Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 1, Letter 34: To the Same

ΛΔ΄. — Τῷ αὐτῷ.

Τῷ ἰσαγγέλῳ μακαριωτάτῳ καὶ Ἀποστολικῷ Πατρὶ Λέοντι πάπᾳ Ῥώμης, Πλάτων ἔγκλειστος, καὶ Θεόδωρος πρεσβύτερος καὶ ἡγούμενος τῶν Στουδίου.

Μέγα ἡμῖν τοῖς ταπεινοῖς ὡς ἀληθῶς, καὶ εὐχῆς ἔργον τῆς ἀνωτάτω, ἀξιωθεῖσι δέξασθαι παρὰ τῆς ἀποστολικῆς ὑμῶν μακαριότητος πρόσρησιν προσαγορευτικὴν, καὶ μὴν ἀποσημείωσιν τῶν πνευματοκινήτων αὐτῆς ἱερῶν λογίων, δι᾽ Ἐπιφανίου τοῦ συνδούλου, καὶ ἀγαπητοῦ ἡμῶν τέκνου· καὶ ταῦτα κεκλεισμένοις οὖσιν ὑπὸ τῶν κακοδόξων, καὶ ὄψει θεασαμένοις τὸν γραμματηφόρον. Ἐφ᾽ οἷς ἐσκιρτήσαμεν· ἠγαλλιασάμεθα· ἀνθωμολογησάμεθα τῷ Κυρίῳ, τῷ ταῖς θείαις αὐτῆς προσευχαῖς, τὰ παρ᾽ ἐλπίδα παραδόξως ἡμῖν τοῖς ἀναξίοις χαρισαμένῳ· μονονουχὶ καὶ ὁρᾷν αὐτῆς τὸν ἱερὸν χαρακτῆρα διὰ μέσου τῶν φωνῶν φανταζομένοις. Ἀλλ᾽ αὐτὴ μὲν Χριστομιμήτως καὶ προσηγόρευκε τοὺς εὐτελεῖς, καὶ ἐνεζωπύρησεν ἡμῶν τὸ πνεῦμα, ἐπέῤῥωσέ τε τὸ ἀσθενὲς, καὶ ἐστιβάρωσε τὸ ἀδρανές· οἰονεὶ ἐπαλείψασα τοῖς ὑπὲρ ἡμᾶς παρακλητικοῖς καὶ νουθετικοῖς φθέγμασι· στήκειν τε ἐν τῇ ὀρθοδόξῳ πίστει ἀκλινῶς μέχρι τέλους παρεγγυῶσα. Καὶ γένοιτο ἡμῖν ἰλέοις αὐτῆς ἱκετηρίαις. Ἡμεῖς δὲ οἱ οὐθενεῖς καὶ πάλιν εὖ ἔχειν νενομίκαμεν, ὥσπερ τὸ πρότερον δι᾽ αὐτοῦ τοῦδε τοῦ πιστοτάτου ἡμῶν γραμματηφόρου, καὶ αὖθις δι᾽ Εὐσταθίου τοῦ ἑτέρου καὶ αὐτοῦ ἡμῶν τέκνου, οὕτω καὶ νῦν ἀνενεγκεῖν αὐτῇ τὰ εἰκότα. Σύνοδος γέγονεν ἐν τοῖς καθ᾽ ἡμᾶς, ὦ μακαριώτατε, πάνδημος συγκαθεσθέντων καὶ ἀρχόντων τῶν ἐν τέλει· καὶ ἡ σύνοδος ἐπ᾽ ἀθετήσει τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ, οὖ σὺ τὰς κλεῖς ἐδέξω πρὸς αὐτοῦ, διὰ μέσου τοῦ τῶν ἀποστόλων πρωτοστάτου, καὶ τῶν ἀμοιβαδὸν, μέχρι τοῦ προηγησαμένου τὴν ἱερωτάτην σου κεφαλήν. Καὶ ὅπως ἀνάσχοιτο ἐπακηκοέναι ἡ θεομίμητος ἐπιείκειά σου; Ἀρξώμεθα δὲ ἀπὸ τοῦ νόμου καὶ τῶν προφητῶν. Καὶ γοῦν, φησὶν, Οὐ μοιχεύσεις· οὐ ψευδομαρτυρήσεις. — Οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ. Καὶ Ἱερεμίας μέν· ἄφρων καὶ ἀσεβὴς ὁ κατέχων μοιχαλίδα. Μαλαχίας δέ· Χείλη ἱερέως φυλάξεται γνῶσιν· καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ· διότι ἄγγελος Κυρίου παντοκράτορός ἐστι. Μετέλθωμεν ἐπὶ τὸ Εὐαγγέλιον· Ὁ ἀπολύων, φησὶ, τὴν γυναῖκα αὐτοῦ, καὶ γαμῶν ἑτέραν, μοιχεύει. Καὶ πάλιν, Οὖς ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω. Ὅσον δὲ τὸ διάφορον νόμου καὶ χάριτος, ἐξ αὐτῶν τῶν λόγων τοῦ Κυρίου