Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 1, Letter 35: To Abbot Basil

ΛΕ΄. — Βασιλείῳ ἡγουμένῳ.

Βασιλείῳ τῷ εὐλαβεστάτῳ ἡγουμένῳ καὶ ἀρχιμανδρίτῃ Ῥώμης, Πλάτων ταπεινὸς ἔγκλειστος, καὶ Θεόδωρος ἐλάχιστος πρεσβύτερος καὶ ἡγούμενος τῶν Στουδίου.

Οὕτως ἀπεκαραδοκοῦμεν οἱ ταπεινοὶ δέξασθαι γράμματα τῆς πατρικῆς σου ὁσιότητος, ὡς γῆ διψῶσα τὸν ἑαυτῆς ὑετόν. Καὶ ἐπειδὴ ἀπετύχομεν τῆς ἐλπίδος, ἠλγήσαμεν, ὡς τὸ εἰκός· ὅμως μαθόντες τὴν αἰτίαν παρὰ Ἐπιφανίου τοῦ ποθεινοτάτου καὶ πιστοτάτου ἡμῶν υἱοῦ, ὅτι ἐξ ἀναγκαίου, καὶ οὐκ ἐκ καταφρονήσεως ἡμῶν τῶν εὐτελῶν καὶ λίαν ἑραστῶν τῆς θεοφιλείας σου· μετεβάλομεν τὸ ἄλγος τῆς καρδίας. χαρὰν προσκτησάμενοι ἰκανουμένην. Ἀνήγγειλε γὰρ ἡμῖν τὸν αὐτὸν διαμένειν ἐν τῇ πρὸς ἡμᾶς διαθέσει τε καὶ ἀγάπῃ· οὐ μὴν ἀλλὰ καὶ προστιθέμενον μᾶλλον ἀγαθότητος ποικίλοις τρόποις. Τὴν δὲ τοῦ ζήλου τῆς εὐσεβείας διανάστασιν, ὅση ἐστὶ τῇ ἁγίᾳ σου ψυχῇ, ἐξηγησάμενος, ἤχησεν ἡμῶν ἀμφότερα τὰ ὦτα. Καὶ εὐλογητὸς Κύριος τῶν δυνάμεων, ὁ θέμενός σε ἐν τῇ πρωτίστῃ τῶν πόλεων, φωστῆρα θεολαμπῆ, λόγον ζωῆς ἐπέχοντα ἀμφιλαφείᾳ τῶν ἀγαθῶν πράξεων ὁ δούς σοι γλῶσσαν ἐλευθεροστομοῦσαν τὰ θεῖα τῆς ὀρθοδοξίας διδάγματα μετὰ ὑψηλοῦ κηρύγματος. Ἐν ῷ καὶ παρακαλοῦμεν βοηθεῖν τῇ καθ᾽ ἡμᾶς Ἐκκλησίᾳ, τῇ τε οἰκείᾳ κραταιότητι, καὶ τῇ πρὸς τὸν ἁγιώτατον ἀποστολικὸν μεσιτείᾳ. Ἡ γὰρ ὑμῶν ἀνδρικὴ ὑπὲρ τοῦ λόγου τῆς ἀληθείας ἐκδίκησις τῆς ὑπ᾽ οὐρανὸν τῆς Ἐκκλησίας ὑπάρχει στερέωσις· καὶ ὁ ἀφ᾽ ὑμῶν ζῆλος, ἀνάπτειν πέφυκεν ἀεὶ ἅπασαν τὴν οἰκουμένην εἰς τὴν διάπυρον ἐν Πνεύματι ἁγίῳ τῆς πίστεως ἡμῶν ὁμολογίαν. Ὅστε εἰκαζέτω σου ἡ θεοσέβεια, ὅσος ὁ λόγος ὑμῖν τοῦ τῆς εὐσεβείας κράτους· καὶ ὁπόσος ὁ ἔπαινος ἀπὸ Θεοῦ μετὰ τῶν ἀξίων ἀμοιβῶν ἐν τῇ ταύτης φυλακῇ καὶ ἀναῤῥήσει· ἢν καὶ φυλάττοιτε καὶ κηρύσσειν οὐ λήγοιτε, οἱ θειότατοι καὶ ἀξιάγαστοι ἡμῶν Πατέρες.

