Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 1, Letter 50: To the Same
Ν΄. — Τῷ αὐτῷ.
Θερμὸς εἶ, τέκνον ἠγαπημένον, περὶ τοῦ ἐρωτᾶν καὶ μανθάνειν τὰ χρήσιμα· καὶ τὸ μὲν χρῆμα ἐπαινετόν· οὐχ ἱκανὸς δὲ ἐγὼ λύειν τὰς ἀπορίας σου· ὅμως διὰ τὸ κοινῇ συμφέρον εἰσενεκτέον καὶ νῦν τὰ κατὰ δύναμιν. Ἡ ἐρώτησίς σου περὶ τῶν διγάμων· ὅτι ἀμφισβητούμενόν ἐστι περὶ τῆς συναφείας αὐτῶν, ἆρα στεφανοῦσθαι αὐτοὺς, ὡς ἐπὶ τῶν μονογάμων, ἢ μή; καὶ πῶς, ἐὰν τοῦτο γενήσεται, εἴη συνάφεια, μὴ ὑπὸ τοῦ ἱερέως ζευγνυμένων αὐτῶν; ὅτι φέρεται λόγος ἀπὸ τῶν ἡμερῶν τοῦ ἀσεβοῦς Κωνσταντίνου κρατῆσαι τὴν συνήθειαν τοῦ διγαμικοῦ στεφανώματος, ἐκ τοῦ κατ᾽ αὐτὸν τριγαμήματος· ἐπεὶ μὴ εἶναι ἐν τοῖς πρὸ αὐτοῦ χρόνοις. Ἐγὼ δὲ ἔχειν μὲν τὸν λόγον τὸ πιστὸν ἐντεῦθεν οὐκ ἀποδοκιμάζω. Δεῖ δὲ ὅμως τοῖς ἀληθείας ἐρασταῖς, μὴ ἐκ φορᾶς, ὡς ἔτυχε, λόγου, ἢ συνηθείας ἀνθρωπίνης πιστοῦσθαι τὰ πράγματα· ἀλλ᾽ ἐξ αὐτῆς τῆς θεοπνεύστου Γραφῆς, καὶ τῆς Πατρικῆς καὶ κανονικῆς ἐκδόσεως. Ἡ μὲν οὖν διγαμία παρακεχώρηται δηλονότι ὑπὸ τοῦ ἱεροῦ Ἀποστόλου, καὶ δι᾽ αὐτοῦ παρὰ Χριστοῦ· οὐ μὴν νόμος, ὥσπερ ὁ Θεολόγος Γρηγόριος, ἀλλὰ συγχώρησις· συγχώρησις δὲ οὐκ ἐπὶ ἀμέμπτου καὶ ἀπταίστου γένοιτ᾽ ἄν· πῶς γὰρ, καὶ διατί; ἀλλ᾽ ἐπὶ ἥττης τινὸς καὶ ἁλωσίμου δράματος. Αὐτὸ γὰρ τοῦτο ὁ θεῖος Ἀπόστολος ἠνίξατο εἰπών· Εἰ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν. Ἡ δὲ ἀκρασία τὸ κράτος τῆς ἀνδρείας ἀπολέσασα, ἤττης ἐστὶ καὶ ἀποπτώσεως ἔκγονον. Ἐντεῦθεν ὁρμηθέντες οἱ θεῖοι Πατέρες, ἐπιτιμίῳ ὑπέβαλον τοὺς διγάμους, οἱ μὲν τῆς ἐν Λαοδικείᾳ σύνοδον ἀορίστως, διὰ τοῦ εἰπεῖν· Ὁλίγου χρόνου παρελθόντος καὶ σχολάσαντας ἐν ταῖς προσευχαῖς καὶ νηστείαις, κατὰ συγγνώμην ἀποδίδοσθαι αὐτοῖς τὴν κοινωνίαν ὡρίσαμεν· ὁ δὲ μέγας Βασίλειος ὡρισμένως. Φησὶ γάρ· Περὶ τριγάμων καὶ πολυγάμων τὸν αὐτὸν ὥρισαν κανόνα οἱ Πατέρες, δηλονότι ὃν καὶ ἐπὶ τῶν διγάμων, ἀναλόγως· ἐνιαυτὸν μὲν γὰρ ἐπὶ τῶν διγάμων· ἄλλοι δὲ δύο ἔτη. Δέδεικται τοίνυν ἐκ τῶν ῥηθέντων, ὡς ὑπὸ τὸ πταιστὸν γεγονυῖα ἡ διγαμία εἰλήφει τὸ ἐπιτίμιον. Διὰ τοῦτο γὰρ καὶ οἱ τῆς ἐν Νεοκαισαρείᾳ συνόδου ἅγιοι Πατέρες ἀπεῖρξαν καὶ τοῦ ἐστιαθῆναι πρεσβύτερον εἰς διγαμοῦντος γάμον.