εἰσόμεθα, λέγοντος· Καὶ ἰδοὺ πλέον τοῦ ἱεροῦ ὧδε· εἶτα, καὶ ἐκ τῶν τοῦ Ἀποστόλου φωνῶν, φάσκοντος· Ἀθετήσας τις νόμον Μωσέως, χωρὶς οἰκτιρμῶν, ἐπὶ δυσὶ ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει· πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας, ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, καὶ τὴν χάριν τοῦ Πνεύματος ἐνυβρίσας;

Τούτων τοίνυν οὕτως ἐχόντων· οἱ μετὰ γλώσσης ἀθέσμου τὰ πρὸς Κύριον ἀπειθοῦντες, τὴν λύσιν τοῦ τε νόμου καὶ τοῦ Εὐαγγελίου, ἤγουν τὴν μοιχείαν τοῦ πρὶν κρατήσαντος, ἐπὶ τῇ ἐκβολῇ τῆς νομίμου, καὶ εἰσοικίσει τῆς μοιχαλίδος· καὶ τὴν ταύτης μείζονα καὶ χαλεπωτέραν παρανομίαν, ἤτοι τὴν μοιχοζευξίαν· διὰ τὸ ψευδομαρτυρῆσαι κατὰ Θεοῦ, καὶ τὸ τούτου ὄνομα λαβεῖν ἐπὶ τῇ ἀθεμίτῳ πράξει κατὰ τὴν μυσταγωγίαν. Καὶ μὴν καὶ δοῦναι τοῖς μοιχευομένοις νικητικοὺς κατὰ Χριστοῦ τοὺς στεφάνους, ἐπι μεθέξει τῶν θείων δώρων, τῶν ὡς κοινῶν ἐνυβρισθέντων παρὰ τοῦ μοιχοζεύκτου, καὶ ἀγγέλου, οὐ τοῦ παντοκράτορος Θεοῦ, ἀλλὰ τοῦ κοσμοκράτορος Σατανᾶ, ἀποφανέντος κατὰ τὸ ἀληθές· ἔτι μὴν καὶ πάντων τῶν διὰ συνδρομῆς καὶ εὐδοκίας, ἐν τῇδε τῇ παραβάσει τὴν μερίδα θεμένων μετὰ μοιχοῦ καὶ μοιχοζεύκτου· οἰκονομίαν σωτήριον τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ προσηγορεύκασι· τοσοῦτον ὀχυρὰν καὶ θεοκύρωτον ὑπάρχουσαν, ὡς τοὺς μὴ εἴξαντας καὶ συνθεμένους αὐτοῖς, ἀναθέματι συνοδικῶς ὑποβαλεῖν, μετὰ φυλακῶν, καὶ ἑτέρων παθημάτων, ὡς μὴ δεξαμένους ταύτην τὴν οἰκονομίαν ἁγιόπρακτον εἶναι. Ἄκουε, οὐρανὲ, φησὶν Ἡσαῖας, καὶ ἐνωτίζου, ἡ γῆ, ὅτι Κύριος ἐλάλησεν. Ἡμεῖς δὲ οἱ εὐτελεῖς πρὸς σὲ τανῦν· Ἄκουε, ἡ μεγάλη τοῦ Θεοῦ κεφαλὴ, καὶ ἐνωτίζου ἃ ὁ Σατανᾶς ἀπειργάσατο. Εἰ τοίνυν κατὰ Θεοῦ βούλησιν καὶ ἀποδοχὴν ἡ συνάθροισις αὔτη, ἦ τε ἀναθεματιστικὴ ἀπόφασις· οὐ Θεοῦ ὁ νόμος δηλονότι· οἱ τε προφῆται, μεθ᾽ ὧν ὁ Πρόδρομος ὡς μοιχοελέγκτης· εἶτα καὶ τὸ Εὐαγγέλιον, παρ᾽ ὁ ἐκεῖνοι φίλην τὴν οἰκονομίαν αὐτῶν πεποίηνται. Εἰ γὰρ φαῖεν τοῦ αὐτοῦ· δυοῖν θάτερον· ἢ ψευδηγόρον τὸν Χριστὸν, πάλαι μὲν ἐν τοῖς προφήταις λαλήσαντα, καὶ νομοθετήσαντα, νῦν δὲ δι᾽ ἑαυτοῦ ἐν τῷ Εὐαγγελίῳ, ἀποφανοῦνται· ἢ ἀληθεύοντα, ὥσπερ ἐστὶν αὐτὸς ἡ ἀλήθεια· αὐτοὺς ψεύδεσθαι, καὶ θεοκατηγόρους ἐναποδειχθῆναι ἀραρότως· καὶ διὰ τοῦτο τοῦ ἀναθέματος, οὗ κατὰ Χριστοῦ καὶ τῶν ἁγίων αὐτοῦ ἀπεφήνατο, εἶναι ὑπευθύνους, βεβαιωσαμένους τὴν μοιχείαν, καὶ μοιχοζευξίαν, καὶ μοιχοσυνδρομίαν, οἰκονομίαν Θεοῦ καὶ ἁγίων.

