Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 1, Letter 51: To the Same

ΝΑ΄. — Τῷ αὐτῷ.

Τρία ταῦτα πέπονθα ἐν τοῖς παροῦσί σου γράμμασι, ποθητὸν τέκνον· ὁμοῦ τε ἐξεπλάγην, ἠγάσθην τε, καὶ ᾖσα· τὸ μὲν διὰ τοὺς παρανόμους· τὸ δὲ διὰ τοὺς εὐνόμους· τὸ τρίτον διὰ τὸν δυναμοῦντα Θεὸν τοὺς ἐν τῷ νόμῳ αὐτοῦ ἐπερειδομένους. Καὶ περὶ μὲν τοῦ ἱεροῦ μου Ἀθανασίου, καὶ τῶν σὺν αὐτῷ τριποθήτων· ἔτι μὴν καὶ τοῦ ἀνδρικωτάτου μου Θεοσώστου, τῆς τε αὐτοῦ δυοπεντεκαιδεκάδος θεοσθενοῦς συνοδίας· ὡς ἐν τοῖς πρὸς αὐτούς μοι γραφεῖσιν ἱκανοῦ ὄντος, ἐατέον ἐνταῦθα λέγειν· εἰ καὶ ὅτι πλειόνων δέοιντο λόγων καὶ ἐπαίνων· θείως καὶ ἀθλητικῶς διηγωνισμένοι, καὶ ἔτι ἐναγωνιζόμενοι.

Ἐπὶ δὲ τὸν κολοφῶνα τοῦ λόγου μέτειμι. Τίς οὕτω ἀκήκοε σχεδὸν παράνομα καὶ ἔκτοπα Χριστιανὸς, ἃ ὑπὸ τῶν δυσωνύμων Μοιχειανῶν γεγένηται, λεγομένων μὲν ἱεραρχῶν, ὄντων δὲ ἀνιέρων ὑπὸ πάσης ἀποστολικῆς καὶ Πατρικῆς φωνῆς, καὶ ἄνευ τῆς αἰρέσεως; Τύπτων οὕτω τίς τέτυφεν ἀνθρώπων, οὐ λέγω Χριστιανικὴ χεὶρ, ἀλλὰ βαρβαρική· δὶς ἑκατοντάσι πρὸς ἐξήκοντα καὶ ἓξ μαστίγων, εἶτα μετ᾽ οὐ πολὺ, δὶς δύο ἑκατοντάσι βουνεύρων ἐπὶ τῶν νώτων· ὡς ὁ γενναῖός γε ἀρχιεπίσκοπος, μᾶλλον δὲ ἀλλοτριοεπίσκοπος Θεσσαλονίκης, καὶ οὐ τῶν ἀγελαίων τινὰ, ἀλλὰ μονάζοντα, καὶ τοῦτον ἡγούμενον, καὶ μάλα τὸν εὐλαβέστατον, τοὔνομα Εὐθύμιον, τὸν τῆς εὐθυμίας ὄντως φερώνυμον; Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός· καὶ ἔφριξα ἐγὼ ὁ τάλας· οἶμαι δὲ καὶ πᾶς τις τῶν ἀνθρώπων τὴν φυσικὴν ἡμερότητά τε καὶ ἐλεημοσύνην ἔχων, καὶ ἀκούων. Ὃς εἰς τύπον Χριστοῦ ὀφείλων κεῖσθαι, καὶ τυπτόμενος μὴ ἀντιτύπτειν, καὶ τῶν θηρίων ὡμότερος γέγονεν, οὐ τί που ἴχνος Χριστιανικὸν φέρων, πολλοῦ γε εἰπεῖν ἱεραρχικόν.

