Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 1, Letter 38: To Arsenius, His Son

ΛΗ΄. — Ἀρσενίῳ τέκνῳ.

Ἡλίκον ἐχάρην καὶ τανῦν, ἀναγνούς σου τὰ γράμματα, τέκνον ποθεινότατον· οὐ τοσοῦτον ἐν τῇ ἀνεωχθείσῃ σοι μᾶλλον θύρᾳ τῆς πρὸς ἀδελφοὺς συντυχίας· εἰ καὶ αὐτὴ εὐκταία· ὅσον ἐπὶ τῇ τῆς γλώττης εὐχάριτι Θεοῦ, δι᾽ ἧς κλείεις τὰ ἀπύλωτα στόματα τῶν αἱρετιζόντων. Προσθείη σοι τοιγαροῦν ἔτι Κύριος λόγον γνώσεώς τε καὶ σοφίας, διακατελέγχειν τοὺς τῆς εὐσεβείας προ[σ]ασπιστάς· ὡς ἂν ἕξει σοι εὖ μάλα τῷ θείῳ Δαυῖδ συμψάλλειν· Τὸ στόμα μου ἤνοιξα, καὶ εἴλκυσα πνεῦμα· ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην. Καθ᾽ ὧν λυττήσαντες οἱ Μοιχειανίζοντες, ἐκεῖνό πως τὸ Γραφικὸν αὐτοῖς τοῖς ἔργοις φθέγγονται· Ἀπόστα ἀπ᾽ ἐμοῦ, ὁδούς σου εἰδέναι οὐ βούλομαι. Εἰ γὰρ ἤδεισαν, οὐκ ἂν παρέβησαν τὰ τοῦ Κυρίου ἐντάλματα· οὐκ ἂν παραβάντες, οἰκονομίαν σωτήριον τῇ Ἐκκλησίᾳ Χριστοῦ τὰς παραβάσεις συνοδικῶς ἐδογμάτιζον, ὑπ᾽ ἀναθέματι τῶν ταύτας μὴ οὕτω προσιεμένων. Ὅπερ ἀσεβὲς δόγμα τοσοῦτόν ἐστιν, ὡς μὴ μόνον τὸ ἱερὸν Εὐαγγέλιον ἀνατρέπειν, κατὰ τὸ ἐκ μέρους φύσιν ἔχειν τὸ ὅλον ἀνατρέπεσθαι· ἀλλὰ καὶ αὐτὴν τὴν Χριστοῦ οἰκονομίαν ἀναιρεῖν· ἀναιρετικὰ γὰρ ἀλλήλων τἀναντία. Ὅτι δὲ ἐναντία ἡ μοιχοζευξία, δογματισθεῖσα σωτήριος οἰκονομία, τῇ θείᾳ, καὶ ἐπ᾽ ἀναιρέσει τῆς ἁμαρτίας οἰκονομίᾳ, παντί που δῆλον. Ἀλλὰ μὲν οὖν καὶ ἑτέρων ἀσεβημάτων ἐστὶν ἐπίμεστος ἡ μοιχοσύνοδος· ἂ, εἰ περιτύχοις πάλιν ἰδεῖν τὸν ἀδελφὸν Εὐπρεπιανὸν, ὑποδείξειέ σοι.

Ἔῤῥωσο καὶ εὐσθένει, τέκνον, ἀμφοτέρωθεν τοὺς βάλλοντας ἀοράτως, ἐκβάλλων κράτει πίστεως, φόβου τε θείου καὶ ἀγάπης. Ἐπειδὴ γὰρ ἔξωθεν δι᾽ ὧν ἐπεγείρουσιν αἱρέσεων προσβάλλοντες, ἀποκρούονται ὑπὸ τοῦ ὀρθοδόξου φρονήματος· ἔνδοθεν ἐπέρχονται οἱ δόλιοι, συλῆσαι τὸν τῆς ψυχῆς θησαυρὸν τεχναζέμενοι. Ὧν λυτρωθείημεν τῆς θήρας, χεῖρας πρὸς Θεὸν αἴροντες, συνεργίᾳ τῶν τοῦ κοινοῦ Πατρὸς ἡμῶν προσευχῶν, καὶ πάντων τῶν εὐσεβούντων, ἐγώ τε καὶ σὺ καὶ πάντες οἱ ἀδελφοὶ ἡμῶν. Ὁ τοῦ Αὐλητοῦ καθηγούμενος αὐλεῖ, ἀλλὰ ἄσημα, καὶ οὐ τῷ Πνεύματι τῷ ἁγίῳ εὔρυθμα· καὶ τὸ λέγειν αὐτὸν ἀφορᾶν ἐν Ῥώμῃ, ἀσθενείας λόγου, καὶ πρὸς τὸ παρὸν ψευδαπολογίας καταφύγιον. Καὶ τὸ φάναι αὐτὸν περὶ Σάβα τε καὶ Θεοκτίστου, τῶν εὐλαβεστάτων μοναχῶν, τοῦτο κἀκεῖνο, καὶ ὡς ἐν Ῥώμῃ τὸ καὶ τὸ, οὐκ ἀληθές. Οἱ μὲν γὰρ ἕνεκεν τοῦ μὴ προσδεχθῆναι τοὺς ἐκ τῆς Εἰκονομαχικῆς αἱρέσεως ὑποστρέφοντας ἐπισκόπους εἰς τοὺς οἰκείους βαθμούς· καὶ οὐ πάντας, ἀλλὰ τοὺς ἐξόχους καὶ πρωτάρχους τῆς αἱρέσεως, κατὰ τὸν λόγον τοῦ ἁγίου Ἀθανασίου, ἑνίσταντο. Ὅπερ οὐκ ἀπεικότως. Ἀλλ᾽ ἐπεὶ ἡ τηνικαῦτα σύνοδος κέκρικεν ὅλους εἰσδέξασθαι, ἔχουσα τὴν τετάρτην ἁγίαν σύνοδον παράδενγμα· συνῆλθον· οὐ γὰρ ἦν τῶν ἀναγκαίων τι παραβαινόμενον.

