Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 1, Letter 36: To Euprepianus and Those with Him

ΛϚ΄. — Εὐπρεπιανῷ καὶ τοῖς σὺν αὐτῷ.

Εὐελπίς εἰμὶ, τέκνα ἠγαπημένα, περὶ τῆς εἴρη ναίας καὶ θεοτάκτου διαγωγῆς ὑμῶν. Διὸ μετελεύσομαι τὸν λόγον ἐπὶ τὸ κατεπεῖγον. Τί δὲ τοῦτο; Ὅταν ἀνακαλύψωμεν τὰ πονηρὰ αὐτῶν δόγματα, καὶ ὑποδείξωμεν τὰς αἰτίας δι᾽ ἃς ἡμᾶς ἀνεθεμάτισαν μετὰ τῶν ἄλλων, παντάπασιν ἀποδείκνυνται οὐχ αἱρετικοὶ ψιλοί πως, ἀλλ᾽ ἀποστάται τοῦ Εὐαγγελίου τοῦ Θεοῦ, τῶν τε ἁγίων ἀναθεματισταὶ, καὶ τῶν κανόνων καταλυταί. Τὸ πρῶτον, ἀντικαθιστάμενοι Παλαιᾶς καὶ Νέας. Μὴ μοιχεύσεις, ὁ νόμος· Μὴ λήψῃ τὸ ὄνομα τοῦ Θεοῦ ἐπὶ ματαίῳ. Εἰς νόμος ἔστω τῷ Ἰουδαίῳ καὶ τῷ προσηλύτῳ. Αὖθις τὸ Εὐαγγέλιον, ἤτοι ὁ Χριστός, Ἡκούσατε, φησὶν, ὅτι ἐῤῥήθη τοῖς ἀρχαίοις· Οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν· μηδὲ ἐμβλέψαι γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτήν. Καὶ, Ὁ λύων μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων, οὗτος ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ἤγουν εἰς τὸ πῦρ, ὡς οἱ Πατέρες ἑρμηνεύουσιν, ἐμβληθήσεται. Οἱ δὲ, ὦ τοῦ φοβεροῦ ἀκούσματος! τὴν μοιχείαν τὴν ἐκκήρυκτον νόμου καὶ χάριτος, μέχρι καὶ ἐπιθυμίας ἐμβλεμματικῆς, τήν τε λύσιν τῆς οὐκ ἐλαχίστης, ἀλλὰ πρώτης εἰπεῖν ἐν τῷ πρακτικῷ καὶ μεγίστης ἐντολῆς· καὶ πρὸς τούτοις, τὴν οὐκ ἐπὶ ματαίῳ λῆψιν τοῦ ὀνόματος τοῦ Θεοῦ, ἀλλ᾽ ἐπὶ ἀθεμίτῳ τηλικαύτῃ πράξει πονηρᾷ, λέγω δὴ μοιχοζευξίᾳ, λῆψιν τοῦ ὀνόματος τοῦ Θεοῦ, καὶ μετάληψιν τῶν μυστηρίων Χριστοῦ, καὶ στεφανικὴν τοῦ μοιχουργοῦ διαβόλου καὶ ὑπηρέτου αὐτοῦ θεομαχίαν, οἰκονομίαν Θεοῦ προσηγόρευσαν, ἀγαθήν τε καὶ σωτήριον τῇ Ἐκκλησίᾳ.