Καὶ ὑπὲρ τίνος ὁ δαρμός; ἵνα τὸν τοῦ Χριστοῦ ἀθλητὴν πείσῃ συνθέσθαι ἀναφέρειν αὐτὸν ὡς ἱεράρχην. Ἀλλ᾽ ὦ τῆς γενναιότητος καὶ κραταιότητος τοῦ μάκαρος! Οὕτω γὰρ δίκαιον εἰπεῖν· ὅτι καὶ μετὰ τοσαύτας πληγὰς καὶ αἴματος ἁγίου ῥύσιν, ὡς φοινίσσεσθαι τὰ πέλματα τῶν ποδῶν τῶν ἐκεῖσε παρόντων, καὶ οἰονεὶ πηλοποιεῖσθαι τὸ πορφύρεον κονίαμα εἰς οἰκοδομὴν τῆς τοῦ Θεοῦ Ἐκκλησίας· κείμενος ἤδη βραχὺ ἄπνους καὶ ἄφωνος, καὶ ἐρωτηθεὶς παρὰ τῶν κολαστῶν μνημονεύειν τὸν τύραννόν φημι, ἀλλ᾽ οὐκ ἀρχιεπίσκοπον· Οὐ, φησὶν ὁ μακάριος· οὕτω μέχρι θανάτου σχεδὸν οὐ παρατρέψας τὸν νοῦν· οὐ παρεκκλίνας τι τῶν ὀρθοδόξως ἐγνωσμένων αὐτῷ. Μικροῦ δὴ παρέδραμέ με ἀναγκαῖόν τι· ὅτι καὶ ὁ ναὸς τοῦ Θεοῦ πραιτώριον γέγονε Πιλατικόν. Ἐκεῖσε γὰρ ἔφης, ἤτοι εἰς τὸν λεγόμενον τοῦ Ἀρχαγγέλου ἱερὸν δόμον τετύφθαι τὸν μάρτυρα· ὃν οἱ μὲν ἀτίθασσοι τιμωροὶ εἴασαν ἡμιθανῆ· τὶς δὲ Χριστομίμητος λαβὼν ἐπὶ τὸν ἴδιον οἶκον· καὶ ταῖς ἁμοῤῥαγίαις καὶ ξεσμοσαρκίαις προσπλάσας κώδιον ἀρνοῦ ἀρτισφαγοῦς ἐζωοπύρησε τὸν ἄνδρα· μικρὸν δὲ καὶ κατὰ βραχὺ ἀναῤῥώσας, ἐξαπέστειλε λάθρα διὰ τὴν καλοῦσαν ἐντολήν· πεφευγότος τοῦ θανέντος ἤδη καὶ παραδόξως ἐξεγερθέντος εἰς στήλην ὀρθοδοξίας καὶ θρίαμβον τῶν κακοδόξων. Τί τούτων ἀσεβέστερον; τίς δὲ παρὰ ὀρθοδόξων εἰς αἱρετικὸν τοιαῦτα πέπραχεν; Ἀλλ᾽ ἵνα φανῇ κἀντεῦθεν αὐτῶν ἡλίκη ἡ ἀσέβεια τῶν Μοιχειανιζόντων, καὶ τίς τίνος μαθητὴς, Χριστοῦ μὲν ὁ τυπτόμενος κατ᾽ αὐτὸν καὶ φέρων, διαβόλου δὲ ὁ τύπτων. Οὕτω ἱεράρχης καὶ ἔνθεν ἐκφοβεῖν βουλόμενος, καὶ ἐκδικῶν τὰ κατ᾽ αὐτόν. Οὗ ῥυσθείημεν τῆς μερίδος, ἀδελφὲ, τοῦ δὲ πρώτου εἴημεν σὺν πᾶσιν εὐσεβέσι. Καὶ ἴδε, Κύριε, Κύριε, τὴν κάκωσιν ταύτην, καὶ φεῖσαι τοῦ λαοῦ σου· πρυτανεύων εἰρήνην ὀρθοδοξίας τῇ καθ᾽ ἡμᾶς Ἐκκλησίᾳ. Οὐδὲν γὰρ ἡμῖν λέγειν ἄλλο πρὸς τὰ παρόντα· μετὰ τοῦ καὶ πάντα φέρειν ῥάως ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ.

Σὺ δὲ, ὦ τέκνον μου ἠγαπημένον, εἰ καὶ μετεφρουρήθης ἑτέρωθι, καθὰ ἐσήμανας, χαῖρε· ὅτι οἱ στέφανοί σου πλείους πλέκονται. Καὶ εἰ καὶ Λεόντιος ὁ ποτὲ μαθητὴς, νῦν δὲ ἀρνητὴς, ἡγουμενεύσει τῶν ἐν οἷς εἶ κεκλεισμένος, μὴ θαυμάσῃς· καιρὸς ὁ παρὼν μακροθυμίας Θεοῦ, καὶ ὅπως οἱ δόκιμοι φανῶσι, καὶ ἵνα ἄρξῃ ὁ υἱὸς Ταβεὴλ τῆς Βηθλεέμ. Περὶ τοῦ ἐξαγορεύσαντος καὶ αἰτησαμένου τὸ ἐπιτίμιον, καλῶς δέδοται· σύμφημι δέ σοι εἰπόντι αὐτῷ, εἰ μὴ βούλοιτο ἐπιτιμιάζεσθαι ἐν τῷ κτένειν ἐχθροὺς, μηδὲ ἀφιστάσθω τοῦ κτένειν· καὶ ἡμεῖς γε ἔξω κρίματος. Εἰ δὲ ἕλοιτο ὑποπίπτειν τοῖς τῆς Ἐκκλησίας κανόσιν, ἓν τοῖν δυοῖν αἱρετὸν αὐτῷ· ἢ κτενόντι ἐπιτιμᾶσθαι, ἢ μὴ μένειν ἀνεπιτίμητον. Καὶ οὐ διὰ τοῦτο τὸ πρῶτον διαβλητέον· ἐπαίνων γὰρ ἄξιοι· ὡς ὁ θεῖός φησι Πατήρ· ἀλλὰ ληπτέον αὐτοῖς καὶ τὸ ἐπιτίμιον· ἐπεὶ καὶ πάλαι Μωσῆς ὁ θεόπτης ὑποστρέψαντα τὸν Ἰσραὴλ ἐκ τοῦ κατὰ τῶν Μαδιανίτων πολέμου μετὰ νίκης, ἀφορίζει ἔξω τῆς παρεμβολῆς ἑπτὰ ἡμέρας, ἐκ Θεοῦ δηλονότι κινούμενος, λέγων οὕτως· Πᾶς ὁ ἀνελὼν ψυχὴν, καὶ ἁπτόμενος τοῦ τετρωμένου, ἀγνισθήσεται τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, ὑμεῖς καὶ ἡ αἰχμαλωσία ὑμῶν. Ὅθεν μοι δοκεῖ ὁ μέγας Βασίλειος ἀφορμηθεὶς, μᾶλλον δὲ θεοπνευσθεὶς, δίδωσι τὸ τῆς τριετίας ἐπιτίμιον, καὶ ὡς ἂν οἰκονομήσῃ ὁ διδούς. Ἐνδεχομένη γὰρ καὶ οὐκ ἀναγκαίως κατὰ τὸ κείμενον πάντως ἡ τῶν τοιούτων δόσις. Ἔῤῥωσο ἐν Κυρίῳ, υἱέ μου ποθητὲ, εὐχόμενος περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ, καὶ τοῦ συμπροσαγορεύοντός σε ἀγαπητοῦ τέκνου μου, σοῦ δὲ ἀδελφοῦ, Γρηγορίου.

· Contents ·