Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 1, Letter 53: To Stephen the Reader and Those with Him
ΝΓ΄. — Στεφάνῳ ἀναγνώστῃ, καὶ τοῖς σὺν αὐτῷ.
Γράμματα ἐδεξάμην τῆς θεοζήλου ἀγάπης σου· τῇ μὲν ἐπιγραφῇ ἐξ ἑνὸς, τῇ δὲ δυνάμει ἐκ διαφόρων προσώπων ἐπεσταλμένα. Εἴτε γοῦν ἐξ ἑνὸς, εἴτε ἐκ πλειόνων, ὀφειλέτης εἰμὶ ἐρωτηθεὶς, καθ᾽ ὅσον οἷόν τε τῇ ἁμαθίᾳ μου, ἀξιόλογον τὴν ἀπόκρισιν ἀποδοῦναι. Ἐκεῖνο δέ μοι πρῶτον, ὅτι ὧν κατεπαδόμην παρὰ τῆς πολυυμνήτου γλώττης σου, ξένος ἐγὼ ἐπαίνων ἁμαρτωλὸς ὑπάρχων, καὶ ἀκατόρθωτον τὸν βίον κεκτημένος. Εἰ δέ τι γέγονε, Θεοῦ τὸ δῶρον, διὰ μὲν τῆς τοῦ γεννήσαντός με πνεύματι Πατρὸς κεχαρισμένον, δι᾽ ὑμῶν δὲ τῶν τῆς εὐσεβείας ἐραστῶν ἱκετηρίας πρὸς τὸ ἑξῆς φυλαχθησόμενον ἀπήμαντον. Δεύτερον οὐκ οἶδ᾽ ὅπως τὴν ἐξηγορίαν ποιήσομαι· μὴ εὐκρινῶς προαχθείσης τῆς πεύσεως. Ὅλως τὸ ζητούμενον εἰς Ταράσιον τὸν πατριαρχήσαντα περιίστασθαι ὑπολελόγισμαι. Ἐγὼ μὲν οὖν καὶ ἔκπαλαι περὶ τοῦ προταθέντος οὐκ ἀμελῶς ἔσχον, πολλὰ συστραφεὶς ἐν ἐμαυτῷ, καὶ ἀναθεωρήσας τῶν πραγμάτων τὰς ἐκβάσεις. Καὶ μέντοι καὶ τοὺς ὑπὲρ τοῦ καλοῦ ἐνισταμένους, καὶ πολλοῖς χρόνοις τληπαθήσαντας, ἐν ἐπαίνῳ καὶ ἀποδοχῆς λόγῳ ἔχω· οὐ μὴν παντάπασιν, ὡς δηλώσων ἔρχομαι, καὶ τὸ κτήσασθαι ὁμογνώμονας ἐφίεμαι. Πῶς γὰρ οὐ, τηλικούτους ἀνδρικοὺς ἐπ᾽ εὐσεβείᾳ, δεδειγμένους;
Ἀλλὰ μετὰ τοῦ τῆς ἀληθείας λόγου, καὶ τῆς ἐνδεχομένης καὶ προσηκούσης δυνάμεως. Τοιγαροῦν ὧδε φαίημι· Τί τὸ τὴν διαφορὰν πρὸς Ταράσιον ποιοῦν ἡμῖν; Πίστις; Καὶ ὅσον ἐκ τοῦ προφανοῦς, ὀρθόδοξος, ταῖς τε ἁγίαις συνόδοις ἠκολουθηκὼς, καὶ ὁμοφρονήσας τοῖς ἄλλοις πατριάρχαις· ἀγωνισάμενος μάλιστα ὑπὲρ πίστεως τὸ πρότερον. Ἡ τῶν ἐξ αἱρέσεως ὑποστρεψάντων παραδοχή; Καὶ οὐχ ὑπ᾽ αὐτοῦ καινοτομηθεῖσα· πρὸς γὰρ τῶν ἁγίων Πατέρων τριχῶς παραδεχομένων· ἢ διὰ ἀναβαπτισμοῦ, ὡς ἡ τῶν Πεπουζηνῶν· ἢ διὰ χρίσεως μύρου, ὡς ἡ τῶν Ἀρειανῶν· ἢ δι᾽ ἀναθεματισμοῦ τῆς οἰκείας δόξης, ὡς ἡ τῶν Νεστοριανῶν.
Ἡ ἐν χρήμασι χειροτονία, ἥτις ὑποπίπτει κατὰ τὸ ἀναγκαῖον καθαιρέσει; Ναὶ, πανάληθες· καὶ γοῦν τηνικαῦτα ποιμένες λύκοι βαρεῖς ὤφθησαν· κατεσκάφθη θυσιαστήρια· ἠτιμώθη θεῖα λείψανα· βίβλοι ἱεραὶ ἐνεπρήσθησαν. Τί πλέον; αὐτὴ ἡ εἰκὼν τοῦ Χριστοῦ πρὸς ἄλλαις σεπτοτάταις ἐνύβριστο καὶ κατεπεπάτητο. Καὶ τίς ἂν ἐν ὀλίγῳ διεξέλθοι τὰ μακρᾶς ἱστορίας δεόμενα; Ἀλλὰ τί ὅτι ὁ μετέπειτα πρόεδρος ἐκ τῆς κοσμικῆς ὕλης θᾶττον εἰς τὸ τῆς ἱεραρχίας ἀξίωμα προβὰς, οὐχ οἷός τε γέγονεν ὑπερμαχῆσαι ἱκανῶς τοῦ πνεύματος; Ἐντεῦθεν τὰ σκάνδαλα· ἐκεῖθεν καὶ τὰ ἤδη ταράττοντα τὴν αἰτίαν εἴληφεν. Ὑμεῖς μὲν οὖν, ὅπως τὰ πρὸς αὐτὸν ἔχοιτε, ἴστε. Ἡμεῖς δὲ, ἐπειδὴ ἐν τῷ μέρει τῶν ἐν χρήμασι χειροτονηθέντων ἠκούομεν παρ᾽ αὐτοῦ μὴ προσίεσθαι αὐτοὺς εἰς κοινωνίαν, κἂν οὐχ οὕτως ὑπενοεῖτο, συμφέρον ἡγησάμεθα διὰ τὸ τῆς εἰρήνης καλὸν τὴν πρὸς αὐτὸν ὁμόνοιαν· ἐπείπερ φησὶ καὶ ὁ Θεολόγος· Ἕως ἐξὸν, ἀποκλιτέον πρὸς ταύτην. Καὶ οὗ τὸ λυποῦν ὑπόνοια, βέλτιον τῆς αὐθαδείας ἡ συγκατάθεσις. Καὶ οὔτε ἡμεῖς καθέλκομεν ὑμᾶς τῆς συνειδήσεως· μηδ᾽ αὐτοὶ ἀπαιτοίητε ἡμᾶς τῆς οὐ προφανοῦς ἡμῖν διαγνώσεως· ἐπειδὴ καὶ πρόσωπον καὶ χρόνος καὶ πεῖρα διαλλάττειν ποιεῖ τοὺς μὴ ἐπὶ τῶν αὐτῶν ὡσαύτως φθάσαντας.
Ἀλλὰ τίς ὁ πρὸς τὸν θεῖον Γερμανὸν ἀναποδισμὸς καὶ τὸ ἐκεῖθεν ἐκ παντὸς ζητεῖν τὴν χειροτονίαν; Τί γὰρ καὶ οἱ ἐν μέσῳ τρεῖς αἱρετικοί; οὐκ ἔστι τις μὴ ὑπ᾽ αὐτῶν χειροτονηθεὶς, ἢ ἐκ τῶν πρὸς αὐτῶν χειροτονηθέντων, κατὰ κάθοδον μέχρι Ταρασίου ἀμειβομένης τῆς χειροτονίας; Πόσοι ἐξ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης ἤκασιν ἐν τῷ μεταξὺ, καὶ συνήφθησαν διὰ κοινωνίας τῇ καθ᾽ ἡμᾶς Ἐκκλησίᾳ ἱερωμένοι; Καὶ ὅσοι ἄνευ χρημάτων τηνικάδε κεχειροτόνηνται, καὶ κεχειροτονήκασι, κἂν ἡρέτιζον; Ταῦτα πάντα Θεοῦ μόνου γινώσκειν, καὶ οὐκ ἀνθρώπου διαβεβαιοῦσθαι. Καὶ διὰ τοῦτο πάντας καθῃρημένους ὑπολαμβάνειν. Ἀλλ᾽ ἐπεὶ ἄνθρωποι, ὡς ἄνθρωποι, παρακαλῶ, τὰ πράγματα κατίδωμεν· διότι ἄνθρωπος εἰς πρόσωπον, Θεὸς δὲ εἰς καρδίαν ὁρᾷ, καὶ ἡ διὰ στόματος ὁμολογία μόνον ἀπαιτείσθω, ἡνίκα ἂν μὴ προφανῶς διαψεύδηται· καθ᾽ ἣν καὶ Ταράσιος τὴν χειροτονίαν ἐδέξατο· ἐφ᾽ ᾗ καὶ οἱ τότε ζηλωταὶ καὶ ἀκριβεῖς, καὶ συνῆλθον Ταρασίῳ, καὶ ὡμογνωμόνουν· καὶ θᾶττον μετὰ τὴν σύνοδον διηνέχθησαν πρὸς τῇ παραδοχῇ κατ᾽ αὐτοὺς τῆς ἐν χρήμασι χειροτονίας· καὶ δι᾽ ἄλλα τινὰ ζητήματα. Ἂν τοῦτό γε οὕτω δοκοίη εὖ ἔχειν καὶ ὑμῖν· καὶ πρὸς τὸ ἑξῆς βαδιούμεθα. Ταῦτα γὰρ καὶ ἀπὸ Ταρασίου μέχρι τοῦ δεῦρο λεχθήσεται. Τί δὲ τὸ συμπέρασμα; Τὸ ἀπὸ παντὸς ἱερέως ἀδιαβλήτου, κατὰ τὸν Θεολόγον καὶ Χρυσόστομον, μετέχειν. Ὁ μὲν γὰρ, φησίν· Ἔστω σοι πᾶς ἀξιόπιστος εἰς τὴν κάθαρσιν, μόνον ἔστω τις τῶν ἐγκρίτων, καὶ μὴ προδήλως κατεγνωσμένων, μηδὲ τῶν τῆς πίστεως ἀλλοτρίων. Ὁ δὲ, Περιεργάζου, πολυπραγμόνει· οὐ γὰρ ἀκίνδυνος ἡ ἀνεξέταστος κοινωνία. Περὶ γὰρ μεγάλων ὁ κίνδυνος.
Ἐκζητήσωμεν τοίνυν καὶ πολυπραγμονήσωμεν παρ᾽ οὖ ὀφείλομεν κοινωνῆσαι· εἰ τὴν πίστιν ὁμολογοίη ὀρθὴν, εἰ μὴ χρήμασι κεχειροτόνηται· εἰ μή τι ἄλλο τῶν κατὰ τὸν βίον αὐτοῦ ὑποπτευομένων καὶ ἠκουσμένων σφαλερῶν, ἀληθές. Εἰ δὲ ὅτι τὴν χειροτονίαν καταγομένην ἔχει ἀπὸ τοῦ δεῖνος, εἴτε ἐξ αἱρετικοῦ, εἴτε ἐκ χρηματοχειροτονήτου· αὐτὸς δὲ οὔτε αἱρετικὸς, οὔτε ἐν γνώσει ἐκ χρηματολήπτου, εἴτ᾽ οὖν Σιμωνιανοῦ, κεχειροτονημένος· ὁμολογοίη δ᾽ ὅμως τὴν πᾶσαν ἀλήθειαν, τήν τε πίστιν φυλάττειν καὶ τοὺς κανόνας ἀπαρατρώτους· τούς τε κατ᾽ ἀμφότερα παρατετραμμένους ἀποβαλλόμενος· οὐδεὶς ἡμῖν λόγος ἀποχῆς πρὸς αὐτόν. Ἀκατάγνωστος γὰρ ὁ τοιοῦτος κατὰ τοὺς προδεδηλωμένους ἁγίους, καὶ δι᾽ αὐτῶν κατὰ πάντας. Οὕτω τοίνυν καὶ κοινωνοῦμεν, καὶ ὑμῖν ταυτὸ ποιεῖν συμβεβουλεύμεθα. Ἐπεὶ εἰ περισσότερον διηρεύνηται, ἀποκρούε ται μὲν, ὡς δέδεικται, τὰ τῶν Πατέρων παραγγέλματα· ἐκλιμπάνει