Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 1, Letter 39: To Abbot Theophilus
ΛΘ΄. — Θεοφίλῳ ἡγουμένῳ.
Ἐβουλόμην ταχύτερον ἐπιστεῖλαι τῇ ἁγιωσύνῃ σου, ἀλλ᾽ οὐκ εὐωδούμῃν φρουρούμενος ἀσφαλῶς. Ὅτε δὲ εὐδόκησεν ὁ ἀγαδὸς Θεὸς χαρίσασθαι καὶ τὸν τρόπον καὶ τὸ πρόσωπον· τηνικαῦτα τὸν ἐμὸν πόθον πληρῶ ὁ ταπεινὸς, καὶ προσαγορεύω, καὶ ἀσπάζομαι τὸν ἐμὸν πνευματικὸν Πατέρα, καὶ λίαν ὄντως φιλούμενον. Οὐ γὰρ ἐπειδὴ διέστησαν ἡμᾶς σωματικῶς οἱ ἄρχοντες τοῦ αἰῶνος τούτου, ἤδη διέλυσαν καὶ τὴν ἐπὶ Θεὸν ἡμῶν πρὸς ἀλλήλους ὁμόνοιάν τε καὶ σχέσιν· μᾶλλον μὲν οὖν καὶ ἐβεβαίωσαν. Πείθομαι γὰρ καὶ τὴν σὴν ὁσιότητα ποθεῖν τὴν ἡμετέραν ἀναξιότητα· καὶ ἀκλινῇ διαμένειν τῆς ὀρθοδόξου καὶ θεαρέστου ἐνστάσεως, ἐξ ὧν τε πρότερον καὶ ὕστερον ὑπέδειξεν ἑαυτὴν Θεῷ τε καὶ ἀνθρώποις, ὡς συναιρεῖσθαι ἡμῖν τοῖς ταπεινοῖς καὶ τὸν ὑπὲρ εὐσεβείας διωγμόν· κἂν οὐκ ἠβουλήθησαν οἱ κρατοῦντες, φειδοῖ τοῦ μὴ πολλοὺς ἐξορίζειν καὶ καθείργειν· καὶ ὡς ἂν δόξωσιν ἐντεῦθεν πείθειν τὸν κόσμον, εἰς ἡμᾶς μόνους περιίστασθαι τὴν πρὸς αὐτοὺς διαφορὰν, καὶ μὴ εἶναι ἄλλους τοὺς ἐνισταμένους· οἱ τοσοῦτοι τῷ πλήθει ἐν τῇ ὑπ᾽ αὐτῆς ἐξουσίᾳ· κἂν φόβῳ εἴτε καὶ οἰκονομίᾳ ὑποκρύπτωσιν ἑαυτούς· ὡς ἔστιν ἀκούειν τοῦ θείου Δαβὶδ κράζοντος· Ἐξαριθμήσομαι αὐτοὺς, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται.
Οὐδὲ γὰρ μικρόν τι καὶ λανθάνον τὸ ἀσεβούμενον· ἀλλὰ καὶ σφόδρα μέγα τε καὶ προφανὲς τοῖς νοῦν ἔχουσι. Τὴν οἰκονομίαν Χριστοῦ, ὦ ἁγιώτατε, τὸ καθ᾽ ἑαυτοὺς ἀνέτρεψαν, τὴν παράβασιν τοῦ Εὐαγγελίου ἐν τῆ μοιχοζευξίᾳ καὶ μοιχείᾳ οἰκονομίαν σωτήριον τῇ Ἐκκλησίᾳ δογματίσαντες, ὑπ᾽ ἀναθέματι τῶν μὴ οὕτω προσδεχομένων. Τὸ Εὐαγγέλιον διὰ λύσεως τῆς μιᾶς ἐντολῆς διέλυσαν, τὴν λύσιν οἰκονομίαν Θεοῦ ἀποφηνάμενοι. Εἰ γὰρ ὡς γέγραπται· Ὅστις ὅλον τὸν νόμον πληρώσει, πταίσει δὲ ἐν ἑνὶ, γέγονε πάντων ἔνοχος. Οὗτοι δὲ τὸ πταῖσμα, μᾶλλον δὲ τὰ πταίσματα, τοῦ τε μοιχοῦ καὶ τοῦ μοιχοζεύκτου, μοιχοσυνδρόμων τε καὶ ὅλων τῶν μετὰ μοιχοῦ τὴν μερίδα θεμένων· οὐ γὰρ οἷον τε ἐξ ἀλλήλων χωρισθῆναι τοὺς πράξαντας, καὶ τοὺς συναπαχθέντας· οὐκ ἐνόχους φασὶν, ἀλλ᾽ οἰκονόμους Θεοῦ· ἔψευσται ὁ ἀποφηνάμενος ἐνόχους εἶναι· ἀλλοτριοῦνται δὲ καὶ οἱ ἅγιοι τῶν οἰκονόμων Θεοῦ· ὅτι οὐδεὶς ἅγιος τὸν τοῦ Θεοῦ νόμον παραβέβηκεν, οὐδὲ παραβὰς δύναται καλεῖσθαι ἅγιος. Οἱ δὲ δόγμα ἐν τῇ παραβάσει ἐκθέμενοι ἀπαράβατον ὡς νόμον Θεοῦ, καὶ τοὺς μὴ συναιρουμένους αὐτοῖς ἐν τούτῳ ἀναθεματίζοντες. Οὐ συνάρονται δὲ δηλονότι οἱ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ἅγιοι τῇ μοιχείᾳ. Φανερὸν ἄρα ὅτι τῇ λύσει τῆς μιᾶς ἐντολῆς τοῦ Εὐαγγελίου, οὐ μόνον ὅλον τὸ Εὐαγγέλιον ἀνέτρεψαν, ὁρισάμενοι αὐτὴν συνοδικῶς οἰκονομίαν σωτήριον τῇ Ἐκκλησίᾳ, θέντες νόμον ἀπαράβατον, τὸ καθ᾽ ἑαυτοὺς, ἐπὶ πάσης ἐντολῆς παραβαινομένης οἰκονομίαν γίνεσθαι τὴν ταύτης παράβασιν, ὁμοῦ τε καὶ ὀνομάζεσθαι· ἀλλὰ γὰρ καὶ τοὺς ἁγίους μὴ προσϊεμένους, ὅτι μηδὲ Θεὸς κατ᾽ αὐτοὺς, ἀνεθεμάτισαν.
Καὶ ἀπλῶς τί πολλὰ λέγειν, μὴ ἐγχωρούσης τῆς ἐπιστολῆς δέχεσθαι; Χαλεπὴ κακοδοξία ἐδογματίσθη ἐν τῇ καθ᾽ ἡμᾶς Ἐκκλησίᾳ. Αὕτη ἡ Μοιχειανικὴ αἵρεσις ἅμα τῇ ἀνατροπῇ τοῦ Εὐαγγελίου, καὶ τοὺς θείους κανόνας διὰ τῆς ἀθωώσεως τοῦ παρ᾽ αὐτῶν καθηρημένου μοιχοζεύκτου διαλύσασα. Εἰ γὰρ τὸ Εὐαγγέλιον ἠθέτησαν, σχολὴ αὐτοῖς περὶ τῶν ἱερῶν κανόνων φροντίζειν. Ταῦτα οὖν σὺν τῇ προσηγορίᾳ, ἀναγκαῖον ἐνόμισα ὑπομνῆσαι τὴν πατρωσύνην σου· ὅπως εἰδυῖα ὅτι αἵρεσις, φεύγῃ τὴν αἵρεσιν, ἤγουν τοὺς αἱρετικούς· τοῦ μήτε κοινωνεῖν αὐτοῖς, μήτε ἀναφέρειν ἐν τῇ εὐαγεστάτῃ αὐτῆς μονῇ ἐπὶ τῆς θείας λειτουργίας· ὅτι μέγισται ἀπειλαὶ κεῖνται παρὰ τῶν ἁγίων ἐκφωνηθεῖσαι τοῖς συγκαταβαίνουσιν αὐτῇ μέχρι καὶ ἑστιάσεως. Εἰ δὲ λέγῃ ἡ ὁσιότης σου, πῶς αὐτῇ πρὸ τῆς λεηλασίας τοῦτο οὐκ εἴπομεν, ἀλλ᾽ ὅτι καὶ ἡμεῖς ἐμνημονεύομεν τῶν ἐν τῇ Βυζαντίδι· ἐκεῖνο γινωσκέτω· ὅτι οὕπω σύνοδος ἦν, οὐδὲ ἐκφωνητὸν ὑπῆρχε τὸ πονηρὸν δόγμα καὶ ἀνάθεμα. Καὶ πρὸ τούτων οὐκ ἦν ἀσφαλὲς ἀποστῆναι τῶν παρανομούντων τελείως, ἢ τὸ φεύγειν μόνον τὴν προφανῆ κοινωνίαν αὐτῶν, οἰκονομίᾳ δὲ πρεπούσῃ ἀναφέρειν ἕως καιροῦ.