Βύσωμεν τὰ ὦτα, μή ποτε τακῶμεν τῇ βλασφημίᾳ, ὦ ἀδελφοί. Καὶ τὸ δικαίωμα αὐτοῖς, ἐπὶ τῶν βασιλέων, φησὶ, χρῆναι παραβλέπειν τοὺς εὐαγγελικοὺς νόμους. ἴδε ἄλλη ἀντιχριστικὴ προδρομία. Καὶ ποῦ τὸ, Εἷς νόμος ἔσται, Καὶ ποῦ τὸ, Κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσι; Καὶ ποῦ τὸ, Πρόσωπον ἀνθρώπου Θεὸς οὐ λαμβάνει; Καὶ τίς ὁ νομοθέτης βασιλέως; Καὶ ἐπειδὴ κατὰ τὸ ἄρχον καὶ τὸ ἀρχόμενον, οὐδὲ τῶν ἀρχομένων οἱ νόμοι οἱ εὐαγγελικοί. Εἰ γὰρ ἐκείνου, κἀκείνων· ἵνα μένωσιν ὡς ὑφ᾽ ἐνὶ ταττόμενοι νόμῳ καὶ νομοθέτῃ, εὐπειθεῖς καὶ ἀστασίαστοι. Εἰ δὲ ἐκείνου οὖ, ὅτε βούλεται· οὐ βούλοιτο δὲ τυχὸν οὐδένα φυλάττειν· αὐτῶν δὲ ναί· δύο ταῦτα, ἢ Θεός ἐστιν ὁ βασιλεύς· μόνον γὰρ τὸ Θεῖον οὐχ ὑπὸ νόμον· ἢ ἀναρχία, καὶ στάσις. Οὗ γὰρ νόμος μὴ ταυτὸς, πῶς εἰρήνη; τοῦ βασιλέως ἄλλο θέλοντος, ἤγουν μοιχεύειν, ἢ αἱρετίζειν· καὶ τῶν ὑπὸ χεῖρα μὴ συντίθεσθαι τὴν μερίδα μετὰ μοιχοῦ νομοθετουμένων, μηδὲ συναιρετίζειν· μηδ᾽ ὅτι οὖν παραβαίνειν τὸ ὑπὸ Χριστοῦ καὶ τῶν ἀποστόλων παραδεδομένον; Καὶ πῶς ἐντεῦθεν οὐ συναναφαίνεται ὁ Ἀντίχριστος ἐπὶ θύραις εἶναι; Οὐ γὰρ τολμήσουσι φάναι οἱ Μοιχειανοί· Μὴ οὐχὶ ὁ ἀνομεῖ ὁ βασιλεὺς, ποιεῖ τε καὶ κελεύει ὑπείκειν τὸν λαόν; Καὶ ἴδε εἰσῆλθεν ἐν τῷ λόγῳ αὐτῶν πάντως ὁ Ἀντίχριστος. Βασιλεὺς γὰρ ὢν κἀκεῖνος, τοῦτο μόνον ἐπιζητήσοι, ὃ θέλει καὶ λέγει γίνεσθαι· καὶ οὐδὲν τὸ διάφορον πρὸς τοὺς πρὸ αὐτοῦ, ἢ τὸ, μὴ τοσοῦτον θέλειν καὶ βούλεσθαι, ὡσεὶ καὶ θελήσοιεν καὶ ἄρτι. Ἡ αὐτὴ ἐξουσία παρὰ τῶν ἱεραρχῶν συνοδικῶς ἐκπεφώνηται. Καὶ πῶς συνιών τις, καὶ οὐκ ὦν δύσερις, οὐχ ὁμολογήσειεν οὕτως ἔχειν; Τί δὲ ταύτης τῆς αἱρέσεως χεῖρον ἔσται, ἕως ἀναδείξεως αὐτῆς τοῦ Ἀντιχρίστου; Ἐγὼ οὔπω δοκῶ εἶναι· ἀλλ᾽ αὐτὴν ταύτην εἰς πέρας ἀρξαμένην ἐκ τοῦ δεῦρο τῷ τότε καιρῷ ἀπολῆξαι· καὶ ὅσοι ἐν ταύτῃ ὑποπέσωσι, κᾶν τότε ὑπῆρχον, ὑπέπεσον ἄν· καὶ ὁπόσοι δυνάμει Θεοῦ ἀνταγωνιζόμενοι στῶσιν, εἶεν ἂν καὶ ταῖς ἡμέραις ἐκείναις νικῶντες τὸν Ἀντίχριστον ἐν θανάτῳ μετὰ Χριστοῦ. Ἀλλ᾽, ὢ τῆς ἀνθρωπίνης ταλαιπωρίας! πῶς ἀπεντεῦθεν νῶτα ἔστρεψαν; πῶς ὑποδεικνύομεν τί ἐσόμεθα; Διὰ τοῦτο ὀλίγοι οἱ μέλλοντες στῆναι. Διὰ τοῦτο Ἡλίας καὶ Ἐνώχ· οὐκ οἴδαμεν εἰ καὶ ὁ Θεολόγος καὶ εὐαγγελιστὴς, ἀρωγοὶ τῆς ἀνθρωπίνης ἀσθενείας, καὶ πρωτοστάται, καὶ ἀθλοφόροι τῆς ὑπὲρ ὁμολογίας Χριστοῦ νίκης. Διὰ τοῦτο κολοβωθήσονται αἱ ἡμέραι τῆς ἀνάγκης ἐκείνης τῇ ἐπιφανείᾳ Χριστοῦ ἀναιρουμένης.

