματα δέξασθαι κατηξιώθησαν. Παρ᾽ ἐμοῦ δὲ μόνου τοῦ ἁμαρτωλοῦ καὶ τηρουμένου ἐν φυλακῇ ἡ ἐπιστολή· διὰ τὸ, τὸν Πατέρα καὶ σύνδουλόν μου τὸν ἔγκλειστον, τόν τε ἀρχιεπίσκοπον τῆς Θεσσαλονίκης, καὶ ἀδελφὸν ἡμῶν, εἰς ἑτέρας νήσους ὡσαύτως τηρεῖσθαι. Πλὴν καὶ αὐτοὶ δι᾽ ἐμοῦ, καὶ σὺν ἐμοὶ τὰ αὐτὰ καὶ φθέγγονται καὶ προσπτύσσονται τοῖς ἱεροῖς τῆς μακαριότητός σου ἴχνεσιν.