Ἐπεὶ δὲ ἐξῆλθεν εἰς προῦπτον ἡ αἱρετικὴ ἀσέβεια διὰ συνόδου εἰς τοὐμφανὲς, δεῖ ἄρτι καὶ τὴν σὴν εὐλάβειαν σὺν πᾶσιν ὀρθοδόξοις παῤῥησιάζεσθαι διὰ τοῦ μὴ κοινωνεῖν τοῖς κακοδόξοις, μηδὲ ἀναφέρειν τινὰ τῶν ἐν τῇ μοιχοσυνόδῳ εὑρεθέντων, ἢ ὁμοφρονούντων αὐτῇ. Καίγε δίκαιον, ὅσιε Πάτερ, κατὰ πάντα σε ὄντα φερωνύμως Θεόφιλον, φιλεῖν καὶ ἐν τούτῳ τὸν Θεόν. Ἐχθροὺς γὰρ Θεοῦ ὁ Χρυσόστομος, οὐ μόνον τοὺς αἱρετικοὺς, ἀλλὰ καὶ τοὺς τοῖς τοιούτοις κοινωνοῦντας, μεγάλῃ καὶ πολλῇ τῇ φωνῇ ἀπεφήνατο. Καὶ ἐὰν ἡ σὴ στεῤῥότης οὐκ ἀσφαλίσηται, τίς λοιπὸν σωθήσεται; καὶ ἐὰν ὁ παῤῥησιασάμενος δυνάμει Θεοῦ, ὡς ἅγιος, πλὴν τελείας αἱρέσεως, ἄρτι μετὰ τὴν αἵρεσιν ὑποστείληται· πῶς ἕτερος τολμήσει γρύξαι; καὶ ἐὰν τὸ μοναδικὸν τάγμα οὐχ ἡγήσηται πάντα σκύβαλα· μοναστήρια λέγω, καὶ πάντα τὰ περὶ αὐτά· πῶς λαϊκὸς καταφρονήσει γυναικὸς, τέκνων, καὶ τῶν ἄλλων;
Διὸ ὑπομιμνήσκω, ὡς ἐλάχιστος ἀδελφὸς καὶ τέκνον, μὴ σιγήσωμεν, ἵνα μὴ κραυγὴ Σοδόμων γενώμεθα· μὴ φεισώμεθα τῶν κάτω, ἵνα μὴ ἀπολέσωμεν τὰ ἄνω· μὴ θῶμεν σκάνδαλον τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, ἥτις ἐστὶ καὶ ἐν τρισὶν ὀρθοδόξοις ὁριζομένη κατὰ τοὺς ἁγίους· ἵνα μὴ τῇ ἀποφάσει τοῦ Κυρίου καταδικασθῶμεν. Καὶ οὐ δι᾽ ἑαυτὸν ταῦτά φημι ὁ τάλας· ἐμοὶ γὰρ, εἰ καὶ τολμηρὸν εἰπεῖν, καὶ τὸ ἀποθανεῖν ὑπὲρ τῆς ἀληθείας κέρδος καὶ χαρὰ καὶ ζωή. Εἴγε δυναμωθείην ταῖς ἱεραῖς προσευχαῖς ὑμῶν· ἀλλὰ διὰ τὴν ἐν ἡμῖν ἀγάπην ἀρχαίαν καὶ πνευματικὴν, καὶ τὸ κοινῇ συμφέρον. Εἰ γὰρ ὁ Υἱὸς τοῦ Θεοῦ ὁ Κύριος καὶ Δεσπότης ἀπάντων ἑαυτὸν ἀνήνεγκεν ὑπὲρ πάντων τῷ Θεῷ καὶ Πατρὶ θυσίαν· τί ὀφείλομεν ἡμεῖς, καὶ πόσον οὐ χρεωστοῦμεν δι᾽ αὐτὸν παθεῖν καὶ ὑπομεῖναι; Καί γε οἱ μονάζοντες καὶ τῇ ἀποταγῇ σταυρωθέντες· οἱ γε ἀληθῶς καὶ οὐκ ἀνονήτως ἀποταξάμενοι· ἐπεὶ μὴ ἀπὸ τοῦ ἔξωθεν σχήματος μόνον ἔστι κρίνειν τὰ πράγματα· πολλοὶ γὰρ οἱ προσωπεῖα ὑποδυόμενοι, καὶ οὐκ ὄντες ὅπερ φαίνονται· ἀλλ᾽ ἐκ τῶν ἔργων δηλονότι τὰ σχήματα. Εἰ οὖν μοναχοί εἰσί τινες ἐν τοῖς νῦν καιροῖς, δειξάτωσαν ἐπὶ τῶν ἔργων. Ἐργον δὲ μοναχοῦ, μηδὲ τὸ τυχὸν ἀνέχεσθαι καινοτομεῖσθαι τὸ Εὐαγγέλιον· ἵνα μὴ ὑπόδειγμα τοῖς λαϊκοῖς προτιθέμενοι αἱρέσεως καὶ αἱρετικῆς συγκοινωνίας, τῆς ὑπὲρ αὐτῶν ἀπωλείας λόγον ὑφέξωσι. Πολύ με ληρολογῆσαι τὴν ὑπόθεσιν ἡ ἄκρα ταπεινοφροσύνη τῆς ἁγιωσύνης σου ὡς δεχομένη πεποίηκε. Σὺ δὲ, ὦ Πάτερ, εὔχου καὶ ὑπερεύχου ὑπὲρ σαθροῦ καὶ ἁμαρτωλοῦ, ἀλλ᾽ οὖν ἐραστοῦ σου ὅτι μάλιστα. Ὁ συμφρουρούμενός μοι ὡσαύτως καὶ προσαγορεύει, καὶ δέεταί σου τῶν ἱκεσιῶν.