Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 1, Letter 40: To Naucratius, His Son
Μ΄. — Ναυκρατίῳ τέκνῳ.
Πάλιν ἑτέρα σοι φυλακὴ, τέκνον ἠγαπημένον, ἀλλὰ καὶ πάλιν στήλη μὲν τῶν δυσωνύμων αἱρετικῶν· σοὶ δὲ προσθήκη ἄθλων τε καὶ ἐπαίνων οὐρανίων. Διὰ τοῦτο ὑπὲρ μὲν ἐκείνων τὸ στένειν μοι καὶ δακρύειν· ὑπὲρ δὲ σοῦ, τὸ χαίρειν καὶ εὐχαριστεῖν. Ἢ οὐχὶ δοκιμώτερόν ἐστί σε γενέσθαι τῇ μεταφρουρήσει, καθάπερ χρυσὸν διπυρούμενον ὑπὸ χωνείας; Εὐριζωθείης οὖν, ὦ ἱερὲ παῖ, καὶ ὀφθείης τῷ Δεσπότῃ Κυρίῳ ἐν πᾶσι καθαρὸς καὶ ἀκίβδηλος, σκεῦος ὄντως εὔχρηστον, κατηρτισμένος πρὸς πᾶν ἔργον ἀγαθόν. Φέρε οὖν μακροθυμίᾳ τὸ ἄηθες τοῦ δευτέρου φύλακός σου· οὐ γὰρ ἡγουμένου, οὐδὲ ἱερέως λέγοιμι· οὐδεὶς γὰρ Θεοῦ λειτουργὸς καί γε μοναστὴς, στρατιωτικοῖς ἔργοις ὑπουργήσειεν, ἀλλὰ μὴν οὐδὲ τῷ οὕτως ὑπουργοῦντι κοινωνήσειε. Πλὴν δήλωσόν μοι ὅπως σε κρατεῖ. Δοκῶ γὰρ διαφορώτερον εἶναι τοῦ προτέρου. Ἀλλ᾽ εἴ γε οὕτως, ἢ ἑτέρως· σὺ δὲ ὅμως, τέκνον μου, στῆθι γενναίως· εὐμαρίζων τὰ λυπηρὰ τῇ τῶν ἐλπίδων περιχαρείᾳ, καὶ κατακτώμενος ἑαυτῷ τὴν μόνωσιν, ἀπαθείας εὔρεσιν· διὰ τῆς ἐπὶ μόνον τὸν ὁρῶντά σε Θεὸν ἀποβλέψεώς τε καὶ σχέσεως· σκυβαλίζων καὶ λικμίζων τοὺς ἐπεισαγομένους ἀχυρώδεις λογισμοὺς παρὰ τοῦ τῶν ζιζανίων σπορέως ἑκάστοτε. Ἃ δὲ ἐπεζήτησας ἀποκριθῆναί με περί τε τῶν αἱρέσεων καὶ βαπτισμάτων κατ᾽ ἔπος, ἐπιστολῆς ὑπερβαίνει μέτρον· καὶ πάλιν περιττολογεῖν ἔστι ταῦτα ἀφηγεῖσθαι, ἂ ὁ θεοφόρος Ἐπιφάνιος ἐξεῦρε καὶ διέγραψεν ὡς οὐδεὶς τῶν Πατέρων. Ἔντυχε οὖν τῇ περὶ αὐτῶν ἱερᾷ αὐτοῦ βίβλῳ, κἀκεῖσε διαγνώσειας ἂ μαθεῖν ἐφίεσαι. Παρέσχοι δὲ αὐτὴν ἐν χερσί σου ὁ καλὸς Εὐπρεπιανός.
