Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 1, Letter 55: To Irene the Patrician
ΝΕ΄. — Εἰρήνῃ πατρικίᾳ.
Φιλτροποιόν τι πρᾶγμα ἡ γραμματικὴ προσφώνησις, σχέσιν ἐμποιοῦσα ταῖς ψυχαῖς τῶν ἐρώντων. Καὶ τοσοῦτον, ὅσωπερ ἂν καὶ πυκνάζῃ ἡ ὁμιλία· οἰονεὶ ἀνασκαλεύουσα τοὺς ἐναποκειμένους ἐρωτικοὺς σπινθῆρας, καὶ πολλὴν τὴν ἀγαπητικὴν διάθεσιν ἀνακαίουσα. Τοσοῦτόν τι καὶ ἐν ἡμῖν τοῖς ταπεινοῖς ἀπειργάσατο ἡ ἐπιστολὴ τῆς ἐμμελείας σου, πολυπλασιάσασα τὴν πνευματικὴν φιλίαν αὐτῆς, καὶ τὰ τῆς μνήμης ἐμπυρεύματα ἀκμαιότερα ἐνιζάνουσα. Χρῶ τοιγαροῦν, θεοσεβεστάτη Κυρία, τῷ ἀγαπητικῷ τῷδε φαρμάκῳ· καὶ γνώριζε ἡμῖν τὰ τῆς εὐεξίας καὶ εὐπραξίας σου. Ἴσμεν γὰρ τὸ κατ᾽ ἀρετήν σου ἀειθαλὲς καὶ ποριστικὸν εἰς εὐσέβειαν ἐξ ὧν τε ἀκηκόαμεν, καὶ εἰσέτι ἀκούομεν· καὶ ἀφ᾽ ὧν ἡμεῖς αὐτοὶ εὖ πεπόνθαμεν καὶ πάσχομεν·
εἴτε δανειζομένη τὴν φωνήν· εἴτε καὶ ἐξ οἰκείας γλώττης φθεγγομένη· ὡς ἡμεῖς γε ἡδείᾳ ταύτην μᾶλλον ἐπαίομεν διαθέσει, οὐ ψιλῷ ἤχῳ προσέχοντες· καὶ ἅμα ἐκεῖνο γινώσκοντες, ὡς οὐδεὶς οὕτως εἰκονίσειε ψυχὴν, ὡς ὁ παρ᾽ αὐτῆς προϊὼν λόγος, κἂν ὁποῖός ποτ᾽ ἂν εἴη. Περὶ τῆς κυρίας τῆς θυγατρός σου ὅτι γέγονεν οὕτω μαθόντες, ἠνιάθημεν· εὐχὴν δὲ ποίαν, ἢ ἀπομύρισμα οἷον δῶμεν ἁμαρτωλοὶ τυγχάνοντες; Πλὴν ἐκεῖνο πέπεισο· ὅτι οὐδὲν ἰσχύουσιν αἱ τοιαῦται περιεργίαι, εἰ μήγε ἡμεῖς δῶμεν χώραν ἀπροσεξίᾳ τινί. Ὡς γὰρ οὐχ οἷόν τε τόπον τινὰ ἡλίῳ περιλαμπόμενον, τὸ ἀντίθετον σκότος εἰσδέξασθαι· οὕτως οὐδὲ ἄνθρωπον θείῳ φωτὶ, ἤγουν συνέσει καὶ ἀρετῇ ἐπερειδόμενον, παθεῖν τι τῶν σκαιῶν καὶ δαιμονικῶν μαγγανευμάτων. Ἰαθείη τοίνυν ἡ παῖς ἐν ὀνόματι Κυρίου τοῦ θεραπεύοντος πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν· καὶ ἔστω χεὶρ Θεοῦ περιιπταμένη καὶ ἐπισκιάζουσα τὴν αὐτῆς κεφαλὴν, καὶ ἀποσοβοῦσα πᾶσαν ἐνέργειαν βλαπτικήν· ὡς ἂν εὐεκτοῦσα σὺν μητρὶ θεοφόβῳ ἀποδοίη τὰς εὐχὰς αὐτῆς χαριστηρίως τῷ Κυρίῳ.