Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 1, Letter 42: To Anna the Nun
ΜΒ΄. — Ἄννῃ μοναζούσῃ.
Ἐδόκουν τετελευτηκέναι τὴν μακαρίαν μου μητέρα· ἐκείνη δὲ ἔτι ὑπὲρ γῆς ἐστιν, ὡς ἔοικε. Τί γὰρ ἂν ἔμελλε πλέον ποιεῖν, ὡς αὐτὴ πρός με τὸν ταπεινὸν μητρικῇ κηδεμονίᾳ φερομένη; Ἀλλ᾽ εἰ κἀγὼ ἁμαρτωλὸς, ὅμως πιστεύω τῷ Κυρίῳ ἀνταμείψασθαί σε τῶν ὑπὲρ τῆς ἀναξιότητος ἡμῶν οὐ τὴν τυχοῦσαν χάριν, καὶ ἐπίτευξιν ὧν ποθεῖς καὶ αἰτεῖς. Πλὴν ἱκανῶς ἔχει τὰ γεγενημένα. Τοῦτο γὰρ καὶ διὰ τῶν προλαβόντων γραμμάτων ἀπελογησάμην. Αὐτὴ δὲ τοὐναντίον προσέθηκας μᾶλλον τοῦ ἐκδαπανᾶσθαι ἐν τῇ ἐπιδόσει. Πόθεν δὲ καὶ οὐκ ἐμέλλομεν ἄρτι μνημονεύειν σου τῆς θεοσεβείας; ἐκ τῶν περιβολαίων, ἐκ τοῦ ἱεροῦ ἀναθήματος, ἐκ τῆς βρώσεώς τε καὶ πόσεως, πανταχόθεν ἡμᾶς ἐξέστησας. Διὰ τοῦτο καὶ τέλος ἐπίθες τοῖς δώροις· καὶ εὔελπις ἔσο περὶ τῆς θείας ἀμείψεως. Ἀψευδὴς γὰρ ὁ εἰρηκὼς, καὶ ὑπὲρ ψυχροῦ ποτηρίου μισθοὺς ἀποδιδόναι. Λυπεῖσθαι δὲ φαίης ἐν τῇ φροντίδι τοῦ τέκνου, ἀπασχολίαν ἐμποιούσῃ σοι τῆς δεούσης περὶ τὴν ψυχὴν μερίμνης. Καὶ δυνατὸς ὁ Θεὸς καὶ τὴν τοῦ καλοῦ τέκνου διοίκησιν ἀπεργάσασθαι, καὶ σὲ ἐπὶ πᾶσι σχολὴν ἄγειν περὶ τῶν ψυχωφελῶν καταστήσασθαι· ὡς ἑτοίμῃ καρδίᾳ πρὸς τὴν ἔξοδον τοῦ σώματος παρίστασθαι. Νηστεύειν δὲ καὶ ταλαιπωρεῖσθαι, σῶμα ἔχουσα νοσερὸν οὐ δύνῃ· κἂν τοῦτο ἀλύπως φέρε, τὰ δυνατὰ εἰσοίσουσα τῷ Κυρίῳ, καὶ τῷ πλεονασμῷ τῆς ταπεινοφροσύνης τὸ ἐκ τῆς ἀσκήσεως ἐνδέον ἀναπληροῦσα. Προσεύχεσθαι δὲ ὅπως σε χρὴ, ἐπιζητεῖς ἐκδιδαχθῆναι. Καὶ τοῦτο αὐτὸς ὁ Κύριος ἐξεδίδαξε διὰ τῆς τοῦ, Πάτερ ἡμῶν, ἐπιφωνήσεως, καὶ τοῦ μηδὲν αἰτεῖν πρόσκαιρον, ἀλλὰ τὴν βασιλείαν αὐτοῦ, καὶ τὴν δικαιοσύνην τὴν αἰώνιον. Πλὴν ὅτι τετύπωται ὑπὸ τῶν πατέρων, πρῶτον ἡ εἰς Θεὸν εὐχαριστία· ἔπειτα ἡ τῶν ἁμαρτημάτων πρὸς αὐτὸν ἐξαγόρευσις· καὶ οὕτω ἡ αἴτησις τῆς αὐτῶν ἀφέσεως, καὶ τῆς τῶν ἄλλων σωτηριωδῶν τρόπων ἐπιτεύξεως.