Καὶ ἀλλοίως οὐκ ἔστιν. Οὐ γὰρ προσωποληψία παρὰ τῷ Θεῷ· ὡς ὑποδεικνύουσιν οἱ Μοιχειανοὶ, μὶ ἐπίσης τοὺς νόμους αὐτοῦ κεῖσθαι ἐπὶ πᾶσιν, ἀλλ᾽ ἐπὶ τῶν βασιλέων, ὥς φησιν, ὑποχωρεῖν καὶ καινοτομεῖσθαι. Καὶ ποῦ τὸ τῶν βασιλέων Εὐαγγέλιον; Ἀλλ᾽ ὄντως ἠσεβήκασι λίαν, μὴ συνιέντες, ὅτι Θεὸς πρόσωπον ἀνθρώπου οὐ λαμβάνει, καθὰ ἔφη ὁ ἱερὸς Ἀπόστολος· μηδ᾽ ὅτι ὁ αὐτὸς δι᾽ ἑνὸς τῶν προφητῶν, ταλανίζων αὐτοὺς, λέγει· Ὑμεῖς οὐκ ἐφυλάξατε τὰς ὁδούς μου, ἀλλ᾽ ἐλαμβάνετε πρόσωπα ἐν νόμῳ. Οὐχὶ Θεὸς εἷς ἔκτισεν ὑμᾶς; Οὐχὶ Πατὴρ εἷς πάντων ὑμῶν; Γράφει δὲ καὶ Σολομὼν τάδε· Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε. Καὶ μεθ᾽ ἕτερα· Ὅτι ὑπηρέται ὄντες τῆς τοῦ Ὑγίστου βασιλείας, οὐκ ἐκρίνατε ὀρθῶς, οὐδὲ ἐφυλάξατε νόμον, οὐδὲ κατὰ τὴν βουλὴν τοῦ Θεοῦ ἐπορεύθητε. Φρικτῶς καὶ ταχέως ἐπιστήσεται ὑμῖν, ὅτι κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσι γίνεται. Οὐ γὰρ ὑποστελεῖται πρόσωπον ὁ πάντων Δεσπότης. Πάλιν δὲ ὅτι καὶ ὅλον τὸ Εὐαγγέλιον διὰ τῶν φθασάντων παρανομιῶν ἠθετήκασιν, ὦ ἱερὰ καὶ θεία κορυφή· ἐπεὶ καὶ ἕν ἀνόμημα ἀρκεῖ τὸν καθόλου νόμον ἀνατρέψαι. Πᾶσαι γὰρ ἀλλήλων ἔχονται, φησὶν ὁ μέγας Βασίλειος, αἱ ἐντολαί· ὡς ἐν τῇ λύσει τῆς μιᾶς, καὶ τὰς λοιπὰς ἐξ ἀνάγκης συγκαταλύεσθαι· οὐκ ἐξ ἑαυτοῦ τοῦτο, ἀλλ᾽ ἐκ τοῦ φθεγγομένου ἐν αὐτῷ Χριστοῦ λέγων· ὅς φησι, Πᾶς ὁ λύων μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων, οὖτος ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· δηλονότι ἀπολλύμενος. Καὶ ὁ θεσπέσιος Ἰάκωβος· Ὅστις, φησὶ, τελέσει ὅλον τὸν νόμον, πταίσρι δὲ ἐν ἑνὶ, γέγονε πάντων ἔνοχος.