Τὸ δὲ τῶν βαπτιζομένων συντομώτερον ἀποκριθήσομαι. Τριχῇ διήρηται τὸ θεώρημα. Βαπτίζονται μὲν γὰρ Μαρκιονισταὶ, Τασκορδιουργοὶ, Μανιχαῖοι· καὶ οἱ σύστοιχοι αὐτῶν ὁμοῦ ἕως τῶν Μελχισεδεκιτῶν, αἱρέσεις εἴκοσι πέντε. Χρίονται δὲ τῷ ἁγίῳ μύρῳ Τεσσαρεσκαιδεκατῖται, Ναυατιανοὶ, Ἀρειανοὶ, Μακεδονιανοὶ, Ἀπολιναριασταὶ, ὁμοῦ πέντε. Οἱ δὲ μήτε βαπτιζόμενοι, μήτε χριόμενοι, ἀλλὰ μόνον ἀναθεματίζοντες τὴν ἰδίαν καὶ πᾶσαν ἄλλην αἵρεσιν, Μελετιανοὶ, Νεστοριανοὶ, Εὐτυχιανισταὶ, καὶ οἱ τούτων ὁμόστοιχοι, μέχρι τῆς δεῦρο αἰρέσεως, τῷ ἀριθμῷ οὐχ ὑποβαλλόμενοί μοι κατὰ τὸ παρόν· διὰ τὸ πολυσχιδὲς τῶν Ἀκεφάλων, καὶ τὸ ὑπερτενὲς τῆς ἐπιστολῆς. Τὸ δὲ εἰρηκέναι σε, μὴ διακρῖναι τὸν κανόνα, ἀλλ᾽ ὁριστικῶς ἀποφάναι, τοὺς ἀπὸ αἱρετικῶν χειροτονηθέντας, ἢ βαπτισθέντας, οὔτε κληρικοὺς εἶναι δυνατὸν, οὔτε πιστούς· ἐκεῖνο λογίζου· ὅτι αἱρετικοὺς ὁ ἀποστολικὸς κανὼν ἐκείνους ἔφη, τοὺς μὴ εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος βαπτισθέντας καὶ βαπτίζοντας. Καὶ τοῦτο ἐκ θείας φωνῆς τοῦ μεγάλου Βασιλείου διδασκόμεθα. Φησὶ γὰρ, αἱρέσεις μὲν τὰς παντελῶς ἀπεῤῥηγμένας, καὶ κατ᾽ αὐτὴν τὴν πίστιν ἠλλοτριωμένας· σχίσματα δὲ τοὺς δι᾽ αἰτίας τινὰς ἐκκλησιαστικὰς καὶ ζητήματα ἰάσιμα πρὸς ἀλλήλους διενεχθέντας· παρασυναγωγὰς δὲ, τὰς συνάξεις τὰς παρὰ τῶν ἀνυποτάκτων πρεσβυτέρων ἢ ἐπισκόπων, παρὰ τῶν ἀπαιδεύτων λαῶν γινομένας. Καὶ τοῦ μὲν πρώτου αὐτὸς ἐπιφέρων ἓν παράδειγμα, φησὶ πρὸς τὸν ἅγιον Ἀμφιλόχιον· « Τίνα οὖν λόγον ἔχει τὸ τῶν Πεπουζηνῶν βάπτισμα ἐγκριθῆναι τῶν βαπτιζόντων εἰς Πατέρα καὶ Υἱὸν καὶ Μοντανὸν ἢ Πρίσκιλλαν; Οὐ γὰρ ἐβαπτίσθησαν οἱ εἰς τὰ μὴ δεδομένα ἡμῖν βαπτισθέντες. » Τούτους οὖν καὶ τοὺς κατ᾽ αὐτοὺς, ὁ κανὼν καὶ οἱ Πατέρες, ὥς φησιν ὁ θεῖος Βασίλειος, αἱρετικοὺς ὠνόμασαν. Τοῦ δὲ δευτέρου παράδειγμα πάλιν φησὶν ὁ ἅγιος Βασίλειος· « Οἱ Καθαροὶ καὶ αὐτοὶ τῶν ἀπεσχισμένων εἰσίν. » Εἰ δὲ φαίης· Καὶ πῶς λέγονται αἱρετικοὶ καὶ οὖτοι