Ἐπ᾽ ἂν οὖν μέλλῃς προσεύχεσθαι, εὐχαρίστει τῷ Κυρίῳ καὶ Δεσπότῃ, ὅτι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγέ σε· ὅτι ἐλυτρώσατό σε ἐκ πάσης πλάνης· καλέσας καὶ ἀξιώσας τῆς ἑαυτοῦ ἐπιγνώσεως μέτοχον γενέσθαι, πλάνης ἐθνικῆς, πλάνης αἱρετικῆς· εἶτα ὅτι καὶ τοῦ μοναδικοῦ καὶ ἰσαγγέλου βίου ἐντός σε παρεσκεύασεν ὑπάρξαι μετὰ τὴν τοῦ κοινωνικοῦ βίου ἀπόλαυσιν· ὧν ἡ ἔννοια ἱκανὴ καταμαλάξαι τὴν ψυχὴν πρὸς κατάνυξιν καὶ δακρύων προσβολήν. Ἀφ᾽ ὧν φωτισμὸς καρδίας, γλυκύτης πνεύματος, ἐπιθυμία Θεοῦ. Ταύτης ἐνυπαρχούσης τῇ καρδίᾳ, πάσης κακίας ἐστὶν ἀποβολή. Ὅταν οὕτως εὐχαριστίας ἀναπέμψῃς τῷ Θεῷ, ἐξαγόρευε αὐτῷ λέγουσα· Σὺ οἶδας, Δέσποτα, ὅσα σοι ἥμαρτον· καὶ ὅσα ἁμαρτάνω καθ᾽ ἐκάστην ὥραν· τήνδε τὴν ἁμαρτίαν, καὶ τήνδε τὴν πλημμέλειαν· καὶ τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ ἀναλογιζομένη. Πλὴν μὴ ἀνιστοροῦσα ὡς ἔτυχε τὰ βλάβην ἐκ τῆς ἐναργοῦς ὑπομνήσεως ἐμποιοῦντα τῇ ψυχῇ. Κἀντεῦθεν ἀνατελεῖ σοι ταπεινοφροσύνης χάρις, μετὰ συντριμμοῦ καρδίας, καὶ φόβου ἀνταποδόσεως Θεοῦ. Μετὰ τοῦτο αἴτησον, στέναξον, δεήθητι τοῦ Κυρίου σου τὴν τούτων ἄφεσιν, τὴν πρὸς τὸ μέλλον πρὸς τὸ εὐαρεστεῖν αὐτῷ ἐνδυνάμωσιν· λέγουσα· Οὐκέτι, Κύριέ μου, Κύριε, παροργίζω σε, οὐκέτι φιλήσω ἄλλο τι παρὰ σὲ τὸν ὄντως ἀγαπητόν· κἂν τε παροργίσω πάλιν, προσπίπτουσά εἶμι τοῖς οἰκτιρμοῖς σου, δοθῆναί μοι ἰσχὺν ἐν ἕξει γενέσθαι τοῦ εὐαρεστεῖν σοι. Εἴ τι ἄλλο κατὰ νοῦν σοι παρίσταται ἀνυσθῆναι ἀγαθὸν, θερμῶς αἰτουμένη. Καὶ μετὰ ταῦτα ἐπικαλοῦ τὴν ἁγίαν Θεοτόκον ἐλεῆσαί σε· τοὺς ἁγίους ἀγγέλους, καὶ ὃν ἔχεις τῆς ζωῆς σου φύλακα ἄγγελον· ἵνα σε φρουρῇ καὶ σκέπῃ· τὸν Πρόδρομον, τοὺς ἀποστόλους, τοὺς ἁγίους πάντας, καὶ οὓς ἔχεις ἐξαιρέτως συνήθως ἐπικαλεῖσθαι, καὶ τὸν κατὰ τὴν ἡμέραν μνημονευόμενον. Ταῦτα οὖν μοι δοκεῖ ἔχειν τῆς προσευχῆς τὴν δύναμιν· κἂν ἕκαστος ἄλλοις λόγοις καὶ οὐχὶ τοῖς αὐτοῖς πάντως προσεύχηται· ὅτι μηδὲ αὐτὸς ἑαυτῷ ὁ προσευχόμενος τὰ αὐτὰ φθέγγεται πάντοτε· ἡ δὲ δύναμις ἡ αὐτὴ ἀναγκαία πᾶσι λελόγισταί μοι. Φυλαχθείης οὖν προσευχομένη τὰ δέοντα, καὶ βελτιουμένη ἑκάστοτε, καὶ ὅλην ἑαυτὴν παριστῶσα διὰ τῆς ἀκριβοῦς βιώσεως ἀρέσκουσαν τῷ Κυρίῳ.