δὲ τοσοῦτον τὸ τῆς ἱερωσύνης δῶρον, ἐφ᾽ ᾧ τὸ Χριστιανοὶ καλεῖσθαι ἔχομεν· ὡς εἰς ἐθνικὴν ἡμᾶς μεταπεσεῖν λατρείαν· ὅπερ ἄτοπον. Πρὸς τό γε καὶ ἀκριβευομένους, οὕτω μηδὲ ἐν Δύσει καὶ Ἀνατολῇ ἀφικομένους εὑρίσκειν τὸ ζητούμενον, ἀναδρομάδην καθαιρουμένων πάντων διὰ τῆς ἀλληλούχου συλλειτουργήσεως· ἐπειδὴ προφανῶς τῷ Ῥωμαίων προέδρῳ ἐπὶ Ταρασίου συνιεράτευσαν οἱ ἐκ τῶνδε ἀποκρισιάριοι ἀποσταλέντες· κἀκείνου τάχα τοῖς τῆς Ἐώας· καὶ φροῦδα ἐντεῦθεν τὰ τῆς ἱερωσύνης· ὃ ἀπαγορεύσαντες πάντως, καταδεξόμεθα ἐν τῷ προειρημένῳ κατὰ τοὺς ἁγίους μέτρῳ στῆναι.
Διότι πολλὰ συνέβη καὶ συμβαίνει τοιαῦτα παραπτώματα ἐν τῇ Ἐκκλησίᾳ· ἃ οὐδεὶς τῶν ἁγίων εὕρηται οὕτω διερευνήσας· ὅτι μηδὲ οἷόν τε, οὔτε μὴν ἐκδέδωκε φυλάττειν ἡμᾶς. Ἔχει μὲν ταῦθ᾽ οὕτως. Περὶ δὲ τοῦ προὐργιαίτερον ἡμῖν εἶναι τῆς μοιχοκυρώτου συνόδου τὴν καθ᾽ ἡμᾶς ἔνστασιν, τεθαύμακα ἀκούσας· τοσοῦτον γὰρ προτιμοτέρα, ὅσον ἀποστολικῆς φωνῆς ἡ Κυριακή.
Καὶ οὔπω λέγω ὅτι Ταράσιος οὐκ ἐκήρυξεν ἐν χρήμασι χειροτονεῖσθαι. Ἀλλὰ καὶ τοὺς τοιούτους ὁμολογῶν μὴ δέχεσθαι κατὰ τὸ προφανές· ὧδε δὲ δόγμα κατά τε τοῦ Εὐαγγελίου, τοῦ τε Προδρόμου, τῶν τε κανόνων, συνοδικῶς διὰ τῆς τοῦ μοιχοζεύκτου παραδοχῆς ἐκπεφώνηται, βεβαιοῦν τὴν παρανομίαν οἰκονομίαν, τούς τε ἱεράρχας καὶ ἱερεῖς ὁπόταν βούλωνται ἐξουσιάζειν τῶν κανόνων· καὶ τοὺς μὴ ταυτὸν φρονοῦντας ἀναθεματίζον καὶ ἐκσκορακίζον, καθάπερ ἴστε. Τοῦτο καὶ τῆς Εἰκονομάχου αἱρέσεως, εἰ καὶ δεύτερον, ἀλλ᾽ οὐκ ἔλαττον τοῖς εὐσεβῶς ἀναθεωροῦσιν. Ὧν ὁ Κύριος ταῖς εὐχαῖς ἐκποδὼν τὸ κακὸν ἄρας πρυτανεύσοι εἰρήνην ὡς τὸ ἀπαρχῆς τῇ αὐτοῦ Ἐκκλησίᾳ. Πλὴν ὅτι, καθὰ γέγραφας, θάτερον, ὑπὸ θατέρου βάλλεται, καὶ διάλληλος ἡ ἐπίγνωσις καὶ λύσις τῆς ἀνομοδέσμου πράξεως. Ἐῤῥωμένον, καὶ εὐχόμενον ὑπὲρ τῆς ταπεινώσεως ἡμῶν πανέστιον ὁ Κύριός σε διαφυλάξοιε, φίλων πρώτιστε, καὶ ζηλωτῶν κράτιστε.