Περὶ δὲ τῶν Σιμωνιανῶν, τηνικαῦτα μὲν παρεκαλύφθη, ὡς μετὰ τὴν σύνοδον ἐκζητησομένου τοῦ κεφαλαίου. Ἐπεὶ δὲ ἐζητήθη....... τὸ πρῶτον μὲν εἰς ἐπιτίμιον ἐνιαυσιαῖον ἢ καὶ πλέον. Ὢ τοῦ τολμήματος! σύν τισι μονασταῖς, ὧν ἀφίημι λέγειν τὰ ὀνόματα, ἐδόθη ὅρος ὑπ᾽ αὐτοῦ ἐξιλεώσεως τῆς εἰς αἰῶνας καθαιρέσεως· εἰς τὸ εἶναι τοὺς ὑπὸ Θεοῦ διὰ Πέτρου τοῦ τῶν Ἀποστόλων κορυφαίου καθηρημένους, πάλιν ἱερουργοὺς Χριστοῦ. Καὶ ἐπεὶ οὐ συνῆλθον οἱ περὶ Σάβαν ἐν τούτῳ, ἀλλὰ καὶ διηνέχθησαν πρὸς αὐτὸν, τί ποιεῖ; κακὸν καλῷ ἀπαλλάττει. Ἀρνεῖται μὴ δεδωκέναι ἐπιτίμιον, μηδὲ προσίεσθαι τοὺς ἐν χρήμασι χειροτονήσαντάς τε καὶ χειροτονηθέντας. Λέγων διελέγχεται ὑπὸ τῆς τηνικάδε κρατούσης, ἀφ᾽ ῆς καὶ εἰλκύσθη δοῦναι τὸ ἄνομον ἐπιτίμιον.

Παρῆν ἡ ἡμέρα τῶν Θεοφανίων Χριστοῦ· ἐληλύθασιν ἐν ταύτῃ οἱ ἐπιτιμιασθέντες, πεπληρωκότες τὸ ἐπιτίμιον, καὶ λύσιν ἐπιζητοῦντες· ὁ μὲν ἀπηξίου, ἡ βασίλισσα κατηπείγετο τὴν εἰσδοχήν. Πάλιν κακῷ τὸ καλὸν διαμείβει ὁ πρόεδρος· συλλειτουργεῖ αὐτοῖς τῇ αὐτῇ ἑορτῇ εἰς προῦπτον· οὐκ ἀκουσίως δῆθεν, ἀλλ᾽ ἑκουσίως· ἐπὰν δυνάμενος μὴ συλλειτουργεῖν καθῃρημένοις, συνελειτούργησε· κἂν ὁπωσοῦν φαίη τις ἀδυνατεῖν αὐτόν. Ἐντεῦθεν ἡ πρὸς αὐτὸν διαφορὰ τῶν περὶ Σάβαν· ἐντεῦθεν ἐπεπόλασεν ἡ λύσις πλειόνως τῶν θείων κανόνων. Ἡ δὲ Ῥώμῃ ταῦτα οὐ προσήκατο· μὴ γένοιτο! ἀλλ᾽ οὐδὲ αὐτὴν τὴν σύνοδον ὡς οἰκουμενικὴν, ἀλλ᾽ ὡς τοπικὴν, καὶ τὸ ἴδιον πτῶμα τῶν τῇδε ἀνορθώσασαν. Οὐδὲ γὰρ οἱ κεκαθικότες ἀντιπρόσωποι τῶν ἄλλων πατριαρχῶν· ψευδές· τῶν μὲν Ῥωμαίων δι᾽ ἄλλο, οὐ διὰ σύνοδον, παραπεμφθέντων ἐνταῦθα. Διὸ καὶ καθηρέθησαν, ὥς φασι, παλινοστήσαντες ὑπὸ τοῦ πεπομφότος, κἂν ἐπεκαλῶντο βεβιάσθαι. Οἱ δ᾽ ἄλλοι ἐκ μὲν ἀνατολῆς, ἀλλ᾽ ὑπὸ τῶν ἐνταῦθα προτραπέντες καὶ ἐλχθέντες, οὐχ ὑπὸ τῶν πατριαρχῶν ἀποσταλέντες, ὅτι μηδὲ ἐνόησαν, ἢ ὕστερον, διὰ τὸ τοῦ ἔθνους δέος δηλονότι. Τοῦτο δὲ ἐποίουν οἱ ἐνταῦθα, ἵνα τὸν αἱρετίζοντα λαὸν μᾶλλον πείσωσιν ὀρθοδοξεῖν, ἐκ τοῦ οἰκουμενικὴν δῆθεν ἀθροισθῆναι σύνοδον.

