Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 1, Letter 56: To Antony, Abbot of St Peter's, and Those with Him
ΝϚ΄. — Ἀντωνίῳ ἡγουμένῳ τοῦ ἁγίου Πέτρου, καὶ τοῖς σὺν αὐτῷ.
Τὰς ἐκ πολλῆς συνοχῆς καὶ θλίψεως καρδίας γραφείσας ἡμῖν ἐπιστολὰς παρὰ τῆς πατρικῆς ὑμῶν ἁγιωσύνης δεξάμενοι· ὅσον κατεστενάξαμεν τί δεῖ καὶ λέγειν, ἀδελφικοῖς σπλάγχνοις κινούμενοι, εἰ καὶ ἀνάξιοι τυγχάνομεν, καὶ ἐκ ταυτοπαθείας τὴν περιπόνησιν ὑμῶν στοχαζόμενοί τε καὶ συνυφιστάμενοι; οὐδὲ γὰρ ἄλλοις ἔστι γνωρίζεσθαι τὸ ὀδυνηρὸν, ἢ τοῖς ὁμοιοπαθῶς τοῖς αὐτοῖς ἐνεχομένοις λυπηροῖς. Ἀλλ᾽ αἱ ἁμαρτίαι ἡμῶν τοσοῦτον ἐπλήθυναν ἐν τῇ παρούσῃ γενεᾷ τῆς ἀνομίας, ψυγείσης τῆς ἀγάπης κατὰ τὸν τοῦ Κυρίου λόγον· ὥστε τοὺς ὀφείλοντας διαλύειν τὰ σκῶλα καὶ προσκόμματα, τούτους τὰ ἴσα ἢ τάχα καὶ δεινότερα τοῖς ἐν ταῖς ἔξωθεν ἀρχαῖς ἔστιν ὁρᾷν πράττοντας. Δεσμωτήριά φατε, ἀπαγωγὰς, ὀνειδισμοὺς, διωγμοὺς, καὶ περιστάσεις ὑφεστάναι, καὶ ἔτι ὑφίστασθαι, παρὰ τῶν κρατούντων τὰς Ἐκκλησίας τοῦ Θεοῦ· καὶ οὐχ ὅτι ὑπὲρ ἐντολῆς ἐνιστάμενοι, ἀλλὰ καὶ εἰ ἑαλωκότες ἦτε ἐν παραπτώμασιν ἀνθρωπίνοις, οὐδαμῶς τὰ τοιαῦτα πανθάνειν ἐξὸν ἦν ὑμῖν παρὰ ποιμένων, Θεοῦ· μὴ ὅτιγε ὑπὲρ ἀληθείας διαθλοῦσιν· οἷς τὸ ἐπαινεῖσθαι καὶ μακαρίζεσθαι κεχρεώστηται· καὶ ταῦτα τῷ μοναδικῷ κατακεκοσμημένοις ἐπαγγέλματι. Ἐκ τῶν ἔργων αὐτῶν ἐπιγνώσεσθε αὐτοὺς, ἔφη ὁ Κύριος. Οὐ δήπου τοιοῦτον παρὰ τοῖς ἁγίοις ἐγνωρίσθη· τοὐναντίον δὲ αὐτοὶ μᾶλλον πεπονθότες ἐδείκνυντο διδασκόμενοι παρὰ τῆς ἀποστολικῆς φωνῆς, ᾗ φησι περὶ τοῦ Κυρίου· Ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει· πάσχων οὐκ ἠπείλει· παρεῖχε δὲ εὐμενῶς τῷ παίοντι καὶ τὴν θείαν σιαγόνα. Ἐντεῦθεν οἱ ποιμένες Χριστοῦ γνώριμοι· κἀκεῖθεν οἱ ἀλλοτριοεπίσκοποι.