Λελύκασιν οὖν Παλαιὰν καὶ Νέαν Διαθήκην, ὦ μάκαρ, διὰ τῆς λύσεως, οὐ τῶν ἐλαχίστων, ἀλλὰ καὶ τῶν μεγίστων ἐντολῶν Κυρίου· νόμον κατὰ νόμου εὐαγγελικοῦ ἐκτεθεικότες οἱ τάλανες, τὸ βούλημα τῶν βασιλέων προκρίνειν Θεοῦ ὁπόταν βούλοιντο. Βούλονται δὲ ἄλλοι ἄλλο, καὶ ἄλλοτε ἄλλως. Καὶ διὰ τοῦτο ἀνατροπὴ τοῦ παντὸς, μέχρι τοῦ Ἀντιχρίστου· καὶ ἐντεῦθεν εἰκότως, ἡ λεγομένη παρ᾽ αὐτοῖς ὑπὸ τοῦ Σατανᾶ οἰκονομία, προσαγορευθήσεται Ἀντιχριστικὴ προδρομία. Περὶ γὰρ παραβάσεως κανόνων, τί δεῖ καὶ λέγειν; Ὁπότε γὰρ τοῦ Εὐαγγελίου ἀποτροπάδην ἦλθον, σχολὴ περὶ αὐτῶν φροντίζειν. Καὶ ὁ μὲν Θεὸς διὰ τοῦ προφήτου τάδε φησί· Δώσω τὴν κλεῖδα οἴκου Δαυῖδ ἐπὶ τοῦ ὥμου αὐτοῦ· καὶ ἀνοίξει, καὶ οὐκ ἔσται ὁ ἀποκλείων· καὶ κλείσει, καὶ οὐκ ἔσται ὁ ἀνοίγων. Οἱ δὲ ἀντιθέως, ἐφ᾽ οἷς μὲν ἤνοιξεν, ἀπέκλεισαν, καθήραντες τοὺς ἀνευθύνους, ὡς δοκεῖ αὐτοῖς, ἀλλ᾽ οὐ Θεῷ· ἐφ᾽ οἷς δὲ ἔκλεισεν, ἤνοιξαν προχειρισάμενοι τοὺς ὑποπίπτοντας καθαιρέσει θεοκρίτως, ἅπαξ πρὸς τὸ αὐτοῖς δοκοῦν καὶ ἀρέσκον ἀποχρώμενοι ἀεὶ δεσποτικῶς τοῖς ἱεροῖς κανόσιν ὡς ὑπηρέταις καὶ ὑποδουλίοις. Ταῦτα τῆς Μοιχειανικῆς αἱρέσεως τὰ ἄνομα καὶ ἀσεβῆ ἐγχειρήματά τε καὶ ἀποτελέσματα. Καὶ ταῦτα ὡς ἐλάχιστα τέκνα τῆς καθολικῆς Ἐκκλησίας, σοὶ τῇ πρωτίστῃ ἡμῶν ἀποστολικῇ κεφαλῇ ἀναγγεῖλαι, κατὰ τὸ ἀναγκαῖον προεθυμήθημεν. Λοιπὸν αὐτῆς ἐστι τὰ ἀρεστὰ Θεῷ, καὶ διανοηθῆναι καὶ πρᾶξαι, ὑπὸ Πνεύματος ἁγίου, ὡς ἐπ᾽ ἄλλοις, καὶ ἐν τῷδε κινουμένης· οὐ μὴν ἀλλὰ καὶ δυσωπουμένης ἀξιῶσαι ἡμᾶς αὐτόλεκτα καὶ θεοχάρακτα αὐτῆς γράμματα δέξασθαι, κατὰ μίμησιν τῶν ὁμοζήλων αὐτῆς ἁγίων, ὥσπερ νῦν τὰς πλουσίας, καὶ ὑπὲρ ἡμᾶς, δωρεὰς αὐτῆς καὶ εὐλογίας.