Λέγοντες, Ἐπεὶ μετάνοιαν αἰτοῦντος τοῦ διγαμοῦντος, τίς ἔσται ὁ πρεσβύτερος ὁ διὰ τῆς ἐστιάσεως συγκατατιθέμενος τοῖς γάμοις; Τί οὖν τὸ συμπεραινόμενον ἐξ ἀναγκαίου; Ὅτι ὁ μὲν πρῶτος γάμος, ὡς κυρίως ὦν νόμος, εἰκότως ἐστεφάνωται ὑπὸ τῆς ἱερωσύνης, ὡς ἀνέπαφος, ὡς ἄῤῥυπος, ὡς ἀνάλωτος πορνικῷ πάθει, καὶ διὰ τοῦτο ὡς νικητὴς τῆς ἁμαρτίας κατεστεμμένος. Ἐφ᾽ ᾧ ἕπεται ἡ τῶν ἁγιασμάτων μετάληψις, καὶ ἡ τοῦ στεφανώσαντος, καὶ παντὸς ἄλλου ἱερατικοῦ, ἐν τῷ τοιούτῳ γάμῳ ἐστίασις. Καθὰ καὶ ὁ Κύριος καὶ Θεὸς ἡμῶν ἐν Κανᾷ τῆς Γαλιλαίας ἠξίωσεν ἀριστῆσαι, διὰ τῆς ἐκεῖσε ἐστιάσεως πάντα γαμικὸν ἄριστον κατευλογήσας. Ἀλλὰ καὶ τῆς στεφανικῆς ἀρμογῆς αὐτὸς προλαβὼν τὴν εὐλογίαν ἔθετο ἐπὶ τοῦ ἀρχιπάτορος ἡμῶν Ἀδάμ· πῶς; Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ᾽ εἰκόνα Θεοῦ ἐποίησεν αὐτὸν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς· καὶ εὐλόγησεν αὐτοὺς ὁ Θεὸς, λέγων· Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς. Αὕτη οὖν ἡ εὐλογία τῆς γαμικῆς συναφείας, ἀφ᾽ ἧς πᾶσα εὐλογιστία μονογαμικῆς συζεύξεως· ἐπεὶ καὶ μονόγαμος Ἀδάμ. Ἐπιτηρητέον δὲ ὅτι καὶ ἡ στεφανικὴ ἐπίκλησις ἐκεῖθεν ὥρμηται· τὴν τοῦ πρώτου ἀνθρώπου διάπλασιν, καὶ πρὸς τὴν ἐκ πλευρᾶς αὐτοῦ γυναῖκα σύζευξιν ὑπομνηματίζουσα. Ὁ δὲ δεύτερος γάμος, εἰ καὶ συγκεχώρηται, ἀλλ᾽ ἐπιτετίμηται. Πῶς γὰρ ἂν καὶ στεφανώσεως ἄξιος, ἡττηθεὶς, ἀλλ᾽ οὐ νικήσας; τίς δὲ καὶ ὁ στεφανώσων τοῦτον πρεσβύτερος, ὃς καὶ τοῦ ἁπλῶς ἑστιαθῆναι ἐν τῷ κατ᾽ αὐτὸν ἀρίστῳ Πατρικῶς κεκώλυται; πῶς δὲ καὶ μεθέξει τῆς θείας κοινωνίας, ὁ δι᾽ αὐτὸ τοῦτο εἰργμένος χρόνῳ ἑνὶ καὶ δυσὶ τῶν ἁγιασμάτων; τίνος δὲ ἢ οἵας τῆς εὐλογιστικῆς προσευχῆς γινομένης ἐπὶ τῆς συναφείας αὐτοῦ, μὴ οὔσης ἄλλης παρὰ τὴν μίαν τῆς μονογαμικῆς καὶ πρώτης; Συνῆκται οὖν ἐκ πάντων Γραφικῶς τε καὶ Πατρικῶς, ἀμέτοχον εἶναι στεφανώματος τὴν δευτερογαμίαν· διὰ τοῦτο οὐδὲ ὑπὸ τοῦ ἱερέως ζευγνυμένην· ἀλλὰ μὴν οὐδὲ παραδεδομένην· τότε δὲ προσδεχομένην, ὁπηνίκα εἴη πλήρωσις τοῦ ὁπωσοῦν κατὰ τὴν ἱερατικὴν δοκιμασίαν δοθέντος ἐπιτιμίου· μεθ᾽ ἣν ἕξει καὶ τῶν θείων δώρων τὴν μετάληψιν ἐντεῦθεν εὐλογουμένους αὐτοὺς, οἱονεὶ ὡς ἐπὶ στεφανώματος· κατὰ δεύτερον λόγον, μετὰ συγχώρησιν. Εὐλογία γὰρ τὸ δῶρον, τηνικαῦτα καὶ συναφείας παρὰ τοῦ ἱερέως δεῖγμα· ἔκτοτε μὴ κεκωλυμένου αὐτῷ συνεστιᾶσθαι τοῖς διγαμήσασιν· ὡς ἐπὶ τῶν μονογάμων. Καὶ οὕτω νόμῳ ὁρμᾶται συγχωρητικῷ ἡ διγαμία, κατὰ τὸν Ἀπόστολον· γινώσκουσα τὰ δευτερεῖα ἔχειν τῆς μονογαμίας· καὶ μὴ ἀλόγως τῆς πρώτης ἐπιζητοῦσα τὰ δικαιώματα, ἅπερ προαπήλαυκε.