Εἰ δὲ φαίης, πῶς ἡμεῖς οὐκ ἐνιστάθημεν τηνικαῦτα, καὶ διὰ τί χειροτονίαν ἐδεξάμεθα μετὰ τὴν σύνοδον παρὰ τοῦ κυροῦ Ταρασίου· ἀπολογούμεθα καὶ σοὶ καὶ πᾶσιν, ὅτι τὸ μὲν ἐν ὑπηκόοις ἐτελοῦμεν, μὴ τὰ ὕστερον γνωσθέντα ἡμῖν πρότερον εἰδότες· τὸ δὲ, δραξάμενος αἰτίαν εὔλογον, τὸ λέγειν Ταράσιον, μήτε ἐπιτίμιον δεδωκέναι, μηδ᾽ αὖ εἰ γνοῖεν, τῶν τοιούτων συνιερουργεῖν τινι, ἀλλὰ καὶ καθαιρεῖν. Κᾶν οὐχ οὕτως ἦν τὸ ἀληθὲς, διὰ τὸ προφανές. Ἀλλ᾽ ὅμως ἡμεῖς ὀρεγόμενοι τὴν ὁμόνοιαν, ἠρκέσθημεν τοῖς λεγομένοις· τοῦτο κεκρικότες, ἐπὶ τὸ φιλανθρωπότερον τῆς εἰρήνης νεῦσαι ἐν τῷ ἀμφιβόλῳ πράγματι, καθώς φησί που ὁ Θεολόγος. Καὶ ἅμα, ὅτι δεδεγμένος ἦν διὰ τὴν ὀρθοδοξίαν, καὶ τὸ κατ᾽ αὐτὴν ἀνδρεῖον καὶ σπουδαῖον γενέσθαι, ὑπὸ τῶν ἄλλων Ἐκκλησιῶν. Ταῦτά σοι ἐγνώρισα, τέκνον, εἰς εἴδησιν τῶν καθηκόντων· καὶ ὅτι οἱ περὶ Σάβαν εἰ διὰ τοῦτο, καὶ οὐκ ἄλλοις τισὶν ἀλόγοις διεφέροντο πρὸς αὐτὸν, εἶχον εὔλογον καὶ ἔχουσιν. Ὡς γὰρ ὑπὸ παραπετάσματι ἡμεῖς τοῦ λέγειν μὴ δέχεσθαι τοὺς τοιούτους, ἀλλὰ καὶ καθαιρεῖν, συνήλθομεν τῷ προέδρῳ· οὕτως ἐκεῖνοι τὸ πραχθὲν ἐμφανῶς ἔχοντες δικαίωμα, ἀντιποιοῦνται εἰκότως τοῦ θείου κανόνος. Καὶ οὐκ ἔστιν ὁ χάριν τούτου τοῦ κεφαλαίου δυνάμενος ἀντιστῆναι αὐτοῖς, εἴ γε λέγοιεν ὅτι Ταράσιος οἰκονομικῶς ἐδέξατο τοὺς χρηματοχειροτονοῦντας. Ἀλλὰ γὰρ οὐδ᾽ ἂν Πέτρος καὶ Παῦλος ἐπιστῇ· αὐτοὶ γὰρ ἐξέθεντο τὸν κανόνα, καὶ αὐτοί φασιν· Ἀλλὰ κᾶν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ᾽ ὃ εὐηγγελισάμεθα, ἀνάθεμα ἔστω.

· Contents ·