Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 1, Letter 41: To Silvanus and Euprepianus, His Sons

ΜΑ΄. — Σιλουανῷ καὶ Εὐπρεπιανῷ τέκνοις.

Ἐπειδὴ ζητῶ μανθάνειν περὶ τῶν ἀδελφῶν, τέκνα, ἢ καὶ αὐτοὶ πολλάκις θέλετε δηλοῦν περὶ αὐτῶν· ἐσκόπησα καλὸν εἶναι, ὁμοῦ τε διὰ τὸ συντομώπερον καὶ ἐπικρυπτότερον, ἀπὸ τῶν στοιχείων, ἤγουν τῶν εἰκοσιτεσσάρων γραμμάτων, τούτους ἐπιδηλοῦσθαι· καὶ δὴ λέγω,

Τὸ α τοῦ Πατρὸς ἡμῶν.
Τὸ β τοῦ Ἀρχιεπισκόπου.
Τὸ γ τοῦ Κἀλογήρου.
Τὸ δ τοῦ Ἀθανασίου.
Τὸ ε τοῦ Βαρσανουφίου.
Τὸ ζ τοῦ Νικολάου.
Τὸ ῃ τοῦ Σωφρονίου.
Τὸ θ τοῦ Εὐθυμίου.
Τὸ ι τοῦ Ἰωαννικίου.
Τὸ κ τοῦ Δομετιανοῦ.
Τὸ λ τοῦ Οἰκονόμου.
Τὸ μ τοῦ Ἀρσενίου.
Τὸ ν τοῦ Ἀκακίου.
Τὸ ξ τοῦ Μελετίου.
Τὸ ο τοῦ Λουκιανοῦ.
Τὸ π τοῦ Ἐπιφανίου.
Τὸ ρ τοῦ Λητόη.
Τὸ σ τοῦ Βασιλείου.
Τὸ τ τοῦ Εὐσχήμονος.
Τὸ υ τοῦ Σιλουανοῦ.
Τὸ φ τοῦ Εὐπρεπιανοῦ.
Τὸ χ τοῦ Γρηγορίου.
Τὸ ψ τοῦ Εὐσταθίου.
Τὸ ω τὸ Ἐμόν.

Ὅτε τοίνυν κεῖται ἐν τῇ ἐπιγραφῇ τι στοιχεῖον, οὖ τινός ἐστιν ἡ ἐπιστολὴ πάντως ἐγνωρίσθη· οἶον τὸ α, τοῦ Πατρὸς ἡμῶν· καὶ ἕκαστον ὡσαύτως. Πάλιν ἐρωτῶντός μου, Πῶς ἔχει τὸ β; δῆλον ὅτι ἔγνω ρίσθη περὶ τοῦ ἀρχιεπισκόπου εἶναι τὴν ἐρώτησιν. Ὁμοίως ἐν τῷ πάλιν ἐρωτῆσαί με, Πῶς ἔχουσιν οἱ περὶ τὸ β; φανερὸν ὅτι περὶ τῶν ὄντων μετ᾽ αὐτοῦ ἡ ἐρώτησις· ὡσαύτως ἐπὶ τῶν λοιπῶν στοιχείων. Πάλιν ἑτέρα ἐρώτησις· Τί ἀκούετε περὶ τοῦ π· ἢ περὶ τοῦ ρ· ἢ περὶ τοῦ ψ; πρὸς ἐν ἕκαστον στοιχεῖον ἡ ἀπόκρισις. Πάλιν ἐρωτῶ, Τίς ἦλθεν ἐκ τῶν ἔξω; δέον ὑμᾶς ἀποκριθῆναι κατὰ τὸ στοιχεῖον· ἢ ὅτι τὸ η, ἢ ὅτι τὸ ο, ἢ ἐκ τῶν λοιπῶν· ἢ οὐκ εἰσῆλθε τὸ η. ἢ τὸ ο, ἀλλ᾽ οἱ περὶ τὸ η, ἢ τὸ ο, τόσοι· ὅτι γέγονε τόδε κἀκεῖνο εἰς τὸ δεῖνα στοιχεῖον. Ὅτε οὖν θάνατος πάλιν· Ἀπέθανε τόδε τὸ στοιχεῖον, ἢ Ἀσθενεῖ, ἢ Λυπεῖται, καὶ ὅσα ἄλλα. Εἰ δέ τίς ἐστιν ἐκ τοῦ περὶ τὸ στοιχεῖον παθών τι, καὶ τὸ ὄνομα δηλοῦντες, οἷον ἐπὶ τοῦ Χριστοφόρου, ὅτι ἀπέδρασεν ἀπὸ τοῦ ε, ὃ καὶ γέγονε. Δεχόμενοι οὖν τὰς παρ᾽ ἡμῶν πεμπομένας ἐπιστολὰς, πάντως ἐάν ἐστιν ἐκ τῶν στοιχείων, τὴν ἐπιγραφὴν τοῦ στοιχείου ἕξει ἡ ἐπιστολή. Πέμποντες οὖν καὶ αὐτοὶ τὰς ἐκ τῶν αὐτῶν στοιχείων ἐπιστολὰς, τὸ αὐτὸ στοιχεῖον θέσθε ἐν τῇ ἰδίᾳ ἐπιστολῇ. Κἂν δὲ ἀγνοῶσιν οἱ πέμποντες, ὑμεῖς λειοῦτε τὴν ἐπιγραφὴν, καὶ ἐντιθεῖτε τὸ στοιχεῖον τοῦ ἐπιστείλαντος. Εἰ δὲ οὐκ ἔστιν ἐκ τῶν στοιχείων, μενέτω ἡ ἐπιγραφή· ὥσπερ καὶ ἐν τῷ γράφειν με. Ἐὰν οὐκ ἔστιν ἐκ τῶν στοιχείων, μενέτω ἡ ἐπιγραφὴ πρὸς ὃν ἡ ἐπιστολή. Πάλιν σκεπτέον ὅτι ἐφ᾽ ἑκάστης μου ἐπιστολῆς πρὸς τοὺς ὄντας ὑπὸ τὰ στοιχεῖα, οὕτω; ἕξει ἡ ἐπιγραφή. Τὸ ω, τῷ α· καὶ καθεξῆς. Καὶ πεμπόμεναί μοι αἱ ἐπιστολαὶ οὕτως ἐχέτωσαν τὸ α, ἢ τὸ υ, ἢ ἄλλο τῶν στοιχείων. Γνωστέον καὶ τοῦτο· ὅτι ἐπειδὴ καὶ ταῦτα τὰ τρία εἰσὶ γράμματα, ἅτινά εἰσιν ἔξω τῶν εἰκοσιτεσσάρων στοιχείων τὸ ς, τὸ ϟ, τὸ π· τὸ ς δηλοῖ τοὺς ἀθετήσαντας πάντας καὶ πρότερον καὶ ὕστερον ποτὲ ἀδελφοὺς ἡμῶν· τὸ ϟ, τὸν πατριάρχην· τὸ π, τὸν κρατοῦντα. Ὅταν οὖν χρεία γένηται εἴτε ἐρωτῆσαί με, εἴτε δηλῶσαι ὑμᾶς περὶ ἑνὸς τῶν τριῶν· διὰ τοῦ γράμματος ἔσται ἡ δήλωσις.

· Contents ·