Φαίης δ᾽ ἄν· Καὶ πῶς ἔλθωσιν ἐπὶ τὴν συνάφειαν; Τοῖς ἀνθρωπίνοις καθήκουσιν ὥσπερ καὶ οἱ τρίγαμοι καὶ πολύγαμοι· οὕτω γὰρ κέκληται ἡ μετὰ τὴν τρίτην πρὸς τῶν Πατέρων. Ἢ στεφανούσθωσαν κἀκεῖνοι. Ἀλλ᾽ ὄντως ἡ ἄγαν διάλυσις τῶν κανόνων, μᾶλλον δὲ τοῦ Εὐαγγελίου, οὐ διγάμους νῦν καὶ τριγάμους, ἀλλὰ καὶ μοιχοὺς στεφανοῦσθαι ὑπὸ τῶν ἱερέων πεποίηκεν· ὡς καὶ τοὺς τῇ ἀντοχῇ τοῦ θείου νόμου μὴ ἐν τούτῳ συναιρουμένους διώκουσα, καὶ ἀναθεματίζουσα, ὡς ἀλλοτρίους Χριστοῦ, τοὺς ὑπὲρ ἐντολῆς καὶ ἀληθείας αὐτοῦ ἐνισταμένους. Ἔκστηθι, οὐρανὲ, ἐπὶ τούτῳ· τὰ ἄνω κάτω, ἡ δικαιοσύνη ἀνομία, τὸ φῶς σκότος, ἐξ ὧν οἱ Μοιχειανοὶ λέγουσι καὶ πράττουσι, δείκνυνται. Τοῦτο τοῖς τυφλοῖς καὶ κωφοῖς κατὰ ψυχὴν, καὶ ἐντεῦθεν τοῦ Ἀντιχρίστου τὰ πρόλαβα φέρουσι. Τάχα δ᾽ ἂν κἀκεῖνο εἴποις· Εἰ τὸ ἓν μέρος εἴη παρθένον, πῶς λέγουσί τινες, ὡς τὸ μὲν στεφανοῦται ἐν τῇ κεφαλῇ, τὸ δὲ ἀπὸ γάμου, ἐν τῷ ὤμῳ, γενομένης τῆς στεφανικῆς εὐχῆς; Καί μοι πρὸς τῇ ἀτοπίᾳ, ἔτι καὶ γελοῖον φαίνεται. Διδόσθω γὰρ τριγαμεῖν· καὶ ποῦ τεθείη ὁ στέφανος; ἐν τῇ χειρὶ, ἢ εἰς τὸ γόνυ; εἴγε καὶ ἡ γημαμένη εἶεν ἀπὸ χηρείας, ἐν τῷ ὤμῳ τὸν στέφανον δέξεται. Ἄτοπα ταῦτα. Τίς δὲ ὁ στεφανῶν; καὶ πῶς ἡ ἀμέριστος εὐχὴ μερισθήσεται; θάτερον τῶν μερῶν, ὡς ἀκηλίδωτον, καὶ νικῆσαν, εὐλογούμενον· θάτερον δὲ μή; τῶν γελοίων καὶ ἀμηχάνων. Πῶς τὸ μὲν ἓν μεθέξει τῆς κοινωνίας, τὸ δὲ ἕτερον οὖ· ἐπείπερ ἐν ἐπιτιμίοις; εἴγε καὶ εἴη τοῦτο ὁ ἀνήρ· ἀνὴρ κεφαλὴ γυναικός· καὶ εἰς ἓν σῶμα ἄμφω τὰ συνελθόντα· μεταλήψεται τὸ λοιπὸν σῶμα· ἡ κεφαλὴ δὲ οὔ; τμηθήσεται τὸ ζευχθὲν εὐθὺς ὑπ᾽ αὐτοῦ τοῦ συνάπτοντος ἱερέως· τοῦτό γε κατὰ συγχώρησιν, δοθέντος τυχὸν ποιεῖν