Οἱ συνιόντες στῆτε, μὴ ἀρνήσησθε Χριστὸν ἀπὸ τοῦ δεῦρο· ἀρκτικὰ γὰρ τὰ παρόντα τῶν τότε. Τὸ δεύτερον οὐ πολλῆς δεῖται σαφηνείας, ἐκ τοῦ προτέρου ἐπιδηλούμενον. Ἀναθεματίσαντες οὖν τοὺς μὴ δεχομένους τὴν μοιχοζευξίαν καὶ τὴν μοιχείαν τοῦ βασιλέως, καὶ τὴν τοῦ παντὸς εὑρεθέντος καὶ ἐν αὐτῇ τὴν μερίδα θεμένου παρανομίαν, ὡς ἁγίαν οἰκονομίαν· τί ἄλλο ἢ τοὺς ἁγίους, καὶ πρῶτόν γε τὸν Πρόδρομον ἀναθεματίκασιν; ἀληθὲς εἰπεῖν, εἰ καὶ φοβερὸν, καὶ αὐτὸν τὸν τῶν ἁγίων Δεσπότην; Ὃς γὰρ ταῦτα ἀπηγόρευσεν, οὐ δέχεται, οὐδὲ εὐδοκεῖ δηλονότι, ἀλλὰ λίαν ἠπείλησεν ἀπαραίτητον τὸ κρῖμα, καὶ τὸ μόνον μετὰ μοιχοῦ τὴν μερίδα θεῖναι, οὐ τοῦδε, ἢ τοῦδε, ἀλλὰ παντὸς οὑτινοσοῦν, βασιλέως, δυνάστου, μικροῦ καὶ μεγάλου. Εἷς γὰρ νόμος ἔσται, φησὶ, καὶ ἐν Εὐαγγέλιον παρελάβομεν· καὶ ὅς ἐκ τοῦδε τοῦ Εὐαγγελίου κἂν τὸ τυχὸν παρασαλεύσοι, κἂν ἄγγελος ἐξ οὐρανοῦ, ἀρκεῖ σοι ἡ ἀσφάλεια. Μὴ βασιλεὺς μείζων ἀγγέλου; Μὴ οὐχὶ ὁ κοσμοκράτωρ ἐν τῷ κόσμῳ μείζων πάντων τῶν κοσμοκρατορικῶς κρατούντων δαιμόνων καὶ ἀνθρώπων, ἀλλ᾽ οὐχὶ θεϊκῶς; Καὶ τί ὁ Ἀπόστολος; Ἀνάθεμα ἔστω. Ἄγγελοι οὐ τολμῶσι παρασαλεῦσαι, οὐδὲ σαλεύοντες μένουσι μὴ ἀναθεματιζόμενοι, ὡς ὁ διάβολος καὶ ἡ ἀποστατικὴ αὐτοῦ πληθύς. Καὶ πῶς ἄνθρωπος πᾶς ἐν σαρκὶ ὢν, σαλεύων καὶ καινοτομῶν, καὶ μάλιστα τοιαύτας καινοτομίας, οὐκ ἀλλότριος Θεοῦ; Ὃς δὲ οὐ δέχεται, ἃ ἀπηγόρευσεν (ἀναληπτέος γὰρ ἐξ οὗ εἰς μεταξυλογίαν μετῆλθεν ὁ λόγος) οὗτος κατὰ τοὺς Μοιχειανούς. μᾶλλον δὲ Ἀντιχρίστους, ἤδη ἀναθεμάτισται. Εἰ δὲ τὸν Δεσπότην οὕτως, ὥσπερ οἱ Ἰουδαῖοι, ἐν Βεελζεβοὺλ ἐκβάλλειν αὐτὸν τὰ δαιμόνια κεκλήκασι; τί περὶ τῶν δούλων καὶ θεραπόντων αὐτοῦ; ἢ γὰρ ὡς οὐ πειθαρχήσαντας τοῖς Δεσποτικοῖς νόμοις ἐν ταῖς οἰκονομίαις αὐτῶν ἐδογμάτισαν ἰσόῤῥοπον καὶ ἰσυκλεῆ τὴν μοιχοζευξίαν καὶ μοιχοκοινωνίαν, οἰκονομίαν αὐταῖς συντάξαντες, καὶ διὰ τοῦτο ὡς ἀνόμους τοὺς ἁγίους, καὶ παραβάτας τῶν ἐντολῶν ἀνεθεμάτισαν, καὶ ἐντεῦθεν πάντως ἀναθεματιστέοι· ἢ νομοφύλακας αὐτοὺς ὁμολογοῦντες, ἑαυτοὺς ἀνεθεμάτισαν. Ἀλλ᾽ οὐ τοὺς ἁγίους, σφετερισάμενοι οἱ δείλαιοι εἰς ἑαυτοὺς τὸ τῶν ἁγίων ὄνομα ἐν τῇ λεγομένη αὐτοῖς οἰκονομία τῆς μοιχοζευξίας· καὶ διὰ τοῦτο πάλιν τοὺς ἁγίους ἀνεθεμάτισαν ὡς μὴ ὄντας ἁγίους· ἐπεὶ ἅγιοι κατ᾽ αὐτοὺς οἱ κατὰ δύναμιν τῆς μοιχοζευξίας καὶ μοιχομεριδαρχίας τὰς οἰκονομίας πεποιηκότες καὶ ποιοῦντες, καὶ οὗτοι ἀλλότριοι Θεοῦ καὶ ἄνομοι, καὶ παραβάται ἐντολῶν, καὶ ἀναθεματισμένοι παρ᾽ αὐτοῖς, οἱ μὴ τὴν μοιχοσύστατον αὐτῶν οἰκονομίαν δεχόμενοι, καὶ τὰ κατ᾽ ἴχνος αὐτῆς οἰκονομοῦντες.

Ὅθεν οὖν βούλει, καὶ ποτέραν τῶν ἀσεβῶν αὐτῶν φωνὴν ἐθέλοις ἰδεῖν, νόει, ὁ ἀγχίνους, καὶ θαύμαζε, βάθος ἐκ βάθους ἀθεῖας ἀναθεωρῶν καὶ ἀναλαμβανόμενος. Οὐδὲ γὰρ αἱ αἱρέσεις προφανῆ τὴν ὅλην ἀσέβειαν ἔχουσιν· ἀλλ᾽ αἱ μὲν πόῤῥω τοῦ Εὐαγγελίου πάντη γε· αἱ δὲ ὑποδούμεναι ἐκ τοῦ Εὐαγγελίου ῥήσεις τινὰς, συνεισέρχονται· οὐ λέγουσαι μὴ στοιχεῖν τοῖς εὐαγγελικοῖς θεσπίσμασιν, ἀλλὰ καὶ πάνυ τὸ δοκεῖν ὑπὲρ αὐτῶν