καὶ πάντες οἱ μεταγενέστεροι; τοῦτο λέγομεν καὶ νοοῦμεν· οἱ μὲν πρῶτοι κυρίως αἱρετικοὶ, διὰ τὸ εἰς αὐτὸ τὸ καίριον τῆς τριαδικῆς ἡμῶν πίστεως ἠσεβηκέναι. Οἱ δὲ δεύτεροι κατὰ κατάχρησιν, καὶ ὡς ἐκ τῶν πρώτων παρηγμένοι· ὁμολογοῦντες δ᾽ ὅμως εἰς Τριάδα καὶ πιστεύειν καὶ βαπτίζειν ἐν ἰδιώματι οἰκείῳ τῆς ἑκάστης ὑποστάσεως, καὶ οὐχὶ μιᾶς τῶν τριῶν ὑπαρχούσης· κἂν ἐν ἄλλοις ἠρέτιζον. Τοῦ τρίτου παράδειγμα, αὐτὸς ὁ ἅγιος πάλιν φησὶ, οἷον εἴ τις ἐν πταίσματι ἐξετασθεὶς, ἐπεσχέθη τῆς λειτουργίας, καὶ μὴ ὑπέκυψε τοῖς κανόσιν· ἀλλ᾽ ἑαυτῷ ἐξεδίκησε τὴν προεδρίαν καὶ τὴν λειτουργίαν. Καί γε ὡς οἱ δεύτεροι ὁμώνυμοι τοῖς πρώτοις, οὕτω καὶ οἱ τρίτοι ὁμώνυμοι τοῖς δευτέροις. Ἀμέλει τοὺς Μελετιανοὺς σχισματικοὺς οἱ πάλαι καλοῦσι, Μελετίῳ τῷ σχισματικῷ συναπαχθέντας, καί τοι μὴ ὄντας κακοδόξους. Ἀναθεματίζοντες γὰρ τὸ ἴδιον σχίσμα, ὥς φασι, δεδεγμένοι εἰσὶ τῇ καθολικῇ Ἐκκλησίᾳ. Ἔοικε δὲ, σειρά τις εἶναι δαιμονόπλοκος ἡ καθόλου αἵρεσις, ἑτέρα τῆς ἑτέρας ἐχομένη, καὶ ὡς ἐκ κορυφῆς μιᾶς ἐξηρτημένων ἁπασῶν τῆς ἀσεβείας καὶ ἀθεῖας· κἂν ἑτερωνυμίᾳ, καὶ χρόνῳ, καὶ τόπῳ, καὶ ποσότητι, καὶ ποιότητι, καὶ δυνάμει, καὶ ἐνεργείᾳ διαφέρωσιν. Ἐπεὶ μηδὲ ἓν καὶ τὸ αὐτὸ σῶμα, ἓν μόνον μέλος, ἀλλὰ καὶ πολλά· καὶ διάφοροι αἱ τούτων πρὸς ἄλληλα ἐνέργειαι, δυνάμεις, ἰδιότητες, θέσεις τε καὶ τιμαί.
Περὶ τῶν ἑτέρων σου ἐρωτήσεων· ἡ πρώτη περὶ πρεσβυτέρου τοῦ ὀρθοδοξοῦντος, ἀλλ᾽ ὅμως μνημονεύοντος φόβῳ διωγμοῦ τὸν αἱρετικὸν ἐπίσκοπον, προαποκρίθην σοι· πλὴν καὶ αὖθις· εἰ μὴ συλλειτουργεῖ αἱρετικῷ, καὶ εἰ μὴ μεταδιδοῖ τοῖς τοιούτοις, δεκτέον τὸν τοιοῦτον εἰς συνεστίασιν, καὶ ψαλμωδίαν, καὶ εὐλογίαν βρωμάτων, καὶ τοῦτο κατ᾽ οἰκονομίαν, οὐ μέν τοι εἰς θείαν μετάληψιν. Δεῖ δὲ ἐπερωτᾶν τῆς αἱρέσεως κρατούσης πάντως· ὁμολογίαν δὲ δεχομένοις ἀρκεῖσθαι, οὐκ οἶδα εἰ μὴ προδήλως ψευδολόγος αὕτη. Τὸ γὰρ φαίην σε διδάσκεσθαι ἡμᾶς παρὰ τῶν Πατέρων, μὴ ἐπερωτᾶν, περὶ καιροῦ οὗ μὴ ἔστιν αἵρεσις μαινομένη· καὶ περὶ τῶν μὴ προδήλως κατεγνωσμένων. Τοιοῦτον δὲ πρεσβύτερον, σπάνιον εὑρεῖν νῦν μὴ μιγνύμενον καὶ συγκοινωνοῦντα αἱρετικοῖς. Ἡ δευτέρα· περὶ φιλοχρίστου προσκαλουμένου εἰς τὸ εὐκτήριον αὐτοῦ ποιῆσαι παννυχίδα· καὶ εἰ δεῖ ἐν αὐτῷ λειτουργῆσαι· καὶ μεθ᾽ ὧν χρή. Ὑπακουστέον, καὶ ἰτέον, καὶ συμψαλτέον δηλονότι εἰ ὀρθόδοξος ὁ προσκαλούμενος καὶ οἱ ψαλτῳδοὶ, φυλαττόμενοι ἀμφότεροι τῆς τῶν αἱρετικῶν κοινωνίας. Καὶ μὴν καὶ λειτουργητέον ἐν τῷ εὐκτηρίῳ, εἴ γε ὁμολογοίη ὁ κατέχων, μηκέτι ὑπὸ αἱρετικοῦ αὐτὸ λειτουργεῖσθαι. Προείρηται γὰρ ἀναγκαῖον εἶναι τὸ ἐπερωτᾶν ἐν πᾶσι διὰ τὴν λυττῶσαν αἵρεσιν. Ἡ τρίτη· εἰ λάβοι τις παρά τινος Ἐκκλησίαν ὀρθόδοξος, ἔστι δὲ συνήθεια τοῦ κατ᾽ ἐνιαυτὸν ἅπαξ ἢ δὶς συνηθροῖσθαι ἐν αὐτῇ λαὸν, καὶ ἐν τῇ λειτουργίᾳ ἀναφέρεσθαι τὸν αἱρετικόν· τοῦ μὲν ψόλλειν ἐκεῖσε κατὰ ἀνάγκην συγχωρητέον· λειτουργεῖν δὲ, οὔ.
Εἰ δὲ δυνατὸν διακοπῆναι τὴν συνήθειαν, καὶ λειτουργητέον. Ἡ τετάρτη· εἰ Ἐκκλησία ἐστὶν ἐφ᾽ ᾗ ὁ λειτουργῶν ἀναφέρει τὸν αἱρετικόν· ἔχει δὲ ὁ ὀρθόδοξος θυσιαστήριον καθηγιασμένον ἐν σινδόνι, ἢ ἐν σανίσι· προσήκει αὐτὸ τεθῆναι ἐν τῇ αὐτῇ Ἐκκλησίᾳ, μὴ παρόντος τοῦ ἀναφέροντος, καὶ ἐν αὐτῷ συλλειτουργῆσαι τὸν ὀρθόδοξον; οὐ προσήκει, ἀλλὰ μᾶλλον κατ᾽ ἀνάγκην ἐν κοινῷ οἴκῳ, ἐκλελεγμένῳ τινὶ καθαρωτέρῳ τόπῳ.
Ἡ πέμπτη· εἰ καθ᾽ ὁδὸν τύχοι ὀρθόδοξον ὑπό τινος ἱερωμένου ἢ λαϊκοῦ προσκληθῆναι εἰς συνεστίασιν· εἴη δὲ καιρὸς ψαλμωδίας· πῶς ἔστι διαγενέσθαι; εἶπον, καὶ πάλιν λέγω· αἱρέσεως ἐπικρατούσης, καὶ μὴ καταβληθείσης δι᾽ ὀρθοδόξου συνόδου, ἀναγκαῖον τὸ διερωτᾶν, ἐπί τε τῆς θείας μεταλήψεως, καὶ κοινῆς ἑστιάσεως· καὶ οὐδεὶς καιρὸς πρὸς ταῦτα αἰδοῦς καὶ ἀωρίας. Λαβεῖν μὲν γὰρ ἄρτον ἁπλῶς παρὰ τοῦ τυχόντος, οὐκ ἀναγκαῖον εἰς ἐρώτησιν· καὶ παρ᾽ αὐτῷ ἐστιαθῆναι, καταμόνας τυχὸν, καὶ κοιτασθῆναι, εἰ μήγε προεγνωσμένος ἐστὶν ἐν αἱρέσει ἢ κακίᾳ. Περὶ δὲ τῶν λοιπῶν ἐξ ἀνάγκης ἐρωτητέον.