αὐτόν· κεφάλαιον γὰρ καὶ τέλος τῆς ζεύξεως τὸ ἅγιον καὶ ἑνιαῖον σῶμα καὶ αἷμα Χριστοῦ· ἢ ἀμφοῖν μεταδοίη; Καί γε ἀπηλλάγμεθα ἀδολεσχίας. Ἔσται γὰρ ἀριδήλως ὁ τοιοῦτος οὐχ ἱερεὺς, ἀλλὰ παραβάτης τῶν θείων διατάξεων, καὶ διὰ τοῦτο καὶ τῆς ἱερωσύνης ἔκπτωτος· ὁπότε οὐδὲ ἑστιαθῆναι τῷ τοιούτῳ γάμῳ παρακεχώρηται, οὐχ ὅτι τοσοῦτον ἀνομῆσαι. Τί οὖν, φαίης, ἀπόλλυσι τὸ παρθενικὸν μέρος τὸν νικητικὸν στέφανον σὺν τῇ εὐλογιστίᾳ, καὶ οὐκ ἐκνικᾷ τὸ μὴ ἡττηθὲν μᾶλλον, συλλογῆσαι καὶ συστεφανῶσαι, καὶ συμμεθέξαι τῆς κοινωνίας, ἑαυτῷ τὸ ἠττημένον διὰ τῆς διγαμίας μέρος; Εἰ ἦν τοῦτο, ἐτυπώθη ἂν παρὰ τῶν Πατρικῶν κανόνων· ἀλλ᾽ οὐκ ἐγεγόνει τις διαφορά. Ὁ δὲ ὑπὸ Πατρικῆς μαρτυρίας μὴ ᾖ διακριθὲν καὶ ὑποτυπωθὲν, κενεμβατεῖν ἐστι καὶ ἐννοεῖν καὶ λέγειν καὶ πράττειν. Ἐγὼ δὲ ἐκεῖνό φημι· ὅτι εἰκότως ἂν τὸ παρθενικὸν μέρος ἀποτυγχάνει τῆς μονογαμικῆς παραδόσεως· ἐξὸν γὰρ δι᾽ ὁμοταγοῦς ἀπόνασθαι ταύτης· ἐπειδὴ καθαρὸν καθαρῷ συναπτέον, καὶ παρθένον παρθένῳ, καὶ νικῶντα τῷ νικῶντι· ἀποπίπτει δέ τις μὴ παρθένῳ ἐθελήσας συναφθῆναι· κἀντεῦθεν ἀτιμάζοι τὸ παρθενικὸν κλέος· ὃ μηδὲ εἶχε τυχόν· ἢ καὶ ἔχων, τῇ προσπαθητικῇ σχέσει τοῦ διγαμοῦντος καθ᾽ οἰονοῦν τρόπον κατέβαλε. Κἀκ τούτου οὐ μᾶλλον ἀνάξει, ἀλλὰ κατάξει αὐτὸν εἰς τὸ ἐπιτίμιον τοῦ διγαμοῦντος μέρους. Ταῦτά μοι κατὰ τὸ δυνατὸν εὔρηται καὶ λέλεκται, ὦ παῖ καλέ. Εἰ δέ σοι ἑτέρως ἔχειν δοκεῖ τἀληθὲς, ἢ τινι ἄλλῳ, μόνον ἐκ Γραφικῆς καὶ Πατρικῆς καὶ κανονικῆς παραστάσεως, συνεπομένης τούτοις καὶ τῆς οἴκοθεν διανοηματικῆς ἐπιδόσεως· καὶ ἡμεῖς γε ποδηγηθῆναι ἕτοιμοι, καὶ ἐλλαμφθῆναι πρόθυμοι τῆς παρ᾽ ἄλλων δαδουχίας, ἐνδεεῖς φωτὸς ὑπάρχοντες ὅτι μάλιστα.