Οὖ δὲ χάριν ἀπεστείλαμεν πάλιν τὸν ἀδελφὸν καὶ προσκυνητὴν τῶν ἰχνῶν σου Ἐπιφάνιον, ἵν᾽ ἀνταναγγείλῃ ὁ αὐτὸς τὰ καθ᾽ ἡμᾶς· ὡς εὐχαῖς ὑμῶν ἁγίαις εὖ ἔχει· χαιρομένων ἡμῶν τῶν ἁμαρτωλῶν καὶ θυμηδιώντων ἐν τῷ διωγμῷ, καὶ ταῖς φυλακαῖς· ὡς τολμᾶν λέγειν· Ἡμῖν ἐχαρίσθη οὐ μόνον εἰς Χριστὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν· ἵνα εἰς ἐκτενεστέραν ὑμᾶς προσευχὴν παρακινήσῃ· ὑπέρ τε ἡμῶν τῶν ἀσθενῶν εὐανδρίας, καὶ τοῦ κοινῇ συμφέροντος, ὑπὲρ οὗ ὁ λόγος ἡμῖν, καὶ πρὸς ὑμᾶς τοὺς ἁγιωτάτους δέησις τρὶς ἄρτι γινομένη· οὐχ ἵνα ἀφεθῶμεν τῆς φυλακῆς· ὅτι μηδὲ λογιζόμεθα αὐτὴν ἀδοξίαν· ἀλλὰ μέγιστον καὶ ὑπὲρ τὴν ἡμετέραν ἀναξιότητα κλέος· ἀλλ᾽ ὅπως ἕξει τὸ ἐπωφελὲς ἐν τῷ κοινῷ, κἂν τῶν ἐσχάτων ἐσμέν. Πανταχοῦ γὰρ, φησὶν ὁ Θεολόγος, τὸ καθ᾽ ἑαυτοὺς παρορατέον πρὸς τὸ τῶν πολλῶν συμφέρον. Συμφέρον δ᾽ ἂν εἴη, ὡς ὁ ἡμέτερος σκοπὸς καὶ πόθος, ἐπιτιμηθῆναι συνοδικῶς διὰ τοῦ κορυφαιοτάτου ἀποστολικοῦ, ὥσπερ ἐπὶ τῶν ἄνωθεν καὶ ἐξ ἀρχῆς, τοὺς συνεδρεύσαντας κατὰ τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ, καὶ ἀναθεματίσαντας τοὺς ἀντεχομένους αὐτοῦ· καὶ μὴ τὴν μοιχείαν, καὶ μοιχοζευξίαν, καὶ μοιχοσυνδρομίαν, δεξαμένους ὡς οἰκονομίαν τῶν ἁγίων, καθὰ οἱ Μοιχειανοὶ ἐδογμάτισαν, ἀποκαλέσαντες ἐν τούτῳ τοὺς ἁγίους παρανόμους· ὅτι μηδεὶς ἅγιος τὴν μερίδα μετὰ μοιχοῦ ἔθετο· οὐχ ὅτι καὶ μοιχωμένους ἐστεφάνωσε, καὶ δώρων τῶν θείων μεταδέδωκεν· ὁπότε οὐδὲ στέγης καὶ πυρὸς μεταδιδόναι αὐτοῖς, κἂν βασιλεῖς εἶεν, διηγορεύκασι. Καὶ ὅτι καὶ αὐτὸ τὸ Θεῖον ἐξύβρισαν ταῖς στεφανικαῖς μυσταγωγίαις, ἀνενεγκόντες τὸ ἀνάθεμα ἐπ᾽ αὐτὸ, διὰ τῆς τῶν ἀντεχομένων τοῦ νόμου αὐτοῦ ἀναθεματίσεως. Εἰ δὲ τοῦτο οὔ, ἡμεῖς τὸ λοιπὸν εὐχόμεθα ὑμῶν τῶν προσευχῶν τὸ σθένος, τῶν τῆς ἀγάπης θεσμῶν τὸ κῦρος, τῶν ἀντιγράφων τὸ κράτος· ὃ πάντως παρακληθείητε ποιῆσαι, παραμυθούμενοι τοὺς ὀλιγοψύχους καὶ ἐπιῤῥωννύντες τοὺς ἀνάλκιδας, ἁγιώτατοι ἡμῶν καὶ ποθητοὶ καὶ ἀεισέβαστοι Πατέρες.

· Contents ·