Ἡ ἔκτη· εἰ κατὰ πάροδον εὑρόντα ὀρθόδοξον Ἐκκλησίαν πλησιάζουσαν κώμη ἢ πόλει, δέον αὐτὸν εὔξασθαι ἐκεῖ, ἢ καὶ καταλῦσαι, φεύγοντα ὑφέστιον γενέσθαι λαϊκοῖς; Καὶ εὐκτέον, καὶ καταλυτέον, εἴγε μόνη ἐστίν· ἀλλὰ καὶ εἰς οἰκίαν λαϊκοῦ, ἢ ἱερωμένου, ὡς εἴρηται κατεπειγούσης ἀναγκαίας ὥρας, ἀδιάφορόν ἐστι μεῖναι, καὶ ἑστιαθῆναι καθ᾽ ἑαυτὸν, ἄνευ ἐρωτήσεως· καὶ λαβεῖν τὰ πρὸς χρείαν· εἴγε, ὡς εἶπον, μὴ εἴη ὁ ὑποδεχόμενος προεγνωσμένος τῷ ὑποδεχθέντι ἀσεβῶν ἢ ἀνόμων. Πλὴν δὲ ἀνάγκης, οὐ καλὸν ὡς ἔτυχε τὰ προῤῥηθέντα καταδέξασθαι· ἀλλ᾽ ἐρωτᾶν, καὶ παρὰ τῷ ὀρθοδόξῳ καταλύειν· καὶ εἰ χρεία, παρ᾽ αὐτοῦ ἐφόδια αἴρειν· οὕτω γὰρ ὁ Κύριος ἐντέλλεται διὰ τῶν ἁγίων αὐτοῦ. Τῷ πρεσβυτέρῳ καὶ ἡγουμένῳ καλῶς ἀπεκρίθης, εἰρχθῆναι τῆς λειτουργίας τοὺς νυνὶ χειροτονηθέντας ὑπὸ τοῦ εὐρεθέντος, λέγοντος δὲ ὅμως, ὅτι κακῶς ἐγένετο ἡ σύνοδος, καὶ ἀπολώλαμεν. Διὰ τί γὰρ ὁμολογῶν οὐ φεύγει τὴν ἀπώλειαν, διαστέλλων ἑαυτὸν τῆς αἱρέσεως, ἵνα μένῃ παρὰ Θεῷ ἐπίσκοπος; καὶ εἰσὶν αὐτοῦ δεκταὶ αἱ χειροτονίαι αὐτίκα. Ἢ διὰ τί προκειμένης τῆς αἱρέσεως, εἰς χειροτονίαν ὁ ἡγούμενος προήγαγε τοὺς ἀδελφοὺς αἱρετικήν; ἂν οὖν ὁ χειροτονήσας ὥρθωσεν, ἦν αὐτοῖς εὐθὴς ἱερουργεῖν· ὄντος δὲ ἐν τῇ αἱρέσει διὰ τοῦ ἀναφέρειν αὐτὸν αἱρετικὸν, κᾶν τὸ φρόνημα λέγοι ἔχειν ὑγιές· οὐχ οἷόν τε οὖς χειροτονεῖ τῇ ἀληθείᾳ εἶναι λειτουργοὺς Θεοῦ. Εἰ δὲ πνεῦμα ζήλου Θεοῦ ἀνῆψεν ἐν τῷ καθηγουμένῳ, καὶ προθυμεῖται ὁμολογίας στέφανον ἀναδήσασθαι· μηδὲ λειτουργείτω ἐν τῇ ὑπ᾽ αὐτοῦ ἐνθρονιασθείσῃ ἐκκλησίᾳ· μήτε ἀναφερέτω αὐτὸν ὡς ἐπίσκοπον. Καὶ μακάριος οὗτος, πολλῶν καὶ ἄλλων παράδειγμα σωτηρίας γενόμενος.
