Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 1, Letter 54: To Abbess Anna

ΝΔ΄. — Ἄννῃ ἡγουμένῃ.

Τί ὑπεστείλω τοῦ γράφειν καὶ γνωρίζειν ἡμῖν τὰ τῆς ὀσιότητός σου; Ἡμεῖς δὲ διὰ τοῦτο μᾶλλον οὐ διαλείψομεν. Τὸ μὲν διὰ τὸ ἅπαξ ἡμᾶς ἀνοῖξαι τὸ ταπεινὸν στόμα· τὸ δὲ διὰ τὸν κατὰ Θεόν σου ζῆλον καὶ πυρίπνουν εὐσέβειαν. Πυνθάνομαι γάρ σε ἄληκτον ἔχειν τὸ περὶ τοὺς ἀδελφοὺς ἡμῶν εὐποιητικὸν, ἔνθεν κἀκεῖθεν περιθέουσαν, καὶ ἕκαστον τὸν παρατυγχάνοντα δεξιουμένην φιλανθρώπως, καὶ τοῖς εὐκταίοις ῥήμασι παραπέμπουσαν ὡς Χριστοῦ διάκονον. Ὢ τῆς καλλίστης σου ταύτης πραγματείας! ὢ τῆς γρηγορούσης σου περὶ τὰ θεῖα ἱερᾶς ψυχῆς! Οὐ γὰρ ὀρφανικὰ ταῦτα. Ἀποκυήματα δὲ ἑτέρων ἀρετῶν, ἤγουν προβλήματα τῆς πνευματικῆς σου πολυκαρπίας· ἐπεὶ οὐδὲ οἷόν τε μὴ εὐωδεῖν τὸν ἐπιφερόμενον ἀρώματα· μηδὲ λαμπαδουχεῖν τὸν φωτοφόρον. Διαδείκνυνται τοίνυν ἐντεῦθεν πάντοτε καὶ πάντως, καὶ μάλιστα ἐν τοῖς ὑπὲρ Χριστοῦ διωγμοῖς, τίνες οἱ τῆς ὁσιότητος ἐρασταὶ καὶ θεόλβιοι, καὶ τίνες οἱ φαυλότητος καὶ ἁμοιράγαθοι· κᾶν τῷ ἔξω σχήματι τὰ ἔνδον καλῶς ἔχειν ὑποπλαττόμενοι....

· Contents ·