Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 1, Letter 37: To Joseph, Archbishop of Thessalonica
ΛΖ΄. — Ἰωσὴφ ἀρχιεπισκόπῳ Θεσσαλονίκης.
Διὰ τῆς ταπεινοφροσύνης καὶ σοφίας σου, τῆς τε πρός με τὸν ταλαίπωρον ἀγάπης, καὶ ὑπὲρ ἀξίαν μου ἀποτιμήσεώς σου, τὰ νῦν μοι ἐπεσταλμένα, εἰλικρινῆ καὶ ἀσύμφυρτον τηλαυγοῦντα ἐκ τῆς φωτοειδοῦς σου ψυχῆς, τρισόλβιέ μου ἀδελφοπάτορ, τὴν ἀλήθειαν· ἢν ἀσπασάμενος ηὐχαρίστησα τῷ ἀποπληρωτῇ τῆς ἐπιθυμίας μοῦ Χριστῷ, τῷ τῶν καλῶν ἁπάντων δοτῆρι· καὶ πῶς γε οὐχί; γνώσεώς σε πεπλουτισμένον ὄντα, καὶ ζήλου τοῦ προσήκοντος, ἄλλως τε τέκνον ἀληθινὸν τοῦ κοινοῦ Πατρὸς, συνῳδὰ ἡμῖν τοῖς ἐλαχίστοις καὶ φρονεῖν καὶ συνδιατίθεσθαι. Ἀλλ᾽ εὖ γε μὲν ταῦτα· εὐκταιότερον ἔχοντός μου τοῦ ἀνακούστου τὴν ἀμφοτέρων ὁμοφωνίαν· δι᾽ ἢν ἤ τε τῆς ἀληθείας ἀκτὶς μαρμαίρει λαμπρότερον, καὶ ἡ τῶν ἀντιδιατιθεμένων αὐτῇ σκολιότης, μᾶλλον δὲ νυκταυγία, ἀπονευροῦταί τε καὶ ἀποζοφοῦται. Εὐρηκὼς δ᾽ ἐν τοῖς γράμμασι τὴν τοῦ ἀναγκαίου διαίρεσιν, σύγγνωθι, ἀπηνεώθην. Οὐ γὰρ αὕτη τοῦ ἀναγκαίου, τοῦ δὲ ἐνδεχομένου, ὃ διήρηται τριχῶς· εἴς τε τὸ ἐπὶ πλέον, ἐπίσης, καὶ ἐπ᾽ ἔλαττον. Τοῦ δὲ προτέρου, εἴς τε τὸ παρὸν, καὶ ἐσόμενον· εἶτα τοῦ παρόντος ἐπιδιαίρεσις· εἰς ἀΐδιον, καὶ εἰς τὸ ἔστ᾽ ἂν ᾖ. Τοῦ δὲ ἔστ᾽ ἂν ᾖ, ὑποδιαίρεσις εἰς τὸ ὑποκείμενον καὶ κατηγορούμενον· τοῦ ὡς ἐπὶ πολὺ ἐνδεχομένου χωροῦντος εἰς τὸ ὑπάρχον· τοῦ δὲ, εἰς τὸ ἀναγκαῖον.
Οὐ μὴν ἀντιστρέφοντος, εἰ καὶ ἐκεῖθεν κατιόντος· οὐ γὰρ εἴ τι ἀναγκαῖον ἤδη καὶ ἐνδεχόμενον· εἴ τι δὲ τὸ ὡς ἐπὶ πολὺ ἐνδεχόμενον, ὁδεῦον διὰ μέσου τοῦ ὑπάρχοντος, ἔστ᾽ ἂν ᾖ ἀναγκαῖον. Καὶ γοῦν πᾶς ἄνθρωπος γραμματικὸς, καὶ τίς ἄνθρωπος γραμματικός. Ἀλλὰ τὸ μὲν πρῶτον ἐνδεχόμενον· δυνατὸν γὰρ γενέσθαι· τὸ δὲ δεύτερον ἀναγκαῖον, ἐπ᾽ ἂν ἔστιν ἐνέργεια· οὖ θανέντος, ἀπέστη ἡ κατὰ τὸ ἀναγκαῖον ἐνέργεια. Τοῦτό φησιν, ἔστ᾽ ἂν ᾖ, τὸ ἕως ἂν ᾖ, ἤτοι. Τὸ δὲ ἕτερον, τὸ μήποτε τοῦθ᾽ ὅπερ ἐστὶν ἀλλοιούμενον· οἷα τὰ ἀΐδια, ἄγγελος καὶ ψυχή. Καί γε ἔχομεν τὸ ζητούμενον· ὥστε τὸν ἁλόντα ἐνδεχομένῳ κανόνι, πείσεσθαι ἔστιν ὅτε διὰ τὴν τοῦ ἀνδρὸς ἄλλην μοχθηρίαν, τὰ τοῦ κατὰ τὸ ἀναγκαῖον κειμένου· ἀλλ᾽ οὐχὶ τοῦδε τὰ τοῦ κατὰ τὸ ἐνδεχόμενον. Οὐ γὰρ ἐνδέχεται· ἰσοῤῥοποῦντος ἤδη τῷ ἀδυνάτῳ. Πᾶν γὰρ ὃ ἀδύνατον, ἀντεστραμμένως καὶ ἀναγκαῖον· οἷον ἀναγκαῖον τὸν ἥλιον λάμπειν· ἀλλὰ καὶ ἀδύνατον μὴ λάμπειν. Τὸ δὲ φάναι τὴν ἁγιωσύνην σού ποτε μὴ λάμψαι· πάντως ἐπὶ τοῦ πάθους τοῦ Χριστοῦ. Ἐν νυκτὶ γὰρ οὐκ οἰδ᾽ ὅπως. Ταῦτα δὲ τέρατα, καὶ οὐκ ἔννομα, οὐδὲ ἐγκάνονα· ἀλλ᾽ ὑπὲρ φύσιν, ἢ παρὰ φύσιν· καὶ τὸ μὲν πρῶτον δηλοῖ ἡ Χριστοῦ οἰκονομία· τὸ δὲ δεύτερον, ἡ νῦν παρανομία, μάλιστα οὐκ ἐν ἀποβύστῳ καὶ ὡς ἐν παρεκδρομῇ γενομένη, ἀλλ᾽ ἐμφανῶς καὶ εἰς νόμον κρατυνθεῖσα τὸ καθ᾽ αὐτὴν, διὰ τῆς συνοδικῆς πράξεως· καὶ τῆς τῶν ὑπὲρ ἀληθείας ἐνισταμένων ἐξορίσεως, ὡς ἐπί τινος τοὐναντίον θείων κανόνων παραβάσεως, τἀληθέστερον δὲ εἰπεῖν, στιβαρᾶς καὶ πονηρᾶς αἱρέσεως.
Ὢ τῆς τόλμης τῶν δρασάντων! οἷς ὅσον τὸ κατάκριμα τῆς τῶν θείων νόμων, μᾶλλον δὲ τοῦ Εὐαγγελίου καὶ πάντων σχεδὸν κανόνων καθυβρίσεως· τοσοῦτον ἡμῖν τοῖς ταπεινοῖς ἐπικίνδυνον καθυφιοῦσί τι τοῦ πρέποντος. Πῶς δ᾽ ἂν εἴη οἰκονομία ἐν τοῖς συλλειτουργοῦσι τῷ μοιχοζεύκτῃ, καὶ προάρξασι τῆς μοιχοκυρώτου συνόδου, ὡς ὁ θεῖος ἔφη Βασίλειος; Φησὶ γὰρ, πολλάκις καὶ τοὺς τοῖς ἀνυποτάκτοις συναπελθόντας, ἐπ᾽ ἂν μεταμεληθῶσιν, εἰς τὴν αὐτὴν ἀποδέχεσθαι τάξιν, ἀλλ᾽ οὐ παρ᾽ ἡμῶν· εἴπερ ποτὲ καὶ μεταγνοῖεν· παρὰ δὲ τῶν [ἰσ]οστασίων, ὡς ὁ θεῖος ἔφη Διονύσιος. Τὰ πλείω ἀφίημι τῇ συνέσει σου ἱερῶς ἰσχυούσῃ ἐποπτεύειν τὰ ἡμᾶς λανθάνοντα. Δόξα Θεῷ ἐπὶ τῇ τῶν ἀδελφῶν ἀπολύσει, εἴπερ ἀληθές. Δόξα Θεῷ καὶ περὶ τῆς θεοδότου σου, ἀδελφέ μου, καρτερίας, ἐν τοῖς τῶν αὐτόθι σκληροῖς καὶ ἀπεριτμήτοις τῷ πνεύματι κεντήμασι. Χαρίζου μοι τὴν εἰσαεὶ ὑπόμνησιν, νηφαλεοῦσάν με τὸν νυστάξοντα· εἶτα καὶ νῦν ἱερὰν προσευχὴν πάνυ πάντων, τοῦ δὲ Πατρὸς ἡμῶν καὶ σοῦ διαφερόντως, χρήζοντι. Μεμάθηκα πεποιηκέναι σε χάριτι Χριστοῦ πόνημα τι· καὶ, εἰ κελεύεις, ἀναγνώσαιμι αὐτὸ ἐπ᾽ ὡφελείᾳ.