Τεθέντος δὲ θυσιαστηρίου ἐν τῇ αὐτῇ ἐκκλησίᾳ, οὐδὲν τὸ κωλύον λειτουργεῖν ἐκεῖσε. Ὃ δέ με ἔλαθεν ἀνωτέρω σημάναι, μνησθήσομαι ἐνταῦθα· ὅτι, ἐπειδὴ λέγει ὁ ἅγιος Βασίλειος περὶ τῶν ἐν παρασυναγωγῇ γενομένων τάδε, ὥστε πολλάκις καὶ τοὺς ἐν βαθμῷ συναπελθόντας τοῖς ἀνυποτάκτοις, ἐπεὶ δ᾽ ἂν μεταμεληθῶσιν, εἰς τὴν αὐτὴν παραδέχεσθαι τάξιν· μὴ οἰέσθω σου ἡ εὐλάβεια ἐναντιοῦσθαι τὸν λόγον τῷ ἀποστολικῷ κανόνι λέγοντι. « Εἴ τις καθῃρημένῳ κληρικὸς ὦν ὡς κληρικῷ συνεύξεται, καθαιρείσθω καὶ αὐτός. » Ἀλλὰ νομιζέτω, ὅτι, ὡς διεκρίθη παρὰ τῶν Πατέρων, τίνες εἶεν αἱρέσεις πρὸς σχίσματα· οὕτω διακέκριται δηλονότι κατὰ τὴν ἀκόλουθον ἔννοιαν, τίς ἐστιν ὁ ἀπαραιτήτως καθαιρῶν κανὼν τὸν καθῃρημένῳ συνευξάμενον, παρὰ τὸν ἐν παρασυναγωγῇ γενόμενον· ὅτι ὁ μὲν εἰδὼς ὅτι ὁμολογουμένως καθηρημένῳ συνεύχεται, εἰκότως αὐτίκα καθαιρεῖται, ἀδιαφόρως ἐνεχθεὶς, καὶ μὴ προσεσχηκὼς τῷ κανόνι· ὁ δὲ, ὡς οὐκ οἰόμενος εἶναι καθῃρημένον, ᾧ συναπήχθη μετὰ πλήθους, ἐπ᾽ ἂν, φησὶ, μεταμεληθῇ, εἰς τὴν αὐτὴν παραδέδεκται τάξιν. Πρόσκειται δὲ καὶ τοῦτο πολλάκις ἐν τῷ λόγῳ τοῦ ἁγίου· ὥστε ἐστὶ καὶ μεταμελόμενον, μὴ εἰς τὴν αὐτὴν τάξιν παραδεχθῆναι. Καὶ οὗτος μὲν ὁ λόγος ἐνδεχομένως ἐκδέδοται. Ὁ δὲ ἀποστολικὸς κανὼν ἀναγκαίως καὶ ἀπαραιτήτως. Ὅτι ὁ ψευδώνυμος Χριστοφόρος πάλιν εἰς τὸ ἴδιον ἐξέραμα ὑπέστρεψεν, οὐδ᾽ ὅλως ἐθαύμασα, εἰδὼς αὐτοῦ τὸ ἄστατον καὶ ἀπαγές. Ὅτι δὲ ὁ Κληδόνιος ὑπὲρ ἀληθείας μίαν μόνην ἡμέραν ἤνεγκε φυλακὴν καὶ πληγὰς παρὰ τῶν ἀσεβῶν, πάνυ ἐξέστην. Ὥστε εἰ ἕως τοῦ νῦν ἐπιμένει δυνάμει Θεοῦ, μὴ ἀεργὸν γένηταί σοί τε καὶ ἄλλοις ἀδελφοῖς, ὀρέγειν αὐτῷ χεῖρα, εἴπερ οἶόν τε. Περὶ δὲ τῶν προειρημένων, βαπτιζομένων λέγω χριομένων τε τῷ ἁγίῳ μύρῳ, καὶ ἀναθεματιζόντων τὴν αἵρεσιν· οὐχ ὡς ὁ θεῖος Ἐπιφάνιος τέταχε καὶ ἠρίθμησε, τὰς αἱρέσεις γέγραφα. Ἀλλ᾽ ὡς εὗρον παρασημείωσίν τινος τῶν ἀρχαιοτέρων φιλοπόνου ἀνδρὸς, καὶ ἐκ τῆς ἐν Βυζαντίδι Ἐκκλησίας τὴν ἐκ βιβλίων ἔρευναν καὶ εὕρεσιν ποιησαμένου. Ὁ ἀδελφὸς Γρηγόριος γνησίως προσαγορεύει.