Ἀπήγγειλε δὲ ἡμῖν ὁ αὐτὸς ἀδελφὸς ἡμῶν Ἐπιφάνιος, θειοτάτη κορυφὴ, ὡς ἔγκλησιν ἐδέξατο παρ᾽ αὐτῆς, ἕνεκα Βαρσανουφίου, Ἡσαΐου τε καὶ Δωροθέου, τῶν αἱρετικῶν, ὡς δεχομένων ἡμῶν αὐτοὺς ὀρθοδόξους· καὶ πάνυ ἠγάσθημεν, εἰ ἡμεῖς οἱ ταπεινοὶ ὑπὲρ ὀρθοδοξίας πάσχοντες, αἱρετικοῖς προσπάσχομεν. Ἐμφραττέσθω πᾶν τὸ καθ᾽ ἡμῶν ὑποβάλλον καὶ συκοφαντοῦν στόμα. Ὁρθόδοξοί ἐσμεν, κἂν ἄλλως ἁμαρτωλοὶ, ὦ μακαριώτατε· μηδ᾽ ὁτιοῦν ὕφεσιν ἔχοντες ἐν τούτῳ τῆς ἀποστολικῆς πίστεως· πᾶσαν σύνοδον οἰκουμενικήν τε καὶ τοπικὴν, ἐγκεκριμένην τῇ ἀληθείᾳ, μετὰ τῶν ἐκτεθέντων αὐταῖς ἁγίων κανόνων ἀσπαζόμενοι, καὶ πᾶσαν αἵρεσιν, καὶ αἱρετικὸν μυσαττόμενοι, καὶ ἀναθεματίζοντες. Καὶ ἀνάθεμα Βαρσανουφίῳ, Ἡσαῖᾳ, Δωροθέῳ τε καὶ Δοσιθέῳ, ὑπὸ τοῖς τοῦ ἁγίου Σωφρονίου ἀναθεματισθεῖσιν. Ἀλλὰ καὶ ἄλλος εἴ τις εἴη τούτοις ὁμώνυμος ὅμως αἱρετικὸς, κατὰ τὴν ἐκείνων αἵρεσιν, ἢ ἑτέραν, κἂν ἐπίσκοπος, κἂν ἀσκητὴς, κᾶν ὁστισοῦν, ἀνάθεμα ἔστω. Ἀλλὰ καὶ εἴ τις μὴ ἀναθεματίζοι εὐκαίρως κατὰ τὸ ἀναγκαῖον πάντα αἱρετικὸν, εἴη τῆς αὐτῶν μερίδος. Ἡμεῖς γὰρ καθαροί ἐσμεν παντὸς αἱρετικοῦ φρονήματος, εὐχαῖς σου ἱερωτάταις, παναγέστατε. Ἐτι μὴν καὶ τοῦτο ἀναφέρομεν, ὅτι εἰ καὶ ἐν τῇ ἐπιστολῇ ἡμῶν τῇ διὰ τοῦ ἀδελφοῦ Εὐσταθίου οὐ δεδήλωται· ἐπιστεῖλαι ἡμᾶς τῇ ἁγίᾳ σου κορυφῇ δι᾽ Ἐπιφανίου. Οὐ διέψευσται Ἐπιφάνιος· καὶ ὁ τρόπος ἐν τούτῳ. Ἦμεν ὡς ἀληθῶς ἐκδώσαντες αὐτῷ τὴν ἐπιστολὴν, καὶ πάλιν φόβῳ τῶν κρατούντων ἀπαλείψαντες· ὁ δὲ ἔχων τῶν σημείων τὴν γνῶσιν, ἤγαγε πρὸς τὰ ἅγια αὐτοῦ ἴχνη εὐφρονῶν μετὰ τὸ ἐξορισθῆναι ἡμᾶς. Καὶ γάρ ἐστι στόμα τῆς ταπεινώσεως ἡμῶν, καὶ λόγος ἐξερευγόμενος τῆς καρδίας ἡμῶν. Καὶ μήτοι γε ὑπολάβοι ἡ ἁγία σου ψυχὴ σκάνδαλον ἐν τῷ συνδούλῳ ἡμῶν ὄντι πιστοτάτῳ κατὰ πάντα. Ὁ ἀδελφὸς ἡμῶν καὶ ἀρχιεπίσκοπος Θεσσαλονίκης, ὑπτίαις καρδίας χερσὶ καὶ ἐδέξατο τὴν τῆς μακαριότητός σου προσηγορίαν, καὶ δι᾽ ἡμῶν προσκυνητῶς κατασπαζόμενός ἐστι τὴν ἱερωτάτην σου κορυφήν.

· Contents ·