ἀντιποιούμεναι, τῷ οὕτως νοεῖσθαι, καὶ μὴ οὕτως· εἰς τοὺς θείους λόγους τὴν ἀμφιβολίαν ἔχουσαι. Καὶ ἐπειδὴ ἀποτυγχάνουσι τοῦ ὀρθοῦ φρονήματος, αἱρέσεις κατωνομάσθησαν. Ἐνταῦθα δὲ φανερὰ ἔκπτωσις πίστεως. Οὐ περὶ τὸν νοῦν σφαλλόμενοι, ἀλλὰ λέγοντες· Καὶ εἶπεν ὁ Χριστὸς οὕτω, κᾶν νόμος ἔχῃ τάδε, ἐπὶ τῶν βασιλέων οὕτως γίνεσθαι, νικᾶσθαι τὸ Εὐαγγέλιον. Σκόπησον πῶς τῇ ἀρχῇ τὸ τέλος ἀκολουθεῖ. Ἀπὸ Χριστοῦ ἐνανθρωπήσεως ἤρξαντο ἔξωθεν τοῦ Εὐαγγελίου αἱ αἱρέσεις. Εἶτα ἀποκρουσθεὶς ὁ διάβολος διὰ τῆς κατὰ μικρὸν προκοπῆς τῆς χάριτος, ὑπεισῆλθε λανθανόντως ἐξ αὐτοῦ τοῦ Εὐαγγελίου. Γεννᾷ τὰς αἱρέσεις μέχρι τῶν Εἰκηνομάχων, ἀπὸ Γραφῆς καὶ τῶν κειμένων αὐτῶν ὑποδούμενος τὸ δέλεαρ. Καὶ ἐπὰν ἤσθετο εὐηκόους αὐτῷ τοὺς ἀνθρώπους ὑπάρχειν, συνελαύνοντος καὶ τοῦ καιροῦ τῆς συντελείας, ἤρξατο ἐκ τοῦ δεῦρο ὡς τὸ ἀπ᾽ ἀρχῆς, κατ᾽ αὐτοῦ τοῦ Εὐαγγελίου ἀνάπτειν τὸν φόνον, ὅπως καταντήσῃ εἰς τὸν Ἀντίχριστον εὐθέτως, ἐφ᾽ ὃν κατοικήσει, καὶ ἐν ᾧ ἀποκαλυφθήσεται ἡ πᾶσα αὐτοῦ πικρία καὶ ἀποστασία, ὃν ἀνελεῖ Κύριος τῇ ἐπιφανείᾳ αὐτοῦ ὅτι τάχιστα. Περὶ τοῦ τρίτου τί καὶ φῶμεν; Οἱ γὰρ τὸ Εὐαγγέλιον παραβαίνειν γυμνῇ τῇ κεφαλῇ κατατολμήσαντες, καὶ τοὺς μὴ παραβαίνειν αἱρετισαμένους ἀναθεματίσαντες, τί περὶ κανόνων αὐτοῖς μελήσει; Καί γε καὶ τούτων ὑπὸ Πνεύματος ἁγίου ἐσφραγισμένων, καὶ ἐν τῇ λύσει αὐτῶν λελυμένων ὄντων τῶν ἀπάντων εἰς σωτηρίαν ἡμῶν ἡκόντων. Οὐδαμοῦ γὰρ ἱερωσύνη, θυσία, τἄλλα ἰάματα τῶν ψυχικῶν ἡμῶν ἀῤῥωστημάτων.