Ἀλλὰ τί δεῖ παθεῖν; κατὰ τὴν ἐνσκήψασαν ἐν τῇ ταπεινῇ ἡμῶν γενεᾷ μοχθηρίαν τῶν ἀνθρώπων· ἣν καὶ ὡς αὔχημα ποιούμενοι σεμνύνονται, τὸ παράνομον ἔννομον λογιζόμενοι, κατ᾽ ἐναντιότητα τῶν θείων προσταγμάτων τὴν προστασίαν μετερχόμενοι. Ἐκεῖνοι μὲν οὖν ἃ δεδράκασι καὶ δρῶσιν εὕροιεν, μᾶλλον δὲ συγχωρηθεῖεν παρὰ τοῦ ἀδεκάστου κριτοῦ, τοῦ μὴ ὁτιοῦν ἀνεξέταστον καὶ ἀνεύθυνον παραβλέπειν μέλλοντος ἐν ἡμέρᾳ κρίσεως. Ὑμεῖς δὲ, ὦ ἀδελφοὶ τιμιώτατοι, καὶ Πατέρες σεβασμιώτατοι, χαίρετε καὶ εὐφραίνεσθε, ὅτι τοῦ Θείου μακαρισμοῦ τὸ κλέος ἀπηνέγκασθε· καὶ τὰ τῆς ἀτιμίας τοῦ Χριστοῦ ἐντίμως ὑπεδέξασθε, μικροῖς κόποις καὶ ἀγῶσι μέγιστα καὶ αἰώνια ἀνταμειβόμενοι. Καὶ ἐπειδὴ, καθὰ καὶ προγεγράφαμεν, εὐδοκίᾳ τοῦ ὑπεραγάθου Θεοῦ ἐκποδὼν γέγονε, δι᾽ οὗ ἡ διχόνοια ἐν τῇ καθ᾽ ἡμᾶς Ἐκκλησίᾳ ὑπήρχθη· βεβράβευται ἡ εἰρήνη, νεύμασι καὶ ροπαῖς καὶ εὐμενείαις· προσθείην δ᾽ ἂν καὶ παρακλήσεσι τῶν καλλινίκων καὶ φιλοχρίστων ἡμῶν βασιλέων· συνεργίᾳ τε καὶ ἀπολογίᾳ τοῦ ἁγιωτάτου ἡμῶν πατριάρχου· δεῖ γὰρ ἀπὸ τοῦ νῦν οὕτω καλεῖν. Δεξάσθω καὶ ἡ ὑμετέρα ὁσιότης τὰ παρ᾽ ἡμῶν τῶν ταπεινῶν σὺν πολλῇ σκέψει καὶ διερευνήσει ἀναθεωρήσει τε τῶν πατρικῶν ἀναστροφῶν, τῶν τε ἔσθ᾽ ὅτε ὑποπεπτωκότων σκανδάλων ἐκκλησιαστικῶν, ἐγκριθέντα καὶ περαιωθέντα· ἵνα οὕτω καὶ ἐν τῇ καθ᾽ ἡμᾶς Ἐκκλησίᾳ τοῦ Χριστοῦ, ἡ εἰρήνη τοῦ Θεοῦ βραβεύσῃ τὰς καρδίας τῶν ἀπάντων. Οὐδὲ γὰρ, εἰ μὴ τοῦτο πράξοιμεν, ὅσιον τῷ Θεῷ λογισθήσεται· οὔτε ἡμῖν νῖκος γενήσεται· προσαπόλλυμεν δὲ τάχα, ζητοῦντες περισσότερον τὸ δεξιὸν, καὶ ὃ τοῖς προλαβοῦσι κόποις διηνύκαμεν ἀγαθόν. Δέξασθε τοιγαροῦν, παρακαλοῦμεν, καὶ ἀποδέξασθε τὸν ἁγιώτατον ἡμῶν πατριάρχην· κοινωνοί τε ἔσεσθε, ἐν οἷς οὐ προδήλως ἡ παρανομία, καὶ τῷ καθ᾽ ὑμᾶς ἐπισκόπῳ, τὸ διὰ μέσου παραχωροῦντες τῷ Κυρίῳ τῷ ἐξεταστῇ καὶ ἀποδότῃ τῶν πρακτέων, τῶν ῥητέων. Πρὸς τοῦτο γὰρ αὐτὸ δεήσει χρησάμενοι, παρωρμήσαμεν καὶ τὸν ἁγιώτατον ἡμῶν πατριάρχην ἐπιστεῖλαι, ὡς ἂν ἀφεθῆτε καὶ αὐτοὶ τῶν φυλακῶν· εἰρήνης τε σύνθημα πρὸς ἀλλήλους ποιησάμενοι· κἂν τι ἀμφιβαλλόμενον ᾖ, αὐτίκα διαλυθείη· ἢ ἀνιάτως ἔχον διὰ τῆς ἐνταῦθα ἡμῶν τε καὶ τοῦ τιμιωτάτου ἐπισκόπου εἰσελεύσεως· ἐπὶ παρουσίᾳ τοῦ αὐτοῦ οἰκουμενικοῦ πατριάρχου θεραπευθῇ τὰ ἀῤῥωστήματα, καὶ συνδράμοιεν τὰ πάντα πρὸς θυμηδίαν εἰρήνης καὶ ὁμονοίας εἰλικρινότητα.