Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 1, Letter 52: To Philip the Deacon

ΝΒ΄. — Φιλίππῳ Διακόνῳ.

Μὴ οἴου με, ὦ ἱερὲ ἄνερ, κλείειν τὴν πύλην τῆς μετανοίας· Ναυατιανῶν γὰρ τὸ ἔργον· ἀλλὰ μὴ βούλεσθαι ἀνοίγειν θύραν τῆς ἁμαρτίας τοῖς βουλομένοις. Ἢ γὰρ οὐχὶ τοιοῦτον ὅπερ διὰ τῶν προτέρων σου γραμμάτων δεδήλωκας; τὸ τὴν νεάνιδα εὐξαμένην εὐχὴν, εἰ καὶ ἀναρρωσθείη ὁ μνήστωρ, νυμφευθῆναι Χριστῷ· εἶτα ἐπειδὴ ἀνέσφηλεν ἐκεῖνος, ἐθέλουσαν αὐτῷ συναφθῆναι, ἐπ᾽ ἀθετήσει τοῦ δευτέρου, ζητεῖν πρὸς τοῦτο ἴαμα. Κάλλιστα τοίνυν ἀπεκρίθημέν σοι· καὶ οὐχ οἷόν τε ἄλλως ἀποδιδόναι λόγον, τὸν ἀνθρώπων τὰ Θεοῦ προκρίνοντα. Τίς γὰρ ἂν καὶ δοίη ἐπιτίμιον τῷ μήπω ἡμαρτηκότι, πλὴν τοῦ βούλεσθαι; Ἢ τίς ἰατρὸς πρὸ νόσου μοτοῖ, καὶ οὐχὶ μᾶλλον εἴργει μὴ νοσηλεῦσαι τὸν ἐπὶ τοῦτο ρέποντα; Καί γε ἰατρείας ὅρος, ἢ τὴν ὑπάρχουσαν ὑγίειαν περιφυλάξαι, ἢ τὴν ἀποῦσαν ἀνακαλέσασθαι. Ἄλογον δὲ, σύγγνωθι, τὸ μὴ ἤδη παροῦσαν, ἀλλὰ μελετωμένην, ἰατρεύειν ὡς οὖσαν· οὐ γὰρ ἰατροῦ, ἀλλὰ πτωματιστοῦ τὸ δρᾶμα, ὑφελκομένου προσεμπαρῆναι εἰς πάθος αὐτὸ τὸ ἔτι ἀπαθές. Τοιοῦτον οἷον καὶ τὸ τῆς παιδός. Καὶ οὔπω λέγω, ὅτι καὶ τὸ ἀγαθόν τι ἐνθυμηθῆναί τινα, μὴ τοῦτο εἰς πέρας ἄγοντα, ὑφέξειν κρῖμα, καθὰ ὁ θεῖος Βασίλειος διωρίσατο.

Ἐνταῦθα δὲ οἱονεὶ καὶ ἔργον προύβηκε τὸ βουλευθὲν διὰ τῆς αἰτήσεως καὶ θείας συντάξεως. Φείδοισθε οὖν, ὦ φιλούμενοι, τὰ τοιαῦτα παίζειν· ἀκούοντες τοῦ λέγοντος· Ἀγαθὸν μὴ εὔξασθαι, ἢ εὔξασθαι καὶ μὴ ἀποδοῦναι. — Οὐχὶ μένον ἔμενέ σοι, φησί; Τί ὅτι ἐψεύσω τῷ Πνεύματι τῷ ἁγίῳ; Καὶ τὸ ἑξῆς πάρειμι διὰ τὸ δύσφημον. Καὶ οὐχ ὅτι καταφρονητικῶς ἔχω τῆς παιδός· φείδομαι γὰρ αὐτῆς, ὡς τῆς κόρης μου τοῦ ὀφθαλμοῦ· καὶ δι᾽ ἑαυτὴν ἐφιεμένην ἐκ τῆς εὐτελείας μου θεραπεύεσθαι· καὶ διὰ τὴν κυρίαν τὴν μητέρα, ἣν σέβω καὶ περιέπω, ὡς τὴν ἐμὴν ὁσίαν μητέρα· ἀλλὰ τὸ κρῖμα δεδοικὼς, ὃ παρασταίη ἐν ἡμέρᾳ κρίσεως ἑκάστῳ τῷ τε ἐρωτῶντι καὶ τῷ ἀποκρινομένῳ· ὡς ἐκφευκτέον μέχρι καὶ ἀργοῦ τοῦ τυχόντος ῥήματος, μὴ δώσειν ἡμᾶς λόγον τῷ ἀδεκάστῳ κριτῇ. Εἰ μὲν οὖν μήπω ἔζευκται ἡ νεᾶνις, ὁ αὐτὸς ἡμῖν λόγος, καὶ οὐκ ἄλλος ἐναντίον Θεοῦ καὶ ἀνθρώπων· ὃν καὶ ὑμᾶς εὐλαβεῖσθαι χρεών. Εἰ δὲ συνέζευκται, φεῦ τῆς ἐμῆς ταλαιπωρίας! δηλωτέον, καὶ τότε δώσομεν τὸ ἐπιτίμιον· οὐδὲν γὰρ ἀθεράπευτον τοῖς ἰαθῆναι βουλομένοις.

· Contents ·