Τί δὲ λέγω κανόνων, καὶ ποιοῦμαι διαφοράν; Ταυτὸν ἔστιν εἰπεῖν καὶ ἐπ᾽ αὐτῶν [καὶ] Εὐαγγελίου Χριστοῦ. Αὐτὸς γὰρ τὰς κλεῖς δέδωκε τῆς βασιλείας τῶν οὐρανῶν τῷ μεγάλῳ Πέτρῳ φάσκων· Ὁν ἂν λύσῃς, καὶ ὃν ἂν δήσῃς, ἔσται τὸ καὶ τό. Καὶ πάλιν πᾶσι τοῖς ἀποστόλοις· Λάβετε Πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται· καὶ ἄν τινων κρατῆτε, κεκράτηνται. Καὶ ἑπομένως τούτοις εἰς τοὺς μετ᾽ αὐτοὺς διαβιβάζων τὴν ἐξουσίαν, ἐάνπερ ὡσαύτως πράξοιεν. Καὶ διὰ τοῦτο Βασιλείου, καὶ τῶν ἰσοστασίων αὐτῷ ἁγίων, ὡς τῶν ἀποστολικῶν κανόνων δεδεγμένων, καθότι ἐξηκολουθήκασι μηδὲν κεκαινοτομηκότες, ἀλλὰ καὶ ἐπαυξήσαντες κατὰ τὸ δέον· οὗτοι οὖν οἱ νέοι ψευδαπόστολοι ἀποφαίνονται ἐμπράκτως, μὴ πάντως κατὰ τοὺς κειμένους ὅρους τῶν ἁγίων, ἀλλ᾽ οἰκείᾳ ἐξουσίᾳ καὶ διακρίσει, παρὰ τὸ ὑπ᾽ αὐτῶν διατεταγμένον ἔσθ᾽ ὅτε ἕκαστον τῶν ἱεραρχῶν ποιεῖν· λύειν ἐν οἷς οὐ παρ᾽ αὐτῶν λύσις· καὶ δεσμεῖν ἐφ᾽ οἷς οὐχ ὑπ᾽ αὐτῶν ὁ δεσμός. Καὶ ὁρᾶτε ταῦτα καθεκάστην γιγνόμενα. Καὶ ἐβεβηλώθη τὰ ἅγια, καὶ ἐφόδιον ἁμαρτίας κρύβδην τε καὶ εἰς τοὐμφανὲς ἡ μοιχοσύνοδος· καὶ καθαίρεται ὁ ἀκαθαίρετος· καὶ χειροτονεῖται ὁ διαβεβλημένος· καὶ ἐᾶται ὁ ὑποπίπτων κανόσι καθαιρετικοῖς, ἀνευθύνως ἱερουργῶν, καὶ ἐκ κελεύσματος ἀνθρωπίνου, καὶ οὐκ ἐκ ψήφου θείας καὶ κανονικῆς, αἱ προβολαί.

Καὶ, φεῦ μοι, τῆς ταλαιπωρίας, πάντα κατατραγῳδεῖν! καὶ τίς ἔχων καρδίαν αἰσθητικὴν, οὐκ ἀλγεῖ καὶ στένει; Καὶ ποῖος νοῦς ταῦτα ἀναθρώσκων καὶ συμβάλλων, οὐχ ὁμολογεῖ αἱρέσεων τὴν ἀποστάτριαν εἶναι Χριστοῦ; καὶ ποῦ μοι πάντα λέγειν τὰ κατὰ νοῦν, καὶ ὑπερβαίνειν μέτρον ἐπιστολῆς; Εὐσύνοπτα τὰ λεγόμενα, οὐ κεκομψευμένα, οὐ δυσνόητα· τὸ μὲν, ὅτι οὐδὲ ἐγὼ ὑψηγορεῖν δυνάμενος, ἀλλὰ καὶ λίαν ὀλίγος, καὶ ὀλιγόλογος, καὶ βραχύγνωστος, αὐτὰ ταῦτα δι᾽ εὐχῆς τοῦ κοινοῦ Πατρὸς καὶ ὑμῶν ἔχων· τὸ δὲ καὶ διὰ τό τινας ὑμῶν μὴ ἰσχύειν δογματικώτερον καταλαμβάνειν τὴν αἵρεσιν, καὶ ἅμα ὅτι καὶ ἁπλοῦς ὁ λόγος τῆς ἀληθείας· ἤ τε αἵρεσις φανερὰ, καὶ ἀδογμάτιστος, καὶ παιδὶ εὐκατάληπτος. ᾯ γὰρ ὁ Θεὸς εἶπε, σύντομος ὁ λόγος. Οὗτοι οὐ στοιχοῦσιν· ἀλλὰ καὶ στοιχοῦντας ἀναθεματίζουσι. Δῴη δὲ ὑμῖν χάριν ὁ Κύριος ἐπὶ πᾶσιν, ἀγαπητὰ